248
Ἐπειδὴ γὰρ τῷ Θεῷ συνημμένοι τὴν ἐκείνων θεραπείαν ἠγάπησαν, τὴν δεισιδαιμονίαν εἰκότως πορνείαν ἐκάλεσεν. 80.1733 μʹ-μβʹ. "Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὑτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὑτοῦ. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευ σαν αὐτῶν οἱ μισοῦντες αὐτούς. Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν." Ταῦτα καὶ ἡ τῶν Κριτῶν ἱστορία διδάσκει, καὶ μέντοι καὶ ἡ τῶν Βασιλειῶν συγγραφή. Ποτὲ μὲν γὰρ Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, ἄλλοτε δὲ Ἀμαλακίταις, καὶ Μαδιηναίοις, καὶ Ἀλλοφύλοις παρέδωκε, τῇ παιδείᾳ τὴν ὠφέλειαν καρπούμενος. μγʹ. "Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρ επίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὑτῶν, καὶ ἐταπεινώθη σαν ἐν ταῖς ἀνομίαις αὑτῶν." Ἐπάγων γὰρ τὴν παι δείαν πάλιν μετεδίδου φιλανθρωπίας· οἱ δὲ αὐτὸν τοῖς ἐναντίοις ἠμείβοντο. μδʹ. "Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν." Ταῦτα καὶ αἱ ἱστορίαι διδάσκουσι· καὶ ὅτι ἐδεήθη σαν τοῦ Θεοῦ ἀπὸ τῆς ἀνάγκης ὠθούμενοι· καὶ ὅτι δεηθέντες ἠκούσθησαν. μεʹ. "Καὶ ἐμνήσθη τῆς διαθήκης αὑτοῦ, καὶ μετ εμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέου αὑτοῦ." ∆ιὰ γὰρ τὰς πρὸς τοὺς πατέρας ἐπαγγελίας τὸν ἔλεον ἐχορή γησε· μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦ λαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πά θος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται· ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπ άγει, καὶ φιλανθρωπίαν ὀρέγει. μʹ. "Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς, ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς." Οὕτω τὸν Κύρον κατέθελξεν, καὶ εἰς ἔλεον ἔκαμψε, καὶ δοῦναι τοῖς δορυαλώτοις τὴν ἐλευθερίαν πεποίηκε. μζʹ. "Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπι συνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰ νέσει σου." Καὶ ταῦτα δηλοῖ, ὡς ὁ προφητικὸς αὐ τοὺς διδάσκει λόγος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τῆς παρ' αὐτοῦ κηδεμονίας τυχεῖν. Καὶ ὁ θεσπέ σιος δὲ Ἀπόστολος τὴν ἐσομένην Ἰουδαίοις σωτηρίαν διὰ Ἠλιοῦ τοῦ Θεσβίτου προηγόρευσεν· "Ἥξει ἐκ Σιὼν, φησὶν, ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν." Οὐ μὲν τὴν οἰκοδομίαν τῆς Ἱερουσαλὴμ προσμεῖναι δεῖ, κατὰ τοὺς μύθους τῶν ἀνοήτων, καὶ τὴν κατὰ νόμον λα τρείαν, καὶ τὰς ἀλόγους θυσίας, καὶ περιτομὴν, καὶ σάββατον, καὶ σκιώδη περιῤῥαντήρια μετὰ τὸ παν άγιον βάπτισμα· ταῦτα γὰρ γραϊδίων μεθυόντων πα ραληρήματα· ἀλλὰ κλῆσιν καὶ ἐπίγνωσιν ἀληθείας, καὶ πίστιν εἰς τὸν ∆εσπότην Χριστὸν, καὶ τῆς καινῆς διαθήκης τὴν πολιτείαν. 80.1736 μηʹ. "Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο." Ὑμνητὸς γὰρ ἐπὶ πᾶσι τῶν ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ τοσαῦτα τῆς τῶν ἀνθρώπων ἕνεκα πραγματευσάμε νος σωτηρίας. Προσήκει δὲ τὸν λαὸν ἅπαντα τὸ Ἀμὴν τῇ τῶν ὑμνούντων ἐπιφέρειν φωνῇ. Τὸ γὰρ Γένοιτο, γένοιτο, Ἀμὴν καὶ ἀμὴν, ὁ Ἑβραῖος καλεῖ. Ὅθεν καὶ τὸ ἔθος ἐν ταῖς Ἐκκλησίαις μεμένηκε τὸ τῇ δοξολογίᾳ τοῦ ἱερέως διὰ τοῦ Ἀμὴν συντίθε σθαι τὸν λαὸν, καὶ τὴν ἐντεῦθεν κοινωνίαν προσφέ ρειν, καὶ τὴν εὐλογίαν λαμβάνειν.
ΕΡΜΗΝ. ΤΟΥ Ρʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Πολλάκις ἀπεδείξαμεν, ὅτι σκιὰ τῆς καινῆς ἡ παλαιὰ διαθήκη·
οὐδὲν δὲ ἧττον καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴδιον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων ἀνθρώπων σωτηρίαν προαγορεύει. Ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους ἀκολουθίαν. Ὁ μὲν γὰρ τέταρτος καὶ ἑκατοστὸς διήγησιν ἔχει τῶν ὑπὸ τοῦ Θεοῦ πρὸς τοὺς πατριάρχας γεγενημένων ἐπαγγελιῶν, καὶ τῶν τοῖς ἐκείνων ἐκγόνοις παρασχεθεισῶν δω ρεῶν. Ὁ δὲ μετὰ ἐκεῖνον, πρὸς ταῖς εὐεργεσίαις, καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι' ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ προαγορεύει τὴν τῆς αἰχμαλωσίας