247
οπως ἀσθενέστεροι διχογνωμονοῦντες ωσιν, ἐστασίαζον, καὶ οἱ μὲν τοῖσδε, οἱ δὲ τοῖσδε προσετίθεντο. εἰ δὲ καὶ εις σφῶν ἀντεῖπε, τὰς τῶν αλλων διαγνώσεις ἀπράκτους ἀπέφαινε. τὸ μὲν ουν πρῶτον οὐκ εἰσῄεσαν εἰς τὸ βουλευτήριον, καθήμενοι δὲ ἐπὶ τῆς εἰσόδου τὰ ποιούμενα παρετήρουν, καὶ ει τι μὴ αὐτοῖς ηρεσκε, παραχρῆμα ἀνθίσταντο· ειτα καὶ εἰσεκαλοῦντο ἐντός. εἰσέπειτα μέντοι καὶ μετέλαβον τῆς βουλείας οἱ δημαρχήσαντες, καὶ τέλος κἀκ τῶν βουλευτῶν τινες ἠξίωσαν δημαρχεῖν, εἰ μή τις εὐπατρίδης ἐτύγχανεν· οὐ γὰρ ἐδέχετο τοὺς εὐπατρίδας ὁ ομιλος. κατὰ γὰρ τῶν εὐπατριδῶν ἑλόμενοι τοὺς δημάρχους, καὶ πρὸς τοσαύτην δύναμιν προσαγαγόντες, ἐδεδοίκεσαν μή τις αὐτῶν τῇ ἰσχύϊ ἐς τοὐναντίον κατ' αὐτῶν χρήσηται. εἰ δέ τις τὸ τοῦ γένους ἀξίωμα ἐξωμόσατο καὶ πρὸς τὴν τοῦ πλήθους μετέστη νόμισιν, ἀσμένως αὐτὸν προσεδέχοντο. καὶ συχνοὶ τῶν σφόδρα εὐπατριδῶν ἀπείπαντο τὴν εὐγένειαν ερωτι τοῦ μέγα δυνηθῆναι, καὶ ἐδημάρχησαν. Ουτω μὲν ουν ἡ τῶν δημάρχων δυναστεία συνέστη. οις καὶ ἀγορανόμους δύο προσείλοντο, οιον ὑπηρέτας σφίσιν ἐσομένους πρὸς γράμματα. πάντα γὰρ τά τε παρὰ τῷ πλήθει καὶ τὰ παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ γραφόμενα λαμβάνοντες, ωστε μηδὲν σφᾶς τῶν πραττομένων λανθάνειν, ἐφύλασσον. τὸ μὲν ουν ἀρχαῖον ἐπὶ τούτῳ ᾑροῦντο καὶ ἐπὶ τῷ δικάζειν, υστερον δὲ καὶ αλλ' αττα καὶ τὴν τῶν ὠνίων ἀγορὰν ἐπετράπησαν, οθεν καὶ ἀγορανόμοι τοῖς ἑλληνίζουσιν ὠνομάσθησαν. 2.133 ̔Η μὲν ουν στάσις ἡ πρώτη ουτω τοῖς ̔Ρωμαίοις κατέπαυσεν· ἐκ δὲ τῶν περιοίκων σφίσι διὰ τὴν στάσιν πολλῶν κατ' αὐτῶν κινηθέντων, μετὰ τὴν σύμβασιν ὁμονοήσαντες ἐρρωμένως τοὺς ἐξ ἐκείνων πολέμους διήνεγκαν καὶ πάντας ἐνίκησαν. οτε καὶ Κοριόλους πολιορκοῦντες ἐκπεσεῖν καὶ τοῦ στρατοπέδου μικροῦ ἐκινδύνευον, εἰ μὴ Γναῖος Μάρκιος εὐπατρίδης ἀνὴρ ἠρίστευσε καὶ τοὺς ἐπιόντας ἀπώσατο· ος διὰ τοῦτο αλλως τε ἐδοξάσθη καὶ Κοριολᾶνος ἐκ τοῦ εθνους ου ἐτρέψατο ἐπεκλήθη. καὶ τότε μὲν ουτως ηρθη, οὐ πολλῷ δ' υστερον στρατηγῆσαι σπεύδων καὶ μὴ τυχών, ἠγανάκτησε κατὰ τοῦ ὁμίλου, καὶ τοὺς δημάρχους ἐβαρύνετο. οἱ ουν δήμαρχοι, ους καταλῦσαι ἐγλίχετο, αἰτίας τινὰς κατ' αὐτοῦ συμφορήσαντες τυραννίδος αὐτῷ προσῆψαν αἰτίαμα καὶ τῆς ̔Ρώμης ἐξήλασαν. ἐκπεσὼν ουν τοῖς Οὐολούσκοις εὐθὺς προσεχώρησεν. ων οἱ μὲν πρῶτοι καὶ οἱ ἐν τοῖς τέλεσιν αὐτῶν οντες εχαιρόν τε αὐτῷ καὶ αυθις πρὸς πόλεμον ἡτοιμάζοντο, ̓Αττίου Τουλλίου πρὸς τοῦτον ἐρεθίζοντος απαντας· ὁ δὲ ομιλος ἀπρόθυμος ην. ὡς ουν ουτε παραινοῦντες ουτ' ἐκφοβοῦντες αὐτοὺς οἱ δυνατοὶ κινῆσαι πρὸς οπλων αρσιν ἠδύναντο, τοιόνδε τι ἐμηχανήσαντο. ἱπποδρομίαν τῶν ̔Ρωμαίων ἀγόντων αλλοι τε τῶν προσχώρων αὐτοῖς καὶ Οὐολοῦσκοι πλήθει πολλῷ κατὰ θέαν συνήλθοσαν. ὁ δὲ Τούλλιος τοὺς τῶν ̔Ρωμαίων στρατηγοὺς επεισεν, ὡς εὐνοῶν δῆθεν αὐτοῖς, τοὺς Οὐολούσκους φυλάσσεσθαι, παρεσκευασμένους ἐπιθέσθαι σφίσιν ἀνελπίστως ἐν τῇ ἱπποδρομίᾳ. οἱ δὲ στρατηγοὶ καὶ τοῖς αλλοις τὸ μήνυμα κοινωσάμενοι τοὺς 2.134 Οὐολούσκους αὐτίκα πρὸ τοῦ ἀγῶνος απαντας ἐξεκήρυξαν. οἱ δὲ δυσανασχετοῦντες οτι μόνοι ἐκ πάντων ἐξελήλαντο, ετοιμοι πρὸς μάχην ἐγένοντο. καὶ προστησάμενοι τὸν Κοριολᾶνόν τε καὶ τὸν Τούλλιον ἐπὶ τὴν ̔Ρώμην, καὶ τοὺς Λατίνους προσειληφότες, πλήθει ἐχώρησαν πλείονι. ο οἱ ̔Ρωμαῖοι πυθόμενοι πρὸς τὰ οπλα μὲν οὐκ ἐρρώσθησαν, ἐν αἰτίαις δ' ἀλλήλους πεποίηντο, οἱ μὲν τοῦ ὁμίλου τοὺς εὐπατρίδας οτι ἐξ αὐτῶν ὁ Κοριολᾶνος τυγχάνων μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα στρατεύοιτο, οἱ δὲ τὸν ομιλον οτι μὴ ἐνδίκως αὐτὸν ἐξελάσαντες πολέμιον πεποιήκασιν. ουτω δὲ στασιάζοντες ἐς μέγα τι κακὸν ἐνέπεσον αν, εἰ μὴ αἱ γυναῖκες αὐτοῖς ἐπεκούρησαν. ὡς γὰρ ἡ γερουσία κάθοδον τῷ Κοριολάνῳ ἐψηφίσατο, καὶ ἐπὶ τούτῳ πρέσβεις πρὸς ἐκεῖνον ἐστάλησαν, ἐκεῖνος καὶ τὴν χώραν τοῖς Οὐολούσκοις ἀποδοθῆναι ἀπῄτει ης ἐν τοῖς πρὶν πολέμοις ἐστέρηντο. τὸ δὲ πλῆθος τῆς χώρας οὐ μεθίετο. πάλιν ουν ἑτέρα πρεσβεία. ὁ δὲ