246
«Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ.» «Πρὸ καιροῦ ἄγει γῆρας μέριμνα.» «Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς; καὶ τὸ σῶμα τοῦ ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτὰ,» καὶ τὰ λοιπά. «Ὁ καιρὸς συνεσταλμένος ἐστίν. Τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν, καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τούτῳ τῷ κόσμῳ, ὡς μὴ χρώμενοι. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Τελείας ψυχῆς ἐστι τὸ ἀμέριμνον εἶναι, ἀσεβοῦς δὲ, τὸ φροντίσι κατατρίβεσθαι. Περὶ μὲν γὰρ τῆς τελείας ψυχῆς εἴρηται, ὅτι κρίνον ἐστὶν ἐν μέσῳ ἀκανθῶν. Τοῦτο δὲ τὴν ἀφροντισίαν δηλοῖ. Περὶ δὲ 96.237 τῶν φροντίδα πολλὴν ἐχόντων εἰς τὰ βιωτικά φησιν· Πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι. Ἀπροσπαθῶς χρὴ διοικεῖν τὴν κτῆσιν, καὶ ἐπὶ συμβαίνοντός τινος μὴ ἀγανακτεῖν, μηδὲ λυπεῖσθαι, μηδὲ ἐπιθυμεῖν κτήσασθαι. Τῆς ἐμπαθοῦς γὰρ κτήσεως κελεύει ὁ Κύριος ἀφίστασθαι, καὶ πάσης προσπαθείας.
ΤΙΤΛ. ϛʹ. -Περὶ προφητῶν ἀνδροφονησάντων, καὶ εὐαρεστησάντων Θεῷ.
«Ἔστη Μωσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς, καὶ λέγει· Εἴ τις πρὸς Θεὸν, ἤτω πρός με. Καὶ ἦλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευῒ, καὶ λέγει αὐτοῖς· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Θέτε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν, καὶ διέλθετε, καὶ ἀνακάμψατε, καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ τὸν ἔγγιστα. Καὶ ἐποίησαν υἱοὶ Λευὶ καθὰ ἐλάλησεν αὐτοῖς ὁ Μωσῆς, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ τῇ ἡμέρᾳ ἐκείνῃ τρισχίλιοι ἄνδρες.» «Φινεὲς υἱὸς Ἐλεάζαρ, υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ, ἀπεκέντησεν ἀμφοτέρους, τὸν δὲ ἄνθρωπον τὸν Ἰσραηλίτην, καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ ὀργὴ ἀπὸ τῶν υἱῶν Ἰσραήλ. Ἐγένοντο δὲ οἱ τεθνηκότες εἴκοσι τέσσαρες χιλιάδες. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν· Φινεὲς υἱὸς Ἐλεάζαρ κατέπαυσε τὸν θυμόν μου· ἰδοὺ δίδωμι αὐτῷ τὴν διαθήκην μου, διαθήκην εἰρήνης, καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν, διαθήκην ἱερατείας αἰωνίαν, ἀνθ' ὧν ἐζήλωσε τῷ Θεῷ αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ.» «Εἶπε Σαμουήλ· Προσάγαγέ μοι τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ. Καὶ προσῆλθεν Ἀγὰγ τρέμων. Καὶ εἶπε Σαμουήλ· Καθότι ἠτέκνωσε γυναῖκας ἡ ῥομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου. Καὶ ἔσφαξεν αὐτὸν ἐνώπιον Κυρίου.» «Εἶπεν Ἠλιοῦ πρὸς τὸν λαόν· Συλλάβετε τοὺς προφήτας τοῦ Βαὰλ, μηδεὶς σωθήσεται ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς· καὶ κατάγει αὐτοὺς Ἠλιοῦ εἰς τὴν χειμάῤῥουν Κισσὼν, καὶ κατέσφαξεν αὐτοὺς ἐκεῖ.»
ΤΙΤΛ. Ζʹ. -Περὶ προγνώσεως Θεοῦ· καὶ ὅτι τὰ κρύφια καὶ ἄδηλα τῶν
πραγμάτων τῷ Θεῷ χρὴ καταλιμπάνειν. «Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ἡμῶν· τὰ δὲ φανερὰ, ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν
εἰς τὸν αἰῶνα, ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.» «Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα.» «Τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι.» 96.240 «Πρὸ τοῦ με πλάσαι σε ἐκ κοιλίας μητρὸς ἡγίακά σε· προφήτην εἰς ἔθνη τέθεικά σε.» «Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεναὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ἀπεκρίθη Ναθαναὴλ, καὶ εἶπεν αὐτῷ· Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.»