247
ἐπιτηδεύμασιν αὐτῶν." Εἰς ἀκολασίαν ἐξοκεί λαντες πάλιν, καὶ ταῖς τῶν Μωαβιτῶν μιγνύμενοι γυναιξὶ, μετέμαθον τὴν ἐκείνων ἀσέβειαν. Βεελφε γὼρ δέ ἐστιν εἴδωλον παρ' ἐκείνοις τιμώμενον. καὶ Φεγὼρ μὲν ἐκαλεῖτο τοῦ εἰδώλου ὁ τόπος, Βάαλ δὲ τὸ εἴδωλον. Τοῦτον δέ φασι Κρόνον καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ. Θυσίας δὲ νεκρῶν καλεῖ τὰς κα λουμένας παρ' Ἕλλησι χοὰς, ἃς τοῖς νεκροῖς προσ φέρειν εἰώθασι· καὶ αὐτοὺς δὲ τοὺς καλουμένους θεοὺς νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσαγορεύσας. "Καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις." Πάλιν γὰρ ἕτερον αὐτοῖς ἐπήγαγε θάνατον. λʹ, λαʹ. "Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιο σύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος." Τὴν θραῦσιν ὁ Σύμμαχος πληγὴν εἴρηκε. ∆ιδάσκει δὲ καὶ τοῦτο ἡ ἱστορία· τὸν γὰρ Ζαμβρὴν μιχθῆναι τῇ Μαδιανίτιδί τινι προφανῶς ἀνασχόμενον δόρατι χρησάμενος συνανεῖλε τῇ γυναικί. Τὸν τούτου ζῆ λον ἀποδεξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ τοῖς ἄλλοις ἐπαγομένην τιμωρίαν ἐκώλυσεν. λβʹ, λγʹ. "Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀν τιλογίας, καὶ ἐκακώθη Μωσῆς δι' αὐτούς. Ὅτι παρ επίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὑτοῦ." Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες, μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξ ῄτησαν. Ὁ δὲ καὶ τῇ ἀθυμίᾳ τοῦ πένθους βαλλόμενος, καὶ τούτων ἀκρασίαν θεώμενος, θυμῷ καὶ λύπῃ περισχεθεὶς, οὐ μετὰ τῆς συνήθους ἁρμονίας τῷ θείῳ προστάγματι διηκόνησεν· ἀλλ' ἀμφιβολίαν τινὰ τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν ἐπάταξε, καὶ τὸ ὕδωρ ἐξήγαγε. Τοῦτο γὰρ δηλοῖ τὸ "∆ιέστειλεν ἐν 80.1732 τοῖς χείλεσιν αὑτοῦ," ἀντὶ τοῦ, οὐκ ἀναμφιβόλως λόγοις ἐχρήσατο. Εἶπε γάρ· "Φησὶ Μωσῆς πρὸς αὐ τοὺς, Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ;" Τούτου χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, οὐδ' αὐτῷ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀπέδωκε γῆν· ἀλλὰ τὸν μὲν ἐκέλευσε δέξασθαι τοῦ βίου τὸ τέ λος· δι' Ἰησοῦ δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχε σιν. Καὶ δοκεῖ μὲν ταύτην αὐτῷ τιμωρίαν ἐπιτεθει κέναι τῶν ὅλων ὁ πρύτανις· ἕτερα δὲ οἰκονομῶν ἐπραγματεύσατο τοῦτο. Πρῶτον μὲν γὰρ, τῶν Ἰου δαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι' αὐτοῦ πᾶ σαν τὴν ὑπόσχεσιν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν. Οἱ γὰρ εἰκόνα μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυ μάτων ὑπουργῷ γενομένῳ; ∆ιά τοι τοῦτο καὶ τὸν τάφον αὐτοῦ λαθεῖν πεποίηκεν ὁ Θεός· πρὸς δὲ τοῦτο, καὶ τῆς νομοθεσίας ἠβουλήθη δεῖξαι τὸ πρόσκαιρον ἀπὸ τῶν αὐτῷ τῷ νομοθέτῃ συμβάντων. Εἰ γὰρ ὁ νομοθέτης τῆς ἐπηγγελμένης οὐκ ἀπήλαυσε γῆς, συνιδεῖν ἐντεῦθεν ῥᾴδιον, ὡς οὐδὲ αὐτοὶ ταύτης ἀπολαύσωσιν ἐπὶ πλεῖστον τῆς προμηθείας. Οὕτω τὰ κατὰ τὴν ἔρημον διηγησάμενος, τὴν ἐν τῇ γῇ τῆς ἐπαγγελίας γεγενημένην αὐτῶν ἐλέγχει παρανο μίαν. λδʹ-λʹ. "Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύ ριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. Καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον." Τὴν γὰρ ἐπι μιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε κοινωνίαν, τῇ ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρ πὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ χεῖρον προ αναστέλλων. Ἀλλ' ὅμως οὗτοι καὶ ἐν τούτῳ τὸν θεῖον παραβαίνοντες νόμον, οὔτε τὰ δυσσεβῆ ἐξωλόθρευσαν ἔθνη, οὔτε τὴν πρὸς αὐτὰ ἔφυγον κοινωνίαν, ἀλλὰ τὴν πονηρὰν αὐτῶν πολιτείαν ἐζήλωσαν. λζʹ-λθʹ. "Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγατέρας αὑτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι. Καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν." Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευταῖον κατέλιπον· ποίαν γὰρ δυσσεβείας ὑπερβολὴν καταλείπει τὸ αἵ μασιν υἱῶν καὶ θυγατέρων μολῦναι τὴν γῆν, καὶ τοῖς αἱμοβόροις δαίμοσι τὰς τούτων θυσίας προσ ενεγκεῖν; Τῷ Θεῷ μὲν γὰρ οὐδὲ τὰ νενομισμένα προσ έφερον· τοῖς δὲ εἰδώλοις καὶ τὰς τῶν παίδων σφαγάς. "Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν." Πορνείαν ἐνταῦθα οὐ τὴν ἀκολασίαν μόνον, ἀλλὰ καὶ τὴν τῶν εἰδώλων λατρείαν καλεῖ.