246
ἰλλούμενος δεσμούμενος, ἰλλίζειν διανεύειν. ̓Ιλαδόν. ἐν ἀθροίσει. κατὰ τάξιν σημαίνει. καὶ τὸ δασύ. παρὰ τὸ ιλη, ο σημαίνει τὴν αθροισιν, γέγονεν ἰλαδὸν, ητοι ὁμοῦ. iota.1107 Τὸ Ι μετὰ τοῦ Μ. ( ̓Αρσενικόν.) ̔Ιματισμόσ. ἡ ἐσθής. καὶ ἱματισμένος ὁ ἐνδεδυμένος. ἱματισμένον καὶ σωφρονοῦντα. ̔Ιμαῖοσ. ὁ ἀντλητής. Ιμβροσ. ποταμός. Ιμβρως δὲ κύριον, μέγα, καὶ κλίνεται Ιμβρωτος. Ιμβρος καὶ Τένεδος, νῆσοι πλησίον Τροίας κείμεναι. ̔Ιμερόεισ. ὁ ἐπιθυμητικός. Ιμεροσ. ἡ ἐπιθυμία. παρὰ τὸ ιημι, τὸ προθυμοῦμαι, γέγονεν ιμερος. ἐξ ου καὶ τό· ιετο βαλέειν. ̔Ιμερόεντα. ἐράσμιον, λάμποντα. ̔Ιμάσ. ὁ λῶρος. πείσει σε ὁ ἱμάς. (Θηλυκόν.) ̔Ιμάντωσισ. σύνδεσμος ξύλων ἐμβαλλομένων ἐν ταῖς οἰκοδομαῖς η καὶ ἐν τοῖς πλοίοις. iota.1108 ̔Ιμάσθλην. μάστιγα. -κώπην θ' αμα, νηὸς ἱμάσθλην. ̔Ιμέρα. πόλις. καὶ ̔Ιμεραῖος καὶ ̔Ιμερία, κύρια. ̔Ιμεραία. γραῦς τις. καὶ πόλις. ̔Ιμονιά. τὸ ἀντλητήριον η δέρμα, εἰς ο ἀντλοῦσι τὸ υδωρ. παρὰ τὸ ἱμὰς, ἱμάντος, ἱμονιὰ, καὶ ἱμαῖος ὁ ἀντλητής. ̔Ιματίδιον. ωσπερ ἀπὸ τοῦ ὀψάριον ὀψαρίδιον, ουτω καὶ ἀπὸ τοῦ ἱμάτιον ἱματίδιον. ̔Ιμερτόν. ἐπιθυμητόν. ̔Ιμητόν. ἀντλητόν. καὶ ἱμαῖον, ᾳσμα. ̔Ιμόνιον. τὸ γεράνιον. Ιμασεν. ἐμάστιξεν. ̔Ιματισμένοσ. ἐνδεδυμένος ἱμάτιον. ̔Ιμάσσω. πλήξω. πατάξω. μὴ τρέψῃς τὸ ˉς εἰς ˉξ. σεσημείωται γάρ. iota.1109 ̔Ιμᾷν. ἀντλεῖν. ἀνέλκειν, ἀνασπᾷν. καὶ ἱμεῖν. ̔Ιμείρω. τὸ ἐπιθυμῶ. ̔Ιμῶσα. ἀντλῶσα. ἀπὸ τοῦ ἱμάντος, ῳ τοὺς κάδους ἐγέμιζον. Τὸ Ι μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.) ̓Ινάρωνοσ. κύριον. Ινδακοσ. κύριον. ̓Ινδοί. εθνος βάρβαρον. Ινισ. παῖς νέος, βρέφος. παρὰ τὸ ις ἰνὸς, ινις· δύναμις γὰρ τῶν πατέρων υἱοί. η παρὰ τὸ ἰαίνειν καὶ εὐφραίνειν τοὺς πατέρας. ̓Ιννοί. οἱ κολοβοὶ τῶν ιππων. νάννοι δὲ καὶ ναννοφυεῖς οἱ κολοβοὶ τῶν ἀνθρώπων. Ιναχοσ. ονομα ποταμοῦ. ̓Ινωπόσ. ονομα ποταμοῦ. †παρὰ τὸ ις ἰνὸς, ο σημαίνει τὴν δύναμιν, καὶ τοῦ ὀπὸς, ο σημαίνει τὴν φωνὴν, γέγονεν ̓Ινωπὸς κατ' εκτασιν τοῦ ˉο εἰς ˉω μέγα.† Ινωψ. κύριον. ηνοψ δὲ ὁ μέγας, ˉη καὶ μικρόν. iota.1110 (Θηλυκόν.) ̓Ινγρουσία. παρὰ ̔Ρωμαίοις τοῖς ἀσθενέσι διδόμενον σιτίον, ο ουτε ζῇν ουτε ἀποθνήσκειν ποιεῖ. ̓Ινδικτίων. λέγεται καὶ ινδικτος. Ινεσ. δυνάμεις η νεῦρα. καὶ κλίνεται ἡ ιν, τῆς ἰνὸς, αἱ ινες. τὰ γὰρ νεῦρα αιτια τοῦ ἰέναι. η παρὰ τὸ ις, ο σημαίνει τὴν δύναμιν, γίνεται ινες τὸ πληθυντικόν. Ινισ. χώρα. Ινα. τὴν δύναμιν. καὶ Ινα ονομα πόλεως. ̓Ινώ. ονομα θεᾶς. Ινδαλμα. φαντασία, οναρ, ὁμοίωμα. παρὰ τὸ ειδω, τὸ ὁμοιῶ, εἰδάλλω καὶ ἀποβολῇ τοῦ ˉε καὶ πλεονασμῷ τοῦ ˉν, ινδαλμα. ̓Ινίον. νεῦρον, ἀπὸ τῆς τοῦ ἐγκεφάλου βάσεως ἐπὶ τὰ πλατέα νεῦρα, α τὴν ἰσχὺν ἡμῶν εχειν δοκεῖ. ὡς παρὰ τὸ σφὴξ, σφηκὸς, σφηκίον, ουτως καὶ παρὰ τὸ ις, ἰνὸς, ἰνίον. ̓Ινάχειον αστυ. τὸ τοῦ ̓Ινάχου. ̓Ινάσσω. ἰσχὺν παρέχω. ̓Ινδάλλεται. καταφαίνεται. ὁμοιοῦται. ̔Ινατί. διατί, η ενεκα τίνος. iota.1111 Ινα. οπου. η οπως. καὶ ἀντὶ τοῦ αν. Ομηρος· -ινα μὴ ῥέξωμεν ωδε. Τὸ Ι μετὰ τοῦ Ξ. ( ̓Αρσενικόν.) ̓Ιξάλου. τελείου, ὁρμητικοῦ η πηδητικοῦ. παρὰ τὸν ιξω μέλλοντα γέγονεν ιξαλος. δεῖ δὲ γινώσκειν, οτι πολλάκις τὰ παράγωγα ἀλλάσσουσι τὰ πνεύματα, καὶ ἀπὸ δασέων γίνεται ψιλά. οιον αμα αμυδις, ηλιος ἀπηλιώτης ανεμος. ουτως ιξω ιξαλος. ̓Ιξευτὴς, ἰξευτικὸς καὶ ἰξόσ. παρὰ τὸ ικω, ιξω, ἰξίος. η παρὰ τὸ αγειν τὰ ορνεα. ̓Ιξίων. καὶ κλίνεται ̓Ιξίωνος. ουτος ἠράσθη τῆς Ηρας, ὠργίσθη δὲ παρὰ τοῦ ∆ιός. ̓Ιξιονίδησ. ̓Ιξυρόσ. ποταμός. ̓Ιξάλου. πηδητικῆς. -ἰξάλου αἰγός. ̓Ιξύσ. ἡ ὀσφὺς, ο τὸ ἰσχίον. ἀξὺς τὶς ουσα, ην οὐχ οιόν τε ξύσαι καὶ κνήσασθαι. εκρεκες εὐτάρσοιο δι' ἰξύος ἀχέτα μολπὰν τέττιξ οἰονόμοις τερπνότερον χέλυος. iota.1112 ̓Ιξιόεν. θανάσιμον φάρμακον. ὠνόμασται δὲ ουτως, ἐπειδὴ τὰς ἐντὸς τροφὰς κατέχει, ὡς ἰξὸς, ὀδμὴν εχων παραπλησίαν ὠκίμῳ. ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πόμα οὐλοφόνον λήσειεν οτ' ὠκιμοειδὴς οδωδε. τὸ ἐπίγραμμα Νικάνδρου. Ιξε καὶ ιξον. ἀντὶ τοῦ παρεγένοντο. οἱ δ' ιξον κοίλην Λακεδαίμονα κητώεσσαν. ἀπὸ τοῦ ικω ὁ δεύτερος ἀόριστος ικον, καὶ τροπῇ Βοιωτικῇ τοῦ ˉκ εἰς ˉξ ιξον. ουτως ̓Απολλώνιος. Τὸ Ι μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) ̓Ιοβόλοσ. ὁ τῷ ἰῷ καὶ φαρμάκῳ βάλλων. ἰοβόλος οφις ἀθρόον ἀνέθορεν.