247
ἡγεῖσθαι, ἐγὼ μὲν οὐδὲν ἐμαυτῷ πειθόμενος πρὸς τὰ παρόντα πράττειν ἔγνων δεῖν, ὑμῖν δὲ χρώμενος συμβούλοις, πρὸς ὅ,τι ἂν ἐπιψηφίζησθε ὑμεῖς ἐμαυτὸν παρέξομαι πειθόμενον προθύμως, μᾶλλον δ' αὐτὸς πρῶτος ἅ μοι δοκῶ ἐν τῷ παρόντι συμφέροντα ἐρῶ. μελήσει δὲ ὑμῖν ἢ ἐπιψηφίζεσθαι τὰ εἰρημένα ἂν δοκῇ λυσιτελεῖν, ἢ γνώμην ἕκαστον εἰσάγειν, ἣ τά τε παρόντα καὶ τὰ προσδοκώμενα μείζω λύσει δυσχερῆ, ἡμᾶς τε καὶ σύμπασαν ἡγεμονίαν διασώζουσα Ῥωμαίων. νομίζω δὲ μηδὲν εἶναι μᾶλλον λυσιτελέστερον καὶ σωτήριον τοῖς πᾶσιν, ἢ ἐμαυτὸν ἑκοντὶ παραγενόμενον ἐγχειρίζειν βασιλίδι, ὥστε κατ' ἐξουσίαν ἔχειν αὐτὴν, ὅ,τι βούλοιτο ψηφίζεσθαι περὶ ἐμοῦ. κἂν μὲν τὰ δίκαια ποιεῖν προῃρημένη, δικαστήριον καθίζοι καὶ καιρὸν παρέχοιτο ἀπολογίας, θεῷ θαῤῥεῖν τῷ προστάτῃ τε ἀληθείας ὄντι καὶ τοιαύτῃ χαίροντι προσηγορίᾳ, πάντα ὥσπερ εἰσὶ ψεύδη καὶ συκοφαντίας ῥᾷστα ἀπελέγξειν. τοῦτο δὲ εἰ γένοιτο, πᾶσαν ἀπωσάμενον ἀρχὴν καὶ συκοφαντίας καὶ φθόνου πᾶσαν πρόφασιν περιελόντα, οἴκοι διατρίβειν, τῶν κοινῶν προσαπτόμενον μηδενὸς, μηδ' εἰ πάντες ἄνθρωποι βιάζεσθαι ἢ πείθειν ἐπιχειροῖεν. εἰ δ' ἄρα μήτε τοῦ δικαίου, μήτε τοῦ προσήκοντος μηδένα ποιουμένη λόγον, ἀλλὰ κατάκρας ἁλοῦσα ταῖς συκοφαντίαις, ἐρήμην καὶ τὰ δεινότατα καταψηφίζοιτο, πάντα φέρειν ἱλαρῶς, αἱρετώτερα ἡγούμενον πολλῷ τῷ μέτρῳ καὶ κλοιὰ καὶ δεσμωτήριον 2.152 καὶ δήμευσιν τῶν ὄντων καὶ εἴ τι τούτων ἀηδέστερον, ἢ πρόφασιν πολέμου ἐμφυλίου παρασχέσθαι. τίς γὰρ τῶν πάντων, ὥσπερ ἐγὼ, τὰ ἐκ τούτου τοῦ πολέμου οἶδε σαφέστατα κακά; ὧν οὐχ ὅτι αἴτιος καταστῆναι, ἀλλ' οὐδ' ὑφ' ἑτέρων πραττομένων μᾶλλον ἂν εἱλόμην αἰσθάνεσθαι ἐν ζῶσιν ὢν, ἢ τοῖς ἐν ᾅδου συνὼν, πρὸς τὰ πραττόμενα ἀναισθητεῖν. ἃ μὲν οὖν ἔμοιγε πᾶσι Ῥωμαίοις ἔδοξε κοινῇ λυσιτελεῖν, τοιαῦτά ἐστιν. ὑμῖν δὲ εἴ τι τούτων λυσιτελέστερον ἐξευρεθῆναι δυνατὸν, ὥσπερ ἔφην, ἐμαυτὸν πειθόμενον παρέξομαι. βέλτιον γὰρ, ἂν ἄρα καί τι σφάλωμαι, τοῖς πλείοσι πειθόμενον τοῦτο πάσχειν, ἢ τῇ σφετέρᾳ θαῤῥήσαντα συνέσει, τὰ μεγάλα κατορθοῦν. κεʹ. Ὁ μέγας μὲν οὖν δομέστικος τοιαῦτα εἶπεν. ὅσοι δὲ παρῆσαν τῶν συγκλητικῶν καὶ τῆς στρατιᾶς οἱ μάλιστα προέχοντες, ὥσπερ μιᾷ καὶ γλώττῃ χρώμενοι καὶ γνώμῃ, «καὶ πρότερον μὲν» ἔφασαν «ἐξ ὅτου τὰ καινὰ ταῦτα ἐτολμήθη καὶ ὁ συγγενικὸς πόλεμος ἔσχε τὴν ἀρχὴν, οὐκ ἰδίᾳ μόνον ἕκαστος ἐφ' ἑαυτὸν, ἀλλὰ καὶ κοινῇ πάντες πολλὰ πολλάκις περὶ τῶν αὐτῶν ἐβουλευσάμεθα, ὡς περὶ πραγμάτων ἀναγκαίων καὶ σχεδὸν περὶ ψυχῆς αὐτῆς ἕκαστος πολλὴν ποιούμενοι φροντίδα. ὅθεν οὐδὲ νυνὶ δεήσει τὰ δέοντα ἐξερευνᾷν, ὑπὸ τῆς πολλῆς περὶ αὐτὰ διατριβῆς ἐξευρηκέναι πάλαι οἰομένους. οὐχ ἥκιστα δὲ καὶ ὑφ' ὧν αὐτὸς πρὸς ἡμᾶς 2.153 διεξῆλθες νῦν, τά,τε δέοντα καὶ πᾶσιν ὁμοίως χρήσιμα ἐσόμενα καὶ συνιέναι παρεσκεύακας καὶ τοῖς ἄλλοις συμβουλεύειν. καὶ γὰρ τὰ ἐκ τοῦ πολέμου κακὰ τοῦ ἐμφυλίου, ἃ πεφρικέναι καὶ αὐτὸς ὡς δεινότατα εἰρήκεις, καὶ αὐτοὶ πεφρίκαμεν ὁμοίως καὶ πάσῃ χρηστέον εἶναι οἰόμεθα καὶ σπουδῇ καὶ προθυμίᾳ, ὥστε μὴ τοῖς τοιούτοις κακοῖς περιπεσεῖν. καὶ ὁμοίως τόν τε τὸν πόλεμον τοῦτον τὸν δεινότατον ἀνάπτοντα ἡγούμεθα πολέμιον κοινὸν καὶ πᾶσιν ἐπιβουλεύοντα, καὶ τὸν δυνάμενον καταλύειν, εἰ μεθίησιν ἑκὼν, προδότην τῶν κοινῶν καὶ βάσκανον καὶ φθονερὸν καὶ τῇ κοινῇ σωτηρίᾳ τῶν πραγμάτων λυμαινόμενον. σκεψώμεθα τοιγαροῦν, εἰ ταῦτα πράττοντος, ἅπερ εἴρηκας, καταλύεται ὁ πόλεμος καὶ μὴ μᾶλλον ἐκ τούτων λήψεται ἀρχήν. εἰ γὰρ αὐτὸς, ὥσπερ ἰσχυρίζῃ, πρὸς τὴν δίκην ἀπελθὼν, ἢ τῶν συκοφαντῶν περιγενόμενος ἀπόσχῃ τῶν πραγμάτων, τὴν πολλὴν ἀγνωμοσύνην καὶ τὴν περὶ τὰ καλὰ ἀχαριστίαν βδελυξάμενος, ἢ κατακριθεὶς ἐρήμην, τῶν ἀνηκέστων πάθῃς τι, ἆρ' εἰς τοσοῦτον οἴει παρανοίας ἡμᾶς ἥκειν ἢ οὕτω ταπεινὰ καὶ ἀνελεύθερα φρονήσειν καὶ τῆς εὐκλείας ἀνάξια τοῦ προτέρου βίου, ὥστ' ἐν ἀνδραπόδων μοίρᾳ δουλεύειν Ἀποκαύκῳ, πᾶν τὸ προσταττόμενον ποιοῦντας ἀνθρώπῳ μηδὲν ἄμεινον διακειμένῳ τῶν πολλῶν; θᾶττον μεντἂν ἡμῶν ἕκαστος οἰήσεται προσήκειν ζόφον μᾶλλον