247
̓Ιόβας· ̓Ιόβακχος· ̓Ιοβάτης· ̓Ιοβιανόσ. ὀνο ματα κύρια. ̓Ιόδδασ. κύριον. ̓Ιόεντα. τὰ μέλανα. ἰόεντα σίδηρον. ὡς καί· ἰοειδέα πόντον. iota.1113 ̓Ιοθόρ. κύριον. ουτος ην πενθερὸς τοῦ Μωυσέως. Ιονθοσ. ἡ πρώτη εκφυσις τῶν τριχῶν. ἀπὸ τοῦ ἰέναι καὶ ἀνθεῖν. ̓Ιορδάνησ. ποταμός. ἐκλήθη δὲ ̓Ιορδάνης διὰ τὸ συμμίγνυσθαι δύο αμα ποταμοὺς, Ιορ καὶ ∆άνην. ̓Ιόρτιοσ. κύριον. ̓Ιόλαοσ. κύριον. καὶ ̓Ιόλεως. Ιουλοσ. ἡ πρώτη τοῦ γενείου βλάστησις. καὶ ὁ ἐν ταῖς ἀμπέλοις σκώληξ. ̓Ιούδασ. κύριον. ἐγένοντο τούτῳ τρεῖς παῖδες, ὁ Ειρ, ὁ ̓Αννὰν, καὶ ὁ Σηλώμ. ἑρμηνεύεται δὲ ̓Ιούδας ὁμολόγησις. ̓Ιόσ. τὸ βέλος. παρὰ γὰρ τὸν ἰὸν τοῦ οφεως γίνεται ἰὸς, τὸ βέλος. καὶ γὰρ εχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ οφεως, ινα τιτρωσκόμενος τὶς εὐθέως ἀναιρεθῇ. παρὰ τὸ ἰέναι ποιεῖν τοὺς τιτρωσκομένους εἰς ᾳδην. ̓Ιοδόκος καὶ ἰοδόκη. ἡ βελοθήκη. ̓Ιοκάστη· ̓Ιόλη. κύρια. ̓Ιόπη. δι' ἑνὸς π καὶ ι. εστι δὲ πόλις Παλαιστίνης. συστέλλει δὲ τὸ ι. ειρηται δὲ Αἰθιοiota.1114 πία τις ουσα· κατεῖχον γὰρ αὐτὴν Αἰθίοπες. ουτως γὰρ ευρον ἐγώ. ̓Ιότησ. βουλή. γνώμη, φροντίς. ἀπὸ τοῦ ἰοῦ, τοῦ βέλους, ηγουν ἀπὸ τοῦ ιεσθαι καὶ εἰς πάντα ἰέναι. ἀλλήλων ἰότητι- καί· μὴ δι' ἐμὴν ἰότητα-. ̓Ιουλόπεζοι. μεταφορικῶς. αἱ πολύκωποι νῆες. ἀπὸ τοῦ ἰούλου, τοῦ πολύποδος ζώου, τοῦ πολλοὺς καὶ πυκνοὺς εχοντος πόδας. ὁμοίως καὶ ἡ πρώτη ἐξάνθησις κατὰ τὰς παρειὰς ιουλος λέγεται ἀπὸ ἰούλου ζώου. ̓Ιουδήθ. κύριον. ̓Ιοχέαιρα. Αρτεμις. ἡ τοῖς ἰοῖς χαίρουσα. η παρὰ τὸ χέειν τοὺς ἰούς· ο ἐστι τὰ βέλει· τοξότης γάρ ἐστι. ἰοχέαιρα καὶ ἡ φαρέτρα ἡ ὑποδεχομένη τὰ βέλη. ̓Ιοστέφανοι. λιπαραί. Πίνδαρος· ἰοστέφανοι ̓Αθῆναι. ̓Ιόνιον πέλαγοσ. ὁ νῦν ̓Αδρίας. καὶ ̓Ιόνιος κόλ πος. iota.1115 Ιον. παρὰ τὸ ἀνιέναι ταχύ. ̓Ιορδάνεια ῥεῖθρα. δίφθογγον. ποτάμια δὲ νάματα, ι. ̓Ιοῦσαν. πορευομένην. ̓Ιού. ἀντὶ τοῦ οιμοι καὶ φεῦ μοι. ̓Ιοῦ ἰοῦ. ἐπὶ χαρᾶς. περισπᾶται. Τὸ Ι μετὰ τοῦ Π. ( ̓Αρσενικόν.) ̔Ιππαλεκτρυόνοσ. ειδος ζώου. Ιπεσ. σκώληκες λυμαντικοὶ ξύλων καὶ καρπῶν. ὁ ιψ, τοῦ ἰπός. Ιππειος ζυγόσ. ̔Ιππημολγόσ. ὁ τοὺς ιππους ἀμέλγων. ̔Ιππίας καὶ ̔Ιππιόθων. ὀνόματα κύρια. ̔Ιππιοχάρμην. τὸν χαίροντα τὴν ἱππικὴν, η ἱππόμαχον. χάρμη γὰρ ἡ μάχη. iota.1116 Ιπνος καὶ ἰπνόσ. ὁ φοῦρνος. κυρίως ἡ κάμινος. καταχρηστικῶς δὲ ἡ ἐσχάρα. η τὸ μαγειρεῖον. η καπνοδόκη. ̔Ιππόβοτος τόποσ. ὁ μεγάλην γῆν εχων, δυνάμενος ιππους τρέφειν. ̔Ιππόδαμοι. εἰς ιππους ἀναστρεφόμενοι. Ιπποσ. παρὰ τοῖς ποσὶν ιεσθαι. ιπτασθαι, ο ἐστι πέτεσθαι. ̔Ιππότησ. ὁ ἱππεὺς, ὁ ὀχούμενος τῷ ιππῳ. ̔Ιπποφορβόσ. ὁ ἱπποτρόφος. φορβὴ γὰρ ἡ τροφή. Ιππερωσ. ιππων ερως. (Θηλυκόν.) Ιποσ. ἡ τῶν μυῶν παγίς. ̔Ιππαγωγούσ. τὰς ιππους καὶ ανδρας ἀγούσας ναῦς. ̔Ιππαφέσεων. τῆς ἀφετηρίας, ο ἐστι τοῦ καγκέλλου. iota.1117 ̔Ιππεία. ἡ ιππευσις. καὶ ἱππεία φάτνη καὶ οὐρά. καὶ ἱππεία ̓Αθηνᾶ. ̔Ιππείων ὁπλέων. τῶν ὀνύχων τῶν ιππων. Ἱπποσύνη. ἡ περὶ τοὺς ιππους ἐμπειρία. η ἐπιστήμη ἱππική. εγχεΐ θ' ἱπποσύνῃ τε-. Ιππουριν. ἐξ ἱππείων τριχῶν λόφον εχουσα. λόφος δὲ τὸ προνεῦον τῆς περικεφαλαίας ἀνάστημα καταπλήξεως χάριν καὶ κόσμου ον. ̔Ιππαρχία. δύο ταραντιναὶ ἱππέων ἀνδρῶν ˉιˉη. ̔Ιππάκη. τυρὸς ιππειος. Ιππευμα. πορείαν. ̓Αριστοφάνης· ὡς μακρὸν ιππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύουσ' αἰθέρος-. iota.1118 Ιππειον κράτοσ. ἡ τοῦ ιππου ἰσχύς. καὶ ιππειον θράσος. ̔Ιππήλατον. εὐρύχωρον, πλατύ. ἱππήλατον πεδίον διώδευον. Ιπνια. τὰ ἀποκαθάρματα τοῦ φούρνου. η τὰ πρὸς καῦσιν ἐπιτήδεια. λέγει δὲ Καλλίμαχος καὶ κόπρον τῶν ζώων· σὺν δ' αμυδις φορυτόν τε καὶ ιπνια λύματ' αειρεν. ̔Ιποκάμισον. ..... ̔Ιππάζεται. οὐχ ἁπλῶς τὸ περὶ ἱππικὴν εχειν, ἀλλ' ἐφ' ἑνὸς ιππου ὀχεῖσθαι, ον νῦν κέλητα καλοῦσιν. Ιππευε. ιππων φρόντιζε. ̓Ιπούμενοσ. ἀναγκαζόμενος, πιεζόμενος. ̓Αριστοφάνης· ἰπούμενος ταῖς συμφοραῖς. iota.1119 παρὰ γὰρ τὸ ιπος, ο σημαίνει τὴν παγίδα, γέγονεν ἰπῶ καὶ ἰπούμενος. ιπος δὲ σημαίνει τὴν παγίδα τῶν μυῶν. καὶ τοῦτο γὰρ τὸ ειδος φθαρτικόν ἐστιν αὐτῶν. Ιπτω. τὸ βλάπτω. μέγα δ' ιψαο λαὸν ̓Αχαιῶν. ̓Ιπῶ. τὸ θλίβω. Τὸ Ι μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) Ιρηξ. ὁ ἱέραξ. ̔Ιρῆασ. τοὺς