248
ὑποδῦναι καὶ συνεῖναι τοῖς ἐν ᾅδου, 2.154 ἢ τοιαῦτα ἀνασχέσθαι. ἀλλ' οἱ μὲν αὐτίκα, ὅση δύναμις παρείη, πολεμήσομεν ἀναφανδὸν, ὧν ἄρχομεν πόλεων καὶ στρατιᾶς ἕκαστος ἰδίᾳ ποιούμενος· οἱ δὲ φέροντες ἑαυτοὺς ἅμα πόλεσιν, οἱ μὲν Ἀλεξάνδρῳ τῷ Μυσῶν βασιλεῖ, ἄλλοι δὲ Στεφάνῳ ἐγχειρίσομεν τῷ δυναστεύοντι Τριβαλῶν, βέλτιον ἡγούμενοι βαρβάροις ἀνθρώποις μᾶλλον, δυνάσταις δὲ ὅμως, ἢ τοῖς χθὲς καὶ πρώην καταφρονουμένοις ὑφ' ἡμῶν δουλεύειν· ὥστε συμβήσεται ἐκ τούτων οὐ πόλεμος μόνον πρὸς ἀλλήλους ἡμῶν, πάντων ἀγόντων καὶ φερόντων τὰ ἀλλήλων καὶ τῶν ἔξωθεν πολεμίων οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὰ Ῥωμαίων πράγματα διαφθειρόντων, ὅσῳ καὶ τὰ ἀλλήλων ἀκριβέστερον ἴσμεν αὐτοὶ, ἀλλὰ καὶ συμπάσης τῆς Ῥωμαίων κατάλυσις ἡγεμονίας, οὐ πόλεων μόνον πολλῶν καὶ στρατιᾶς, ἀλλὰ καὶ προσόδων μεγάλων ἀποτετμημένων, ἐξ ὧν τὰ πολεμίων μὲν αὔξειν, καίτοι καὶ πρότερον ἀντίῤῥοπα τοῖς ἡμετέροις ὄντα, τὰ Ῥωμαίων δὲ ἐλασσοῦσθαι περιέσται, δέος δὲ, μὴ καὶ παντάπασι διαφθαρῇ καὶ ἡ Ῥωμαίων περιμάχητος καὶ διαβόητος βασιλεία Μυσοῖς ἢ ἄλλοις δή τισι χείροσι βαρβάροις δουλεύσει, τῶν ἔνδον μὲν στασιαζόντων καὶ διαφθειρόντων ἀλλήλους, ὡς ἐνὸν, τῶν ἔξωθεν δὲ ἐπικειμένων πολεμίων καὶ τῷ καιρῷ συμμάχῳ χρωμένων δυνατωτάτῳ. ἃ πάντα δὴ ἐννοοῦντες καὶ τὰ προσδοκώμενα ὀῤῥωδοῦντες δεινὰ, καινὸν μὲν οὐδὲν ἐροῦμεν, οὐδὲ συμβουλεύσομεν· ἃ δὲ 2.155 καὶ αὐτὸς ᾤετο βασιλεὺς κοινῇ λυσιτελεῖν, καὶ περιών τε ἠνάγκαζε ποιεῖν καὶ ἀποθνήσκων συνεβούλευέ τε ἅμα καὶ ἐπέσκηπτε τελευταίας ἐντολάς. τοῦτο δέ ἐστι, βασιλικὴν ἐσθῆτα σὲ ἐνδῦναι καὶ τῶν πραγμάτων ἀνθάπτεσθαι κραταιότερον, ὡς μόνου τούτου τὰς προσδοκωμένας οἵου τε ἐσομένου καταπαύειν συμφοράς. οὐ μόνον γὰρ ἡμεῖς, ὅσοι πάρεσμεν νυνὶ, ἀλλὰ καὶ εἴ τις ἄλλοθί που τῶν περιδόξων καὶ μεγάλα δυναμένων διατρίβει, οὐ μόνον οὐκ ἐπὶ τοῖς γινομένοις ἀγανακτήσει, ἀλλὰ καὶ ἑορτῆς ἡμέραν ἐκείνην, ἐν ᾗ τὰς ἐμφυλίους καταλύεσθαι ἐξέσται στάσεις, νομιεῖ. καὶ πάντες ἀνακηρύξομεν βασιλέα προθυμότατα, οὐ νυνὶ μόνον, ἀλλὰ καὶ τὸν προτοῦ πάντα χρόνον ἄγεσθαι εἰθισμένοι παρὰ σοῦ καὶ τιμὴν καὶ εὔνοιαν, ὅσην βασιλεῖ προσῆκεν, ἢ ὅτι ἐγγυτάτῳ, παρεχόμενοι. αὐτοί τε οἱ τὸν πόλεμον κεκινηκότες, ἐκ τοῦ νομίζειν ῥᾷστα περιγενήσεσθαι, ἂν πολέμιον βασιλεῖ περιαγγείλωσιν, ὁρῶντες ἤδη τὰ πράγματα ἀντεστραμμένα, καὶ μὴ κατὰ νοῦν χωρήσαντα, πολλὰ τῆς ἀβουλίας αὐτοῖς καταμεμψάμενοι, χωρήσουσι πρὸς τὴν εἰρήνην ἀναγκαίως, εἴ γε καὶ ὀλίγα τῆς τῶν ὅλων σωτηρίας μέλει καὶ μὴ παντάπασιν ἐπὶ λύμῃ καὶ φθορᾷ σφῶν τε αὐτῶν καὶ τῶν πραγμάτων πάντα ποιεῖν καὶ πραγματεύεσθαι ἐγνώκασιν. εἰ τοίνυν ἔκ τε ἡμῶν τῶν σοι συνόντων καὶ αὐτῶν τῶν πολεμίων οὐδὲν ἕτερον ἀναφαίνεται σωτήριον τοῖς πᾶσι, βέλτιον, ἡμῖν πειθόμενον, 2.156 ἃ κοινῇ δοκεῖ λυσιτελοῦντα, ὥσπερ τὴν ἀρχὴν ἐπηγγείλω, πράττειν, ἢ τοῖς σφετέροις λογισμοῖς, ἐξ ὧν ὠφέλεια μὲν οὐδεμία, εἴτε ὑπὸ τῶν συκοφαντῶν διεφθαρμένου, εἰθ' ὑπ' ὀργῆς ἀπραγμοσύνῃ συζῇν προελομένου, τοῖς πράγμασι παρέσται· τοὐναντίον δ' ἅπαν, στάσις καὶ ταραχαὶ καὶ χρημάτων ἁρπαγαὶ καὶ φόνοι μυρίοι καὶ ἀνδραποδισμοὶ καὶ ἀναστάσεις πόλεων καὶ τὸ κακῶν ἔσχατον καὶ φοβερώτατον τοῖς γε νοῦν ἔχουσιν, ἡ ὑπὸ βαρβάροις δουλεία, ἣν ἐπιχειρήσουσιν αὐτοὶ, τῷ πρὸς ἀλλήλους ἡμῶν πολέμῳ χρώμενοι συνεργῷ, καταδουλοῦν. ἃ μὲν οὖν ἡμῖν σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις ἅπασιν ἔδοξε λυσιτελεῖν, εἴρηται. σοὶ δ' ὁπότερα ἐξέσται ἑλομένῳ, ἢ τὰς προσδοκωμένας παύειν συμφορὰς, ἢ τὸ συνοῖσον ἰδίᾳ μηχανώμενον, μηδεμίαν περὶ τῶν ἄλλων τίθεσθαι φροντίδα, εἴγε τοῦτο συνοῖσον ἔξεστι φάναι τὸ τοσούτων αἰτιώτατον κακῶν διὰ τήν τινων ἀγνωμοσύνην Ῥωμαίοις ὀφθῆναι ἑκοντί.» τοιαῦτα μὲν καὶ οἱ τῆς συγκλήτου προέχοντες καὶ τῆς στρατιᾶς ἡγεμόνες πρὸς τὸν μέγαν ἀπεκρίναντο δομέστικον. ὁ δὲ τὴν μὲν ἀξίωσιν αὐτῶν ὁρῶν δικαίαν, συνειδώς τε αὐτοῖς ὡς ἀληθῆ καὶ νοῦν ἔχοντα στοχάζονται, καὶ διὰ τοῦτο μηδὲν ἀντιλέγειν ἔχων πρὸς οὕτως ἀπόδειξιν τῆς