249
ἀληθείας ἐναργῆ, ὅμως δὲ πρὸς τὴν μεταβολὴν ὀκνῶν πάνυ καὶ ἀναδυόμενος, οἷα δὴ τὰς τοιαύτας μεταβολὰς κακῶν αἰτίας εἰδὼς ὡς ἐπίπαν γινομένας, ἐπιπολὺ 2.157 μὲν ἐπέσχε πρὸς ὅ,τι τραπόμενος ἀποκρινεῖται στοχαζόμενος, καὶ σιωπὴ βαθεῖα τὸ θέατρον κατεῖχε, πάντων πρὸς τὴν ἀκρόασιν τῶν λεχθησομένων μετεώρων ὑπαρχόντων. μόλις δὲ ὥσπερ τὴν ἐκ τῶν ἀμφιβόλων σύγχυσιν λογισμῶν ἀποκρουσάμενος, «τῶν μὲν προτέρων» ἔφη «λογισμῶν περὶ τοῦ δεῖν μηδὲν τῶν ὄντων μετακινεῖν, μηδὲ νεωτερίζειν, ἔτι ἔχομαι καὶ μᾶλλον αὐτὸς αἱροῦμαι οὐ τῶν ὑπαρχόντων μόνον ἀποστερηθῆναι, ἀλλ' εἴ τι δέοι καὶ τῶν ἀνηκέστων ὑποστῆναι ἐν τῷ σώματι, ἢ πολέμου πρόφασιν ἐμφυλίου παρασχέσθαι. τὴν γὰρ ἐκ πρώτης ἡλικίας αὐτοί μοι σύνιστε ἀπέχθειαν, ἣν ἔσχον περὶ τὸ τὰ ἀλλότρια διαρπάζειν ἢ φόνοις χαίρειν καὶ λεηλασίαις καὶ φθοραῖς ἀνθρώπων. ἔτι δὲ οὐδὲ βαρβάρους καὶ Ἕλληνας μόνον, ὅσοι τὴν πρὸς ἀλλήλους ἐμοῦ τε καὶ βασιλέως ἐπύθοντο φιλίαν, ἀλλὰ καὶ ἥλιον ἂν καὶ εἴ τι τῶν ἀψύχων ἕτερον, αἰσχυνοίμην, εἰ τοῖς ἐκείνου παισὶ πολέμιος μετὰ τὴν ἐκείνου τελευτὴν φαινοίμην νῦν. οὐ γὰρ μόνον ὑπὲρ τοῦ ζῇν ἐκεῖνον τὸ ἀποθανεῖν αὐτὸς, εἴγε ἐξῆν, ὡς ἥδιστα ἂν εἱλόμην, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν, τὸν πάντα ἐφορῶντα μαρτύρομαι ὀφθαλμὸν, ὡς τὰ βέλτιστα καὶ λυσιτελέστατα περί τε γαμετῆς καὶ τέκνων διενοούμην καὶ πάντα πράττειν καὶ ὑφίστασθαι πάντα κίνδυνον, ἵν' ἐκείνων τε πᾶν ἀπείη δυσχερὲς καὶ τὰ Ῥωμαίων ἐπὶ μέγα καὶ εὐκλείας αἴροιτο καὶ τύχης, μένων ἐπὶ τοῦ παρόντος σχήματος. νυνί τε οὐχ ἧττον μετὰ τὸν κηρυχθέντα παρ' ἐκείνων πόλε 2.158 μον ἐξ οὐδεμιᾶς αἰτίας καὶ παρὰ πάνθ', ὡς ἂν ἐγὼ φαίην, τοῦ δικαίου λόγον, καὶ τὰ δεινότατα αἱροῦμαι ὑπομένειν ὑπὲρ τοῦ μὴ πόλεμον κινεῖν πρὸς βασιλίδα ὑπὲρ τῆς ἀρχῆς ὑπόληψιν παρέχειν τοῖς πολλοῖς. ἐπεὶ δὲ ὥσπερ αὐτός τε σύνοιδα καὶ ὑμῖν βουλευομένοις πείθεσθαι προσήκει, μείζω καὶ δεινότερα προσδοκᾶται τὰ δεινὰ ἐκ τοῦ τῶν πραγμάτων αὐτὸν ὑποχωρεῖν, ἄκων μὲν καὶ ὥσπερ εἰς κινδύνους προφανῶς αὐτομολῶν, οὔτε γὰρ ἐπιθυμίᾳ δόξης, τῆς γὰρ ἀκροτάτης κἀν τῷ παρόντι σχήματι ἀπολαύω νῦν, οὔτε χρημάτων ἕνεκα, τὰ γὰρ παρόντα καὶ ἀριθμοῦ σχεδὸν ὄντα κρείττω τοῖς διαρπάζειν προεῖμαι βουλομένοις, ὅμως ὑμῶν τε εἵνεκα καὶ τῆς κοινῆς τῶν Ῥωμαίων σωτηρίας τοὺς προσδοκωμένους μεγάλους καὶ πολλοὺς κινδύνους τῆς ἐν τῷ παρόντι ἀσφαλείας ἀνθαιροῦμαι. καὶ ἃ ἐμοὶ λυσιτελέστατα ἐδόκει, οὐκ ἀπραγμόνως, οὐδ' ἀνοήτως, ἀλλὰ μηδεμίαν πρόφασιν παρέχειν τῷ πολέμῳ βουλομένῳ, παρεὶς ἑκὼν, ἐπὶ τὰ ὑμῖν δεδογμένα τῆς ὑμῶν ὠφελείας ἕνεκα, ὥσπερ ἔφην, τρέψω ἐμαυτόν. οὐ μὴν ἀλλ' ἐπειδήπερ οὐκ ἰδίας πλεονεξίας, ἀλλ' ὑμῶν τε ἕνεκα καὶ τοῦ κοινῇ λυσιτελοῦντος τοιαῦτα προειλόμην, οὐ δήπου δίκαιον, οὐδὲ ἄλλως εὐσεβὲς, νῦν μὲν ὁμοίως ἐπὶ ταῦτα πάντας ὑμᾶς παρακαλεῖν καὶ μηδεμίαν ἄλλην ἢ ταύτην ὁδὸν ὑφηγεῖσθαι σωτηρίας, ὀλίγῳ δὲ ὕστερον, εἰ μὴ κατὰ γνώμην ὑμῖν τὰ πράγματα ἐκβαίνοι, ἄλλον ἄλλοτε ἀφισταμένους, 2.159 ἑαυτοῖς μὲν ἐκ τῶν ἐνόντων ἐκπορίζειν τὴν δοκοῦσαν σωτηρίαν, ἐμὲ δὲ ἐν τοῖς κινδύνοις καταλείπειν μόνον, ὃς ὑπὲρ ἁπάντων ὑμῶν αὐτοὺς ἀνεδεξάμην, ἐνὸν ἀκινδύνως σώζεσθαι. τοῦτο γὰρ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ ὑμῖν ἀλυσιτελέστατον ἂν εἴη. οὔτε γὰρ κυβερνήτῃ διασώζειν τὴν ναῦν ἐξέσται, ἂν πρὸς φιλονεικίαν οἱ ναῦται τοῦ συμπράττειν ἀφιστῶνται, τοῖς τε ναύταις οὐδεμία σωτηρίας ὑπολείπεται ἐλπὶς, τῆς νηὸς ἀπολλυμένης. ἀλλὰ δεῖ πάντας τὴν ὁμοίαν γνώμην ἔχοντας καὶ τὴν καρτερίαν ἴσην ἐπιδεικνυμένους ἐν τοῖς δεινοῖς, οὕτω τὰ μεγάλα κατορθοῦν. οὐδὲ γὰρ οὐδὲ τῶν παλαιῶν οὐδεὶς ἀργῶν καὶ ῥᾳθυμῶν καὶ ἀμβλυνόμενος τρόπαιον ἀνέστησεν ἀπὸ τῶν πολεμίων, ἀλλὰ πάντα πόνον ὑπομένων καὶ ἀκατάπληκτος φαινόμενος ἐν τοῖς δεινοῖς. εἰ δέ τῳ τὰ πραττόμενα οὐκ ἀρεστὰ, οὐδὲ διακινδυνεύειν βούλεται τῆς εἰς ἐμὲ εὐνοίας ἕνεκα ἐνθάδε διακαρτερῶν, ἀλλ' οἴεται δεῖν μᾶλλον τὰ οἴκοι διασώζειν, ἢ κεναῖς ἐλπίσιν αἰωρεῖσθαι, τὰ ἐν χερσὶ καταλιπὼν, ἐλευθέρᾳ γλώττῃ δέον