247
ΤΙΤΛ. Ηʹ. -Περὶ προφητῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ παῤῥησίας. «Εἶπε Σαμουὴλ πρὸς Σαούλ· Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν
ἐντολὴν, ἣν ἐνετείλατό σοι Κύριος, καὶ νῦν βασιλεία σου οὐ στήσεται.» «Ἐγένετο ὡς ἤκουσεν Ἀχία φωνὴν ποδῶν, εἶπεν· Εἴσελθε, γυνὴ Ἱεροβοάμ. Ἐγώ εἰμι ἀπόστολος πρὸςσὲ σκληρός.» «Εἶπεν Ἀχαὰβ πρὸς Ἠλιοῦ· Εἰ σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραήλ; καὶ εἶπεν Ἠλιοῦ· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραὴλ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου, τοῦ καταλιμπάνειν ὑμᾶς Κύριον, καὶ πορεύεσθαι ὀπίσω τῶν Βααλίμ.» «Ἐλάλησε Κύριος πρὸς Ἠλιοῦ, καὶ εἶπεν· Κατάβηθι, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν. Καὶ ἀνέστη Ἠλιοῦ, καὶ κατέβη μετ' αὐτῶν· καὶ εἶπεν Ἠλιοῦ· Τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐξαπέστειλας ἀγγέλους ζητῶν ἐν τῷ Βαὰλ μυῖαν θεὸν Ἀκκαρὼν, οὐχ οὕτως. Ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ' αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. Καὶ ἀπέθανε κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε διὰ Ἠλιοῦ.» «Εἶπεν Ἑλισσαιὲ πρὸς τὸν βασιλέα Ἰσραήλ· Τί ἐμοὶ καὶ σοί; ∆εῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ τῆς μητρός σου. Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ· Μὴ ὅτι κέκληται Κύριος τοὺς τρεῖς βασιλεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ; Καὶ εἶπεν Ἑλισσαιέ· Ζῇ Κύριος τῶν δυνάμεων, ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρὸς σὲ, καὶ εἶδόν σε.»
ΤΙΤΛ. Θʹ. -Περὶ προαιρέσεως καὶ διαθέσεως· καὶ ὅτι τὴν προαίρεσιν ἐπὶ πᾶσιν
ἐξετάζει ὁ Θεός. «Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν
κλητοῖς οὖσι.» «Καθίσας ὁ Ἰησοῦς ἀπέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς οἱ ὄχλοι βάλλουσι χαλκὸν εἰς τὰ δῶρα τοῦ Θεοῦ· καὶ οἱ πλούσιοι ἔβαλλον πολλά. Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ, ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλέον πάντων ἔβαλε τῶν βαλόντων εἰς τὸ γαζοφυλάκιον. Πάντες γὰρ ἐκ τοῦ περισσεύματος αὐτῶν ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς, πάντα ὅσα εἶχεν, ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.» «Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοι 96.241 χεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Ἐπαινοῦμεν τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ὑπό τινος ἀνάγκης ἐξειργομένους Ὅπου γὰρ προαίρεσις ἑτοίμη, τὸ κωλύον οὐδέν· ἡ προθυμία ὑπαρχέτω, καὶ τὸ ἐμποδίζον οὐκ ἔσται. Παρὰ τῷ δικαίῳ κριτῇ, καὶ ὑπὲρ τοῦ μόνου προελέσθαι τὰ δέοντα, οὐκ εὐκαταφρόνητοι οἱ ἀφωρισμένοι μισθοί. Αἱ τοῦ σώματος πράξεις ὑπὸ πολλῶν διακόπτονται· ὁ δὲ κατὰ πρόθεσιν ἁμαρτάνων, τῷ τάχει τῶν νοημάτων συναπαρτιζομένην ἔχει τὴν ἁμαρτίαν. Τὸ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ τῇ ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος μετρεῖ Θεὸς τὴν ἐπίδοσιν. Πλουσίαν, οὐ τὴν δόσιν, ἀλλὰ τὴν προαίρεσιν λογίζεται, ὁ παιδεύων τὴν ψυχὴν Κύριος. Θυσία τῷ Θεῷ, γνώμη ἀγαθή.
ΤΙΤΛ. Ιʹ. -Περὶ παρθενίας, καὶ σωφροσύνης, καὶ γάμου σεμνοῦ.
«Εἶπεν Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» «Εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναῖκα ἀνδρὸς ἑτέρου, εἰ δὲ ἐγκάθητος ἐγενόμην ἐπὶ θύραις οἴκων αὐτῆς, ἀρέσῃ ἄρα καὶ ἡ γυνή μου ἄλλῳ. «Παρὰ Κυρίῳ ἁρμόζεται γυνὴ ἀνδρί» «Συνευφραίνου μετὰ γυναικὸς τῆς νεότητός σου. Ἔλαφος φιλίας, καὶ πῶλος τῶν χαρίτων ὁμιλείτω σοι· ἡ δὲ ἰδία ἡγείσθω σοι ἐν παντὶ καιρῷ. Ἐν γὰρ τῇ ταύτης