247
ἧκεν, ἐκίνησεν τὰς τοιαύτας ὁμιλίας, ἔτι, ὃ οὐδ' ἅπαξ ἐποίησεν ἐν τῇ φυλακῇ, ἐπέδωκεν πιεῖν. ἔλαβον δαχθείς, ἔπιον κατασφραγίσας τρὶς (ἐφοβήθην τὸ δρᾶμα· οὐά, κατὰ βραχύ, ἀνεπαισθήτως κατασπᾷ), συνῆρα λόγον περὶ ἀληθείας. ὠτρύνθη κἀκεῖνος, ἀντετοξεύσαμεν χρήσεσιν ἀλλήλους, αὐτοῦ μὲν ἀποστομίζοντος χλευαστικῶς κἀμοῦ ὑφειμένως ἐρχομένου ἔν τισιν διὰ τὸ ἀποτείνεσθαι τοὺς λόγους πρὸς τὸν βασιλέα καὶ τὸ μὴ ταραχῇ καταδιαστῆναι ἀλλήλων, ἐπειδὴ καὶ πρότασίν μου προτείναντος ἠπόρησεν. καὶ εἶπον· "4βλασφημία τίς αὕτη; ὁ πατὴρ καὶ τὸ πνεῦμα κεκοινώνηκεν ἐν οἷς ἔδρασεν ἀνθρωπίνως ὁ Χριστός, ναὶ ἢ οὔ;"5 ὁ δὲ κατένευσεν καὶ διισχυρίζετο οὕτως ἔχειν. διά τοι ταῦτα ἡ ὕφεσις καὶ ἡ ὡς ἐν μάχῃ διάστασις. ὁ δὲ ἐξελθών φησιν· "4ἐδόκουν ὅτι ᾔδει τι· οὐδόλως, ἀλλὰ καὶ ἀπεστομάτισα αὐτόν"5. ἐγὼ δὲ ἔγνων μὲν αὐτὸν ἄλογον ὅτι μάλιστα σὺν ἀσεβείᾳ, ἓν δὲ ἐζήτησα, τὴν ὑπόκρισιν ἀποθέσθαι με καὶ ἄλλο πρόσωπον ἐπιδεῖξαι, ὡς δεῖ πρὸς ἀσεβάρχην· ἐπεὶ οὐ θεμιτὸν εἰς ὕας βάλλειν τοὺς μαργαρίτας. ἐντεῦθεν ἡ πολλὴ ἀσφάλεια καὶ παραγγελία τοῦ μὴ ἰδεῖν ἡμᾶς ἄνθρωπον, κἂν ἄλλως οἰκονομῇ θεός. Ταῦτα, εἰ καὶ παρεκβατικώτερον, ὅμως ἀναγκαίως εἴρηται πρὸς τὸ θερμῶς αἰτεῖσθαί σε ῥυσθῆναι ἡμᾶς ἀπὸ τῆς ἐνέδρας τοῦ ἀσεβοῦς. ὁ ἀδελφός σου προσαγορεύει σε. 408 {1Θεόδωρος ἁμαρτωλὸς μοναχὸς τοῖς πνευματικοῖς μου πατράσι καὶ ἀδελφοῖς, ὁμολογήσασι καὶ ἐναθλοῦσιν ἐν εἱρκταῖς, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆσ}1 Ἀκηκοώς, ὦ τριπόθητοι, τὸ μαρτύριον τῆς καλῆς ὑμῶν ὁμολογίας ὑπὲρ Χριστοῦ ὕμνησα, ἐδόξασα θεὸν τὸν καλέσαντα ὑμᾶς ἐκ τῆς ἀλλοδαπῆς ἐν τῇ βασιλίδι τῶν πόλεων οἱονεὶ ἄρνας λογικοὺς αἷμα κενῶσαι εἰς ὀσμὴν εὐωδίας αὐτῷ, φῶς τῶν ἐν σκότει τῆς αἱρετικῆς νυκτομαχίας· εἶτα ἐπιθυμίᾳ ἐπεθύμησα ὁ ταπεινὸς ἰδεῖν ὑμᾶς τοὺς ἀθλητὰς καὶ περιπτύξασθαι ἕνα καθ' ἕνα, πόθῳ διαπύρῳ ἑλκόμενος. ἀλλ' ἐπειδὴ τοῦτο σωματικῶς ἀδύνατον, διὰ τοῦ γράμματος ἁρπαγεὶς καὶ μέσος ἑστὼς καὶ ἀσπάζομαι τὰ ἅγια ὑμῶν ἴχνη καὶ φιλῶ φιλήματι ἁγίῳ τὰ ἱερὰ ὑμῶν πρόσωπα. ὦ καλοὶ στρατιῶται Χριστοῦ, ὡς ἀπ' οὐρανίου στρατολογίας κεκλημένοι· ὦ ἀστέρες φαεινοί, ἐν νυκτὶ ἀσεβείας διαυγάζοντες ὀρθοδοξίαν, ὑπὲρ χρυσίον τιμαλφέστεροι, ὑπὲρ σμαράγδων καὶ μαργάρων ἐκλαμπρότεροι. πολλοῖς ὑμᾶς ὀνόμασι καταστέφειν ἀξιολόγως ἐφιέμενος οὐ παραχωροῦμαι, τῷ μέτρῳ τῆς ἐπιστολῆς στενοχωρούμενος, ἑνὶ δὲ λόγῳ τὸ πᾶν περιλαβὼν λέγοιμι ὅτι τὸ μαρτύριον ὑμῶν ἰσοστάσιον τοῖς ἄνω μαρτυρίοις, ἐπείπερ τηλαυγῶς Χριστὸν ὁμολογεῖ ὁ τὴν εἰκόνα Χριστοῦ ὁμολογῶν δέχεσθαι, ὡς καὶ τὸ τῆς ἀρνήσεως ἔχει· ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς ὁ Μέγας Βασίλειος ἔφη, καὶ τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται, ὡς αὖθις ∆ιονύσιος ὁ πάνσοφος εἶπεν. καὶ ἐπεὶ Χριστὸς ἄνθρωπος τέλειος, μηδὲν ἐλλελοιπὼς τῶν ἐν ἀνθρώπῳ θεωρουμένων, ἔχει τὸ ἐξεικονίζεσθαι ὡς πᾶς ἄνθρωπος, ὥσπερ ἔχει τὸ μὴ περιγράφεσθαι, καθὸ καὶ θεὸς ὁ αὐτὸς τέλειος. εἰ δ' οὐκ ἐγγράφοιτο σωματικῷ χαρακτῆρι, οὔ τί που ἄνθρωπος· σημεῖον γὰρ πρῶτον καὶ ἄληθες ὅτι ἄνθρωπος, εἰ ἐξεικόνισται. καὶ οὔπω λέγω περὶ τῆς δεσποίνης τοῦ παντὸς Θεοτόκου καὶ ὅλων συλλήβδην τῶν ἁγίων, ὧν ἀθέτησις ἡ τῶν σεπτῶν αὐτῶν εἰκόνων ἀναίρεσις· ἀλλ' ὁ συνιῶν συνιεῖ καὶ ὁ ἀθετῶν ἀθετεῖ ὀλεθρίως, τοῖς λογίοις ἀντιφθεγγόμενος, καὶ ἡ ἐξουσία δρᾷ ἀεὶ ἐξουσιαστικῶς. καὶ οἱ τοῦ θεοῦ ὀλίγοι, εἰ καὶ πάντες πλάσματα, καὶ τέλος τῇ θεοκλήτῳ πέτρᾳ ἄνωθεν καὶ ἐξ ἀρχῆς πύλαι ᾅδου προσρήγνυνται, ἀλλ' οὐδαμῶς κατίσχυσαν οὐδ' ἂν κατισχύσωσιν αὐτῆς, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. ∆ιό, πατέρες μου καὶ ἀδελφοί, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε ἐν Κυρίῳ. οἱ χοροὶ τῶν μαρτύρων πρὸς ἑαυτοὺς ὑμᾶς ἐκκαλοῦνται, τῶν ὁμολογητῶν ὡσαύτως. ταῦτα ὡς ἐν ὀλίγοις, συνάπτοντες ὑμῖν ἑαυτοὺς οἱ ἐλάχιστοι καὶ ἀπόντες τῷ πνεύματι, ὡς ἂν γνοίητε ὅτι ἔχετε μέλος ἔσχατον ὧδέ που περιωρισμένον ἐπὶ τῇ αὐτῇ ὁμολογίᾳ καὶ αἰτοῦν ὑμᾶς συλλαμβάνειν ἐν ταῖς ἁγίαις