248
προσευχαῖς κατόπιν ἰέναι τῶν τιμίων ὑμῶν ἰχνῶν. 409 {1Ναυκρατίῳ τέκνῳ}1 Ἐπειδὴ ἔμαθον παρὰ τοῦ γραμματηφόρου, ὦ καλὲ ἀδελφέ, ὅτι ἔριδες ἐν ὑμῖν ἀνεφύησαν (λέγω δὲ τοῦτο, ὅτι ὁ μὲν λέγει, "4ἐγὼ τὴν εἰκόνα τοῦ Χριστοῦ ὡς αὐτὸν τὸν Χριστὸν προσκυνῶ"5, ὁ δὲ ἀπαναίνεται), οὔτε ἀλύπως ἐδεξάμην, εἰδὼς ὅτι ἐρεσχελίαι αὗται παρὰ τοῦ διαβόλου ὑποσπειρόμεναι τέμνειν εἴωθεν καὶ αὐτὸ τὸ ὑγιαῖνον μέρος τῆς ὀρθοδοξίας, ὅπερ ἐστὶ χαροποιὸν τοῖς ἐναντίοις, ἐκ τῶν ἡμετέρων ἀρρωστημάτων τὸ οἰκεῖον ἀσέβημα βεβαιουμένοις εὖ ἔχειν, οὔτε μὴν σιωπῇ τὸ ἀκουσθὲν κατασχεῖν καλὸν ἐνόμισα, ἀλλά τι καὶ παρ' ἐμαυτοῦ φάρμακον ἐξευρεῖν θεραπείας, θεοῦ εὐδοκοῦντος. Ἔστιν οὖν τὸ λῆμμα τοιοῦτον· τὸ "4ὡς"5 πῇ μὲν ἐπὶ ὁμοιώσεως εἴληπται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ, πῇ δὲ ἐπὶ βεβαιώσεως. τὸ πρῶτον· ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι καὶ ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος. τὸ δεύτερον· ὡς ἀγαθὸς ὁ θεὸς τοῦ Ἰσραὴλ καὶ ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· οὐ γὰρ καθ' ὁμοίωσιν ἀλλὰ βεβαίωσιν ἐνταῦθα ὁ λόγος. εἰ οὖν οὕτω λέγοι τις προσκυνεῖν τὴν εἰκόνα Χριστοῦ, ὡς αὐτὸν Χριστόν, ἔρρωται τῷ φρονήματι, εἰ δὲ βεβαιωτικῶς, οὐδαμῶς· οὐ γὰρ ταὐτὸν εἰκὼν καὶ ἀρχέτυπον τῇ φύσει, ἀλλὰ ταὐτὸν τῇ ὁμοιώσει. ταὐτιζόμενα γὰρ ἄμφω τῇ οὐσίᾳ διαφορεῖται παντάπασιν, ἐπὶ τῶν τεχνητῶν εἰκόνων δὴ λέγω. πῶς οὖν τὴν εἰκόνα ὡς αὐτὸν Χριστὸν προσκυνήσει βεβαιωτικῶς, οὐκ ἐν αὐτῇ ὄντος τοῦ Χριστοῦ φυσικῶς ἀλλὰ σχετικῶς, ἤγουν ὁμοιωματικῶς; διέψευσται τῆς ἀληθείας καὶ ἄλλως τὸ λεγόμενον. ἐν εἰκόνι ἐκφαίνεται τὸ ἀρχέτυπον καὶ ἐν εἰκόνι προσκυνεῖται Χριστός· τὸ οὖν εἰπεῖν "4ἐν εἰκόνι"5 ἐν ἑτέρῳ ἕτερον δεδήλωται καὶ δι' ἄλλου ἄλλο προσκυνεῖται. εἶδεν ὁ Χρυσόστομος ἄγγελον ἐν εἰκόνι, ὁ δὲ Κορνήλιος αὐτὸν τὸν ἄγγελον· βλέπομεν Χριστὸν ἐν εἰκόνι, οἱ δὲ ἀπόστολοι αὐτὸν τὸν Χριστόν· ἑωράκαμεν γάρ, φησί, τὸν Κύριον. προσκυνοῦμεν αὐτὸν ἐν τῇ οἰκείᾳ εἰκόνι, οἱ δὲ αὐτὸν ἐκεῖνον· καὶ ἰδόντες αὐτόν, φησίν, προσεκύνησαν. ὁμοιωματικῶς οὖν προσκυνεῖται ἐν εἰκόνι εἴτ' οὖν σχετικῶς εἴτ' οὖν ὁμωνύμως ὁ Χριστὸς (εἰς ταὐτὸν γὰρ ἀμφότερα συντρέχει), οὐκ αὐτοπτικῶς. καὶ δίχα οὖν εἰκόνος ἐστὶ προσκυνούμενος νοερῶς· οὐ γὰρ πάντως πάντοτε αἰσθητῇ εἰκόνι βλέποιτο. εἰ δέ τις φαίη, "4οὐκοῦν, ἐπειδὴ ἔστι μοι νοερῶς προσκυνεῖν, παρέλκον ἐν εἰκόνι"5, ἴστω ὁ τοιοῦτος ἠρνῆσθαι καὶ τὸ νοερῶς προσκυνεῖν Χριστόν· εἰ μὴ γὰρ ὁ νοῦς ἐνοπτρισθείη ἐν ὁμοιώματι ἀνθρώπου αὐτὸν ἐν δεξιᾷ τοῦ θεοῦ καὶ πατρὸς κεκαθῆσθαι, οὐκ εἰσοίσει τὴν προσκύνησιν, εἰ μή τι ἄρα ἀποσκευάζει σάρκα γενέσθαι τὸν λόγον. τὸ δὲ ὡμοιῶσθαι αὐτὸν ἀνθρώπῳ μάρτυς ἡ εἰκὼν αὐτοῦ πιστή· καὶ τῇ αὐτῆς παραδοχῇ καὶ προσκυνήσει παραδέδεκται καὶ προσκυνεῖται Χριστός, ὡς ἔμπαλιν ἐπὶ τῆς ἀθετήσεως. προσεκύνησεν Αὔγαρος δεξάμενος πίστιν νοερῶς Χριστόν, προσεκύνησεν δὲ μᾶλλον αὐτὸν ἐμφανέστερον ἐν τῇ πρὸς αὐτοῦ Χριστοῦ πεμφθείσῃ αὐτῷ ἀχειροποιήτῳ εἰκόνι. ὥστε ἐν αὐτῇ ὁμοιωματικῶς ὁμοῦ τε καὶ νοερῶς προσκεκύνηται Χριστός, νῦν μὲν οὕτως, ἐν δὲ τῷ μέλλοντι αἰῶνι αὐτοπτικῶς, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας, ὥς φησιν ὁ πολύσοφος ∆ιονύσιος, ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαστραπτούσης, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀύλῳ τῷ νῷ μετέχοντες. Ταῦτα εἴτε ἐλλιπῶς εἴτε ἀρκούντως πρὸς ἡμῶν. ὑμᾶς δὲ παρακαλῶ ἐν τοῖς περὶ θεοῦ λόγοις εὐλαβῶς τε ἅμα καὶ προσεκτικῶς τὰς ἐπιζητήσεις ποιεῖσθαι καὶ ἢ παρ' ἑαυτῶν ἢ καὶ παρ' ἑτέρων τὸ ἀληθὲς ἐξευρίσκειν, πόρρω ἀφέντας τὸ ἐρεσχελεῖν, οὐ μὴν ἀλλὰ καὶ εἴ τι ἐσφαλμένον ἐν τοῖς εἰρημένοις διορθώσεως τυχεῖν, ἐπείπερ ὀλιγόνους καὶ ἁμαρτωλὸς ἐγώ. 410 {1Κατήχησισ}1 Τὸ παρὸν κοινῶς πᾶσι καὶ οὐκ ἰδίᾳ ἑκάστῳ ἐπιστεῖλαί με οὐκ ἐκ καταφρονήσεως οὐδὲ ἐξ ὀλιγωρίας, ἄπαγε (πῶς γὰρ ἂν