246
πόντων. ιεʹ. "Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἐξ απέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν." Αἴ τημα τὴν ἐπιθυμίαν ἐκάλεσεν· οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν· δέδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστόν τε καὶ ἄφθονον. ιʹ. "Καὶ παρώργισαν τὸν Μωσῆν ἐν τῇ παρεμ βολῇ, τὸν Ἀαρὼν τὸν ἅγιον Κυρίου." Κορὲ μὲν γὰρ, καὶ ἡ τούτου συμμορία, ἐπειράθησαν τὴν ἱερω σύνην ἁρπάσαι. ∆αθὰν δὲ καὶ Ἀβειρὼν ἑτέραν ἐμελέτησαν τυραννίδα. ιζʹ, ιηʹ. "Ἠνοίχθη ἡ γῆ καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξ εκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλε ξεν ἁμαρτωλούς." ∆αθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεποντίσθησαν· Κορὲ δὲ, καὶ οἱ σὺν αὐτῷ, θεηλάτῳ πυρὶ κατεφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλλους σωφρο νεῖν ἀναγκάζων· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἐβουλήθησαν· καὶ τοῦτο δηλοῖ ἡ τῶν τετολμημένων ἐξήγησις. ιθʹ. "Καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ." Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσε βείας διδάσκων ὑπερβολήν. Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος· ἐν τούτῳ δείματος αὐτοὺς ἐν 80.1728 έπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτύπων βρονταῖς, καὶ μετὰ τοσ ούτου δέους τὴν νομοθεσίαν προσφέρων. Ἐν τούτῳ τετολμήκασι τὴν ἀσέβειαν. "Καὶ προσεκύνησαν τῷ γλυπτῷ." Ἑτέρας καὶ τοῦτο παραπληξίας κατ ηγορία· ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμενον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν. κʹ. "Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώ ματι μόσχου ἐσθίοντος χόρτον." Σφόδρα αὐτῶν ἁρμοδίως τὴν ἄνοιαν ἐτραγῴδησεν. Ἀντὶ γὰρ τοῦ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνερ γεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές· τροφὴ καὶ τῷ μόσχῳ, οὐκ ἄρτος, ὁ τοῖς λογικοῖς προσφερόμενος, ἀλλὰ πόα καὶ χόρτος. Τοῦ δὲ μόσχου, οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώ ποις, ἡ εἰκὼν εὐτελεστέρα πολλῷ. Οὐ γὰρ μόνον ἄλογος, ἀλλὰ καὶ ἄψυχος, οὐκ ἐνεργεῖν, οὐ μυκᾶσθαι, οὐκ ἐσθίειν ἰσχύουσα· ἀλλὰ ὅμως ἀδρανῆ τοῦ Θεοῦ τῶν ὅλων προτετιμήκασιν. καʹ, κβʹ. "Καὶ ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζον τος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ. Θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης Ἐρυθρᾶς." Οὔτε γὰρ τῆς οἰκείας ἐμνημόνευσαν σωτη ρίας, οὔτε τῆς τῶν Αἰγυπτίων τιμωρίας, οὔτε τοῦ μεγάλου τῆς θαλάττης θαύματος, ἀλλὰ πάντα ἀθρόως ἀπέπτυσαν. κγʹ. "Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐν ώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς." Τοῦ γὰρ Θεοῦ τῶν ὅλων εἰρηκότος, "Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·" εἶ πεν ὁ μακάριος Μωσῆς, "Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας." "κδʹ, κεʹ. "Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ. Καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὑτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου." Ἑτέρας ἀπειθείας ἀναμιμνήσκει· τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος τῆς ἐπηγγελμένης ἐπιβῆναι γῆς, τῆς δειλίας τὸ πάθος δεξάμενοι, ἀντέτεινον προφανῶς, τοὺς μὲν Χαναναίους γενναίους εἶναι λέ γοντες, σφᾶς δὲ αὐτοὺς δύναμιν ἀξιόχρεων οὐκ ἔχειν πρὸς τὴν ἐκείνων παράταξιν. Τοῦτο δὲ ἀπιστίας προφανῶς τεκμήριον· τοὺς γὰρ τοσούτων καὶ τοιού των θαυμάτων αὐτόπτας θαῤῥεῖν εἰς πάντα δί καιον ἦν τῇ τοῦ σεσωκότος δυνάμει. 80.1729 κʹ, κζʹ. "Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ. Καὶ τοῦ κατα βαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορ πίσαι αὐτοὺς ἐν ταῖς χώραις." Ἐβουλήθη δὲ τῇ ἀπιστίᾳ κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταυτὸν ἐπενεγκεῖν τὸν ὄλεθρον, ἀλλ' ὅμως τῇ συνήθει φιλανθρωπίᾳ χρώμενος, μερικὴν αὐτοῖς ἐπήγαγε κόλασιν. κηʹ, κθʹ. "Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ· καὶ ἔφαγον θυσίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς