248
περιθύμως εφερεν οτι καὶ περὶ τῆς ἑαυτῶν κινδυνεύοντες οὐδ' ουτω τῶν ἀλλοτρίων ἀφίστανται. καὶ τούτων δὲ ἀγγελθέντων αὐτοῖς ουτ' ετι κεκίνηντο ουθ' ὑπὸ τῶν κινδύνων οἱ ανδρες τοῦ στασιάζειν ἐξίσταντο. αἱ δὲ γυναῖκες, η τε γαμετὴ τοῦ Κοριολάνου Οὐολουμνία καὶ ἡ μήτηρ Οὐετουρίνα, καὶ τὰς λοιπὰς τὰς ἐπιφανεστάτας παραλαβοῦσαι, ηλθον ἐς τὸ στρατόπεδον πρὸς αὐτόν, καὶ τὰ παιδία αὐτοῦ ἐπαγόμεναι. καὶ αἱ μὲν αλλαι σιωπῶσαι ἐδάκρυον, ἡ δὲ Οὐετουρίνα "οὐκ ηὐτομολήκαμεν" εφη "τέκνον, ἀλλ' ἡ πατρὶς ἡμᾶς επεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα. καὶ εἰ καὶ νῦν ετι ὀργίζῃ, πρώτας ἡμᾶς ἀπόκτεινον. καταλλάγηθι καὶ μηκέτι ὀργίζου 2.135 τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ῃ ἐγεννήθης καὶ ἐτράφης καὶ τὸ μέγα τοῦτο ονομα Κοριολᾶνος ἐγένου. μή με απρακτον ἀποπέμψῃς, ινα μὴ καὶ νεκράν με αὐτοχειρίᾳ θεάσῃ." ἐπὶ τούτοις ἀνέκλαυσε, καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη "αυτη σε ετεκεν" εφη "τέκνον, ουτοί σε ἐξέθρεψαν." ἡ μὲν ειπε ταῦτα, ἡ δὲ γαμετὴ αὐτοῦ καὶ τὰ παιδία καὶ αἱ αλλαι γυναῖκες συνεθρήνησαν, ωστε κἀκεῖνον εἰς πένθος κινῆσαι. μόλις δ' ἀνενεγκὼν περιέπλεξε τὴν μητέρα, καὶ φιλῶν αμα "ιδε" εφη "μῆτερ, πείθομαί σοι· σὺ γάρ με νικᾷς. καὶ σοὶ πάντες ταύτην τὴν χάριν ἐχέτωσαν· ἐγὼ γὰρ οὐδὲ ἰδεῖν αὐτοὺς ὑπομένω οι τηλικαῦτα παρ' ἐμοῦ εὐεργετηθέντες τοιαῦτά μοι ἀνταπέδωκαν, οὐδ' ἀφίξομαι εἰς τὴν πόλιν· ἀλλὰ σὺ μὲν ἀντ' ἐμοῦ τὴν πατρίδα εχε, οτι τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἀπαλλαγήσομαι." ταῦτα εἰπὼν ἀπανέστη· καὶ οὐδὲ τὴν κάθοδον κατεδέξατο, ἀναχωρήσας δὲ εἰς τοὺς Οὐολούσκους ἐκεῖ γηράσας ἀπήλλαξεν. Οἱ δὲ δήμαρχοι χώραν ἐκ πολεμίων προσκτηθεῖσαν ̔Ρωμαίοις ἀπῄτουν διανεμηθῆναι τῷ πλήθει· οθεν πρὸς ἀλλήλων τε καὶ πρὸς τῶν πολεμίων πολλὰ ἐκακώθησαν. οἱ γὰρ δυνατοὶ μὴ αλλως κατέχειν αὐτοὺς δυνάμενοι, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ιν' αὐτοῖς ἀσχολούμενοι μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσι. χρόνῳ δέ ποτε ὑποτοπήσαντές τινες τὸ πραττόμενον, οὐκ ειων καὶ αμφω τοὺς ὑπάτους η στρατηγοὺς ὑπὸ τῶν δυνατῶν ἀποδείκνυσθαι, ἀλλ' ηθελον καὶ αὐτοὶ τὸν ετερον ἐκ τῶν εὐπατριδῶν αἱρεῖσθαι. ὡς δὲ τοῦτο κατειργάσαντο, προεί2.136 λοντο Σπούριον Φούριον, καὶ μετ' ἐκείνου στρατευσάμενοι πάντα ἐφ' οσα ωρμησαν προθύμως κατέπραξαν. οἱ δὲ τῷ συνάρχοντι αὐτοῦ Φαβίῳ Καίσωνι συνεξελθόντες οὐ μόνον οὐκ ἐρρώσθησαν, ἀλλὰ καὶ τὸ στρατόπεδον ἐκλιπόντες εἰς τὴν πόλιν ηλθον καὶ ἐθορύβουν, εως οἱ Τυρσηνοὶ τοῦτο μαθόντες ἐπεχείρησαν αὐτοῖς. καὶ τότε μέντοι οὐ πρότερον ἐξῆλθον τῆς πόλεως πρὶν τῶν δημάρχων τινὰς συμφρονῆσαι τοῖς δυνατοῖς. ἠγωνίσαντο δὲ προθύμως, καὶ πολλοὺς μὲν τῶν πολεμίων διέφθειραν, συχνοὶ δὲ καὶ αὐτῶν ἀπέθανον· επεσε δὲ καὶ ὁ εις τῶν ὑπάτων ὁ Μάλιος. ὁ δὲ ομιλος στρατηγὸν τὸ τρίτον τὸν Μάλιον ειλετο. Καὶ πόλεμος αυθις αὐτοῖς ἐπενήνεκτο πρὸς τῶν Τυρσηνῶν· ἀθυμοῦσι δὲ ̔Ρωμαίοις καὶ ἀποροῦσι πῶς τοῖς ἐχθροῖς ἀντικαταστῶσιν, οἱ Φάβιοι ἐπεκούρησαν. εξ γὰρ οντες καὶ τριακόσιοι, ὡς ἀθυμοῦντας ειδον αὐτοὺς καὶ μήτε τι βουλευομένους λυσιτελὲς καὶ ἀπογινώσκοντας απαντα, τὸν πρὸς τοὺς Τυρσηνοὺς ὑπεδέξαντο πόλεμον αὐτοὶ δι' ἑαυτῶν προθυμηθέντες μαχέσασθαι καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι. καί τι χωρίον καταλαβόντες ἐπίκαιρον ἐτειχίσαντο, οθεν ὁρμώμενοι πάντα τὰ τῶν πολεμίων ηγον, τῶν Τυρσηνῶν μηδὲ ἐς χεῖρας αὐτοῖς ἰέναι θαρρούντων, εἰ δὲ καί ποτε συμμίξειαν, ἐλαττουμένων παρὰ πολύ. προσλαβόμενοι δὲ καὶ συμμάχους οἱ Τυρσηνοὶ ἐν ὑλώδει χωρίῳ ἐλόχησαν, καὶ ἀφυλάκτους ἐπελθόντας αὐτοῖς τοὺς Φαβίους ὑπὸ τοῦ πάντα νικᾶν περιεστοίχισαν καὶ πάντας ἐφόνευσαν. καὶ παντελῶς τὸ γένος αὐτῶν ἐξέλιπεν αν, εἰ μὴ εις τις οικοι κατελείφθη διὰ νεότητα, ἀφ' ουπερ αυθις εἰσέπειτα ηνθησαν. 2.137 Τῶν δὲ Φαβίων ουτω φθαρέντων οἱ ̔Ρωμαῖοι μάλα παρὰ τῶν Τυρσηνῶν ἐκακώθησαν. ειτα πρὸς μὲν τοὺς πολεμίους σπονδὰς