246
τροπώσασθαι. ἀσπάζεται πολλὰ Νικόλαος, ὁ ἀδελφὸς ὑμῶν. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ, αἱ συνοδίαι τὰς συνοδίας, οἱ μικροὶ τοὺς μεγάλους καὶ μέντοι τοὺς πλησιάζοντας πατέρας. καὶ ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολή, μὴ παραιτήσησθε καὶ παρ' ἐκείνοις ἀναγνωσθῆναι, ἐὰν ᾗ ἀξία μόνον, ἐπειδὴ πάντες ὁμόψυχοι καὶ ἓν σῶμα, κἂν διάφορα μέλη. ὁ Κύριος Ἰησοῦς Χριστὸς μεθ' ὑμῶν καὶ μεθ' ἡμῶν τῶν ἁμαρτωλῶν. ἀμήν. 407 {1Ναυκρατίῳ τέκνῳ}1 Οὐ πλησθήσεται τὸ οὖς μου ἀπὸ φωνῶν σου ἀκροάσεως· φωνεῖς γὰρ ἀναγκαῖα καὶ κατεπείγοντα. ἃ καὶ νῦν ἐνωτισθείς, ὦ παῖ καλέ, ᾖσα ὁ ταπεινὸς χαριστήρια, ὡς οὐ καταλέλοιπεν τέλεον Κύριος τὴν ἐκκλησίαν αὐτοῦ, ἀλλ' ἔδειξεν ἔτι ἔχειν τὴν ἰσχὺν αὐτῆς, κινήσας τοὺς ἀπὸ ∆ύσεως ἀδελφοὺς ἡμῶν ἔλεγχον τῆς παροινίας τῶν τῇδε καὶ φωτισμὸν τῶν νυκτομαχούντων τῇ αἱρέσει. κἂν ἀπεσείσαντο οἱ ἀτεράμονες, κἂν ὀφθαλμοὺς καρδίας οὐκ ἤνοιξαν (μαρτυριῶ ἄρτι κατενώπιον θεοῦ καὶ ἀνθρώπων), ἑαυτοὺς ἀπέρρηξαν τοῦ σώματος τοῦ Χριστοῦ, τοῦ κορυφιακοῦ θρόνου, ἐν ᾧ Χριστὸς ἔθετο τὰς κλεῖς τῆς πίστεως, ἧς οὐ κατίσχυσαν ἀπ' αἰῶνος οὐδ' ἂν κατισχύσωσι μέχρι συντελείας πύλαι ᾅδου, τὰ τῶν αἱρετικῶν δηλαδὴ στόματα, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. Χαιρέτω οὖν ὁ μακαριώτατος καὶ ἀποστολικὸς καὶ φερωνύμως Πασχάλιος, ὅτι τὸ ἔργον Πέτρου ἐξεπλήρωσεν. σκιρτάτω πᾶς ὀρθοδόξων θίασος, ὅτι κατ' ὀφθαλμοὺς εἶδεν τὴν ἐπισκοπὴν Χριστοῦ κατὰ τοὺς πάλαι ἁγίους πατέρας ἡμῶν· τὰ γὰρ ἄλλα ὅπῃ τῷ θεῷ φίλα ἀγέσθω. ἀρδευέτω τὸ μαρτυρικὸν αἷμα τὴν ἐκκλησίαν, αὐξανέσθω ὁ χορὸς τῶν ὁμολογητῶν· τοῦτο εὐδοκία θεοῦ, τοῦτο χαρὰ καὶ ἀγαλλίασις, κἂν διὰ τοὺς ἀπολλυμένους ἐλεεινότατον. τί φήσοιεν οἱ ἐναντίοι; Ἀνατολὴν οὐκ ἔχουσιν, ∆ύσεως ἐστέρηνται, τοῦ πεντακορύφου ἐκκλησιαστικοῦ σώματος (ζῇ γὰρ ἔτι καὶ Νικηφόρος ὁ ἱερὸς) διεσπάσθησαν. οὐκοῦν ἠλλοτρίωνται Χριστοῦ, ἄρα ἐνεκρώθησαν, ἄρα ἐν σκότει διαπορεύονται. εἰ δὲ ὅτι ἄρχουσιν ἐπ' ἐρήμου αἱρέσεως, τοῦτο καὶ λῃσταί, ἐπεὶ καὶ κτείνουσιν ὥσπερ καὶ οὗτοι, αἵματα κενοῦντες ὡς ἔπος εἰπεῖν καθ' ἑκάστην. Ἐχέτω ταῦτα ὧδε. ἡλίκον δὲ ᾄσομαι ἐπὶ τῇ μεταβολῇ Λεοντίου; ὢ τῶν μεγίστων τοῦ θεοῦ τεραστίων· σὺ μέν, ὦ τᾶν, εἰς τοῦτο κἀκεῖνο μετεσχημάτισας τὸν δύσχριστον, ἐγὼ δὲ κυπριανίζειν αὐτὸν ἐν τῷ πράγματι ᾠήθην, ἀποκρουσθέντα παρὰ τοῦ βασιλέως προσδραμεῖν τοῖς ἀθλοφοροῦσι καὶ ἐναγωνιζομένοις κατὰ Ἰουστίναν τὴν ἀοίδιμον. δῴη Κύριος τέλεον ἐπ' ἀμφοῖν τὰ ἀμφότερα ἀποφανθῆναι. ἡ φυλακή σου ὅτι ἐνδότερον ἐγένετο λυπηρόν μοι διὰ τὸ ἀσθενεῖν σε· πλὴν ἴσχυε καὶ κραταιοῦ, ὁμολογητὰ Χριστοῦ, ὡς προεσημάναμεν. ἵνα δὲ γνοίης ἔτι λευκότερον, προστίθημι καὶ ταῦτα, ὡς ἔτι ἀσφαλίζεται ἡμᾶς ὁ φρούραρχος. διατί καὶ πῶς; ἐπεὶ γὰρ δεῖ οἰκονομίᾳ κεχρῆσθαι ἐν τοῖς ἀναγκαίοις, ὁπηνίκα συνωψίσθημεν τῷ Χωνῶν αἱρεσιάρχῃ (ἐκεῖ γὰρ πρῶτον ἀπήχθημεν ὑπὸ τῶν ἀπὸ Ἀνατολικοὺς ἀράντων ἡμᾶς), καὶ γόνυ ἐκλίναμεν, συγγονυκλιτήσαντος κἀκείνου, καὶ ἠσπασάμεθα αὐτόν. καὶ ἐπειδὴ εἴασεν εἰς ταὐτὸν ἐλθεῖν ἐμέ τε καὶ τὸν κύριον Ἀθανάσιον, καὶ συνεπίομεν αὐτῷ ἅπαξ καὶ δίς, οὐ μέντοι συνεφάγομεν, ἐκλιπαροῦντος τοῦ ὄφεως καὶ ψιθυρίζοντος ἀπατηλά. τούτῳ τῷ μέτρῳ ἐχρησάμεθα ἀπαχθέντες ἔνθεν καὶ πρὸς τὸν ἐν ᾧ ἐσμεν δράκοντα· ὅς, προμαθὼν τὸν εἱρμόν, οὐδὲν πλέον ἠνάγκασεν ὡς μὴ ἰσχύων πεῖσαι, συνεκίνησεν δ' οὖν ὅμως λόγους ἐν τῷ ἰδεῖν ἡμᾶς περὶ τῆς ὑποθέσεως· ὡς οὐδέν ἐστι, φησί, καὶ σμικρόν τι τὸ ἀμφισβητούμενον. πρὸς ἃ ἀπεκρινάμην ὅτι "4καὶ τῶν μεγίστων λίαν καί, εἰ κελεύεις, λέγε καὶ ἀντάκουε"5. ἀλλ' ἐάσωμεν τὸ νῦν ὃ καὶ γέγονεν· τἆλλα μὲν πολλοῦ τὸ λέγειν, ἐπὶ δὲ τὸ τελεώτερον ὁ λόγος, δι' ὃ καὶ ἀπηρξάμην. ᾤετο ὁ δεινὸς κατὰ μικρὸν ἡμᾶς ἕλκειν, οὐκ ἐκ τοῦ συναίρειν λόγον περὶ εἰκόνων, ἀλλ' ἐκ τοῦ ἀγαθοποιεῖν τυχὸν τοῦ τε φιλικὰ ὁμιλεῖν καὶ ἀνατίθεσθαι τοὺς τῆς ἐξαρχίας λόγους (ἐπὶ γὰρ τῶν πέντε θεμάτων τέθειται), καὶ μὴν καὶ τὰ τοῦ κρατοῦντος ἐκθειάζειν.