248
ἱερέας. ̔Ιρόσ. ὁ ἱερὸς κατὰ κρᾶσιν. χῶρος οδ' ἱρὸς, ὡς ἀπεικάσαι, βρύων δάφνης, ἐλαίας, ἀμπέλου· πυκνότεροι δ' εισω-. Ιροσ. πτωχός. πένης. μακρὸν τὸ ἰῶτα. παρὰ τὸ ειρω, τὸ λέγω, ὡς δηλοῖ καὶ ὁ ποιητὴς λέγων· Ιρον δὲ νέοι κίκλησκον απαντες, Ουνεκ' ἀπαγγέλλεσκε κιὼν, οτε πού τις ἀνώγοι. ἀλλ' εστιν εἰπεῖν, ωσπερ ἀπὸ τοῦ ἱερεὺς, ἱρεὺς, κράσει τοῦ ˉι καὶ ˉε εἰς ˉι μακρὸν, ουτω καὶ ἀπὸ τοῦ ἱερὸς γίνεται Ιρος. πολλὰ γὰρ εὑρίσκομεν ὀξύτονα, ατινα γινόμενα κύρια καὶ βαρύνονται. οιον πυρὸς Πύῤῥος· ξανθὸς Ξάνθος· γλαυκὸς iota.1120 Γλαῦκος. ουτως ουν καὶ ἱρὸς Ιρος. καὶ αλλως· τὰ διὰ τοῦ ˉιˉρˉοˉς δισύλλαβα διὰ τοῦ ι γράφονται. οιον Πῖρος, ονομα ποταμοῦ· Κῖρος, κύριον· Μῖρος, ποταμὸς Φρυγίας· Τῖρος, ονομα ποταμοῦ. ουτως ουν καὶ Ιρος. Ιρτιοσ. κύριον. (Θηλυκόν.) ̔Ιρά. ἐκκλησία. καὶ ἱραί. Ομηρος· - ἱράων προπάροιθε- καὶ ἱρῶν μηνίσας παρ' ̔Ομήρῳ. ̔Ιρή. πόλις. Ιρισ. νέφος ὑγρὸν κατὰ εμπτωσιν ἡλίου πεποικιλμένον, ο καλεῖται τόξον. η αὐγαὶ ὑφ' ὑγρῶν νεφῶν ἀνακεκλασμένα. η εμφασις ἡλίου τμήματος η σελήνης ἐν νέφει δεδροσισμένῳ, κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν, ὡς ἐν κατόπτρῳ φανταζομένην, κατὰ κύκλου περιφέρειαν. ἰστέον δὲ, οτι τῆς ιριδος τὸ χλωρὸν ἀέρος σημαντικὸν, τὸ πυῤῥὸν πνευμάτων, τὸ δὲ μελανίζον ὑδάτων. Ιρισ. παρὰ τὸ ῥεῖν καὶ κινεῖν τὸν ομβρον. σημαίνει δὲ καὶ τὸν αγγελον τῶν θεῶν. παρὰ τὸ ειρειν καὶ προλέγειν τὰ μέλλοντα. σημαίνει καὶ ποταμὸν παρὰ ̓Απολλωνίῳ· ποταμὸν ταχύῤῥουν Ιριν. καὶ Ιρις ονομα τόπου. iota.1121 Ιροσ. πόλις Θεσσαλίας. ἀπὸ τοῦ Ιρου τοῦ κτίσαντος αὐτήν. Ιριγγασ. τὰς ἀρτηρίας φησὶν ̔Ιπποκράτης. λέγει δὲ καὶ ὁ Ψελλός· τὰς ἀρτηρίας ιριγγας, τὰ δὲ ὀστᾶ ῥοώδη· ὑπόξηρον τὸ αποξυ, σφάκελος τὸ φλεγμαίνειν. (Οὐδέτερον.) ̔Ιρά. τὰ ἱερά. ̔Ιρεῖον. τὸ θῦμα. Τὸ Ι μετὰ τοῦ Σ. ( ̓Αρσενικόν.) ̓Ισαάκ. κύριον. ἀγαλλίασις ἑρμηνεύεται. Ισακοσ. ὁ ̓Ισαὰκ ἑλληνιστί. ̓Ισακίῳ. ἀνδρείῳ. ̓Ισάγγελοσ. ισος ἀγγέλῳ. iota.1122 ̓Ισθμόσ. θάλασσα, μέσον εχουσα γῆν. πορθμὸς δὲ γῆ ενθεν κᾀκεῖθεν, καὶ μέσον θάλασσα. παρὰ τὸ ισω, ἰσμὸς καὶ πλεονασμῷ τοῦ θ ἰσθμός. η παρὰ τὸ ιημι. ουτως ̔Ηρωδιανός. ̓Ισθμόσ. καὶ ὁ λαιμός. παρὰ τὸ εἰσιέναι παρ' αὐτοῦ τὰ ποτὰ καὶ τὰ βρώματα. ̓Ισσικὸς κόλποσ. ̓Ισκαριώτησ. μνήμη θανάτου ἑρμηνεύεται. Ισκοσ. ὁ κλέπτης. ἐξ ου καὶ ισκω. ̓Ισμαήλ. κύριον. ἑβραϊστὶ ἑρμηνεύεται ὁ μεθ' ἡδονῆς γέλως. ̓Ισοτελεῖσ. ισα τελοῦντες ̓Ισοχειλεῖσ. μέχρι χείλους πεπληρωμένοι. ησαν δὲ κρατῆρες οινου ἰσοχειλεῖς. Ισοσ. ὁ ομοιος. ἰστέον, οτι τὸ ισος ευρηται συνεσταλμένον· ηλασε Κιμμερίω ψαμάθῳ ισον- ουτω Καλλίμαχος. παρὰ τὸ ειδω, τὸ ὁμοιῶ, iota.1123 ὁ μέλλων εισω, ῥῆμα ονομα εισος, καὶ ἀποβολῇ τοῦ ˉε ισος. οὐ μὲν σοί ποτ' ισον εχω γέρας-. ̓Ισουργόσ. ὁ τὰ ισα ἐργαζόμενος. Ἱστοριαγράφον, οὐχ ἱστοριογράφον λέγουσιν οἱ ̓Αττικοί. Ιστροσ. ὁ ποταμὸς ὁ παρ' ̔Εβραίοις Φεισσὼν, παρὰ δὲ ̓Ινδοῖς Γάγγης, παρὰ δὲ Αἰθίοψιν ̓Ινδὸς, παρ' Ελλησι δὲ ∆ανούβιος. ̔Ιστόσ. τὸ κατάρτιον. καὶ ἱστὸς τὸ ἱστάριον. παρὰ τὸ ιστημι. οθεν καὶ στύλος. ἱστὸν ἐποιχομένην- τὸ γὰρ παλαιὸν αἱ γυναῖκες ἑστῶσαι υφαινον. τὸ δὲ ἐποιχομένην, ἐπὶ τὸν ἱστὸν πορευομένην. Ιστωρ. ὁ ἐπ' ακρῳ τῷ ῥυμῷ ἐμπεπηγμένος πάτiota.1124 ταλος. καὶ κλίνεται ιστορος. ιστωρ καὶ ὁ ἐπιστήμων. ἀπὸ τοῦ ειδω, εισω, ῥήματος. ῥηματικὸν ονομα ιστωρ, καὶ κλίνεται ιστορος. καὶ ἐξ αὐτοῦ ἱστορία. Ιστορι. καὶ ἀντὶ τοῦ μάρτυρι η κριτῇ. ̓Ισραήλ. ἑρμηνεύεται νοῦς ὁρῶν τὸν θεὸν, η οστις διὰ πίστεως ὁρᾷ τὸν θεὸν τῷ νοΐ. ̓Ισχυρόσ. ὁ ἰσχύος καὶ δυνάμεως εχων. ̓Ισχυρογνώμων. σκληρὸς, εξαρνος. ̓Ισχνόφωνοσ. λεπτόφωνος. ̓Ισχνόσ. παρὰ τὸ ισχω ἰσχνὸς, πλεονασμῷ τοῦ ν. ουτως Φιλόξενος. ̔Ιστορικόσ. ὁ τὰ πρὸ αὐτοῦ γεγενημένα συγγράφων, ὡς ̔Ηρόδοτος. συγγραφεὺς δὲ ὁ κατὰ τὸν χρόνον αὐτοῦ συγγράφων, ὡς Θουκυδίδης. iota.1125 Ισσοσ. ονομα ποταμοῦ. (Θηλυκόν.) Ισ. ἡ δύναμις, τὰ νεῦρα. Ισσα. †ἡ Μιτυλήνη.† ονομα πόλεως. Ισας δ' ὑσμίνη κεφαλὰς εχον. ἀντὶ τοῦ· η τε τῶν ̔Ελλήνων καὶ τῶν βαρβάρων μάχη ἰσοκέφαλος ην. ̓Ισθμικὴ πίτυσ. αθλον ἐπινίκιον. Ισμαροσ. ἡ νῦν καλουμένη Μαρώνεια. ἀπὸ τοῦ ̓Ισμάρου, τοῦ Αρεως καὶ