249
ἐποιήσαντο, τραπόμενοι δ' ἐπ' ἀλλήλους επραξαν πολλὰ καὶ δεινά, ὡς μηδὲ τῶν στρατηγῶν ἀποσχέσθαι τὸ πλῆθος. τούς τε γὰρ ὑπηρέτας αὐτῶν επαιον καὶ τὰς ῥάβδους κατέκλων, αὐτούς τε τοὺς στρατηγοὺς ὑπ' εὐθύνην ηγον ἐπὶ πάσῃ προφάσει καὶ μείζονι καὶ ἐλάττονι. Αππιον ουν Κλαύδιον καὶ παρ' αὐτὴν τὴν ἀρχὴν εἰς τὸ δεσμωτήριον ἐμβαλεῖν ἐβουλεύσαντο, οτι τε αὐτοῖς ἠναντιοῦτο εἰς απαντα καὶ οτι τοὺς συστρατευσαμένους αὐτῷ ἐδεκάτευσεν, ἐπειδὴ τοῖς Οὐολούσκοις ἐν μάχῃ ἐνέδοσαν. ἡ δεκάτευσις δὲ τοιόνδε τι ην. οτε τι οἱ στρατιῶται μέγα ἡμάρτησαν, ὁ στρατηγὸς εἰς δεκάδας αὐτοὺς ἀριθμῶν, ενα λαβὼν ἐξ ἑκάστης δεκάδος τὸν κλήρῳ λαχόντα θανάτῳ ἐκόλαζεν. ἀπελθόντα δ' ἐκ τῆς ἀρχῆς τὸν Κλαύδιον εὐθὺς οἱ τοῦ πλήθους εἰς ἀγῶνα κατέστησαν, καὶ οὐ κατεψηφίσαντο μέν, τὴν ψῆφον δὲ ὑπερθέμενοι ἐς ἀνάγκην αὐτὸν αὐτοχειρίας κατέστησαν. καί τινες δὲ τῶν δημάρχων αλλα τε κατὰ τῶν εὐπατριδῶν συνέγραψαν καὶ τὸ ἐξεῖναι τῷ πλήθει καὶ καθ' ἑαυτὸ συνιέναι καὶ ανευ ἐκείνων βουλεύεσθαι καὶ χρηματίζειν πάνθ' οσα αν ἐθελήσῃ. καν τις ἐπ' αἰτίᾳ τινὶ παρὰ τῶν στρατηγῶν προστιμηθῇ, εκκλητον ἐπὶ τούτοις τὸν δῆμον δικάζειν εταξαν. καὶ τοὺς ἀγορανόμους δὲ καὶ τοὺς δημάρχους ἐπηύξησαν, ινα πλείστους τοὺς αὐτῶν προϊσταμένους εχωσι. Πραττομένων δὲ τούτων οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ ἀντέπραττον πλὴν βραχέων, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. ἀλλ' ουτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν ουθ' οτι ποτὲ ἐννέα δήμαρχοι 2.138 πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν. οὐ μόνον γὰρ οἱ μετὰ ταῦτα δημαρχοῦντες οὐκ ἠμβλύνοντο, ἀλλὰ μᾶλλον καὶ ἐθρασύνοντο. εἰς τοῦτο ὑπὸ τῶν εὐπατριδῶν προήχθη ὁ ομιλος. ουτε γὰρ στρατεύειν ἐπείθοντο πολέμων ἐπικειμένων, εἰ μὴ ων ὠρέγοντο ετυχον, καὶ ει ποτε δ' ἐξῆλθον, ἀπροθύμως ἐμάχοντο, εἰ μὴ πάνθ' οσα ἐβούλοντο ηνυσαν. κἀντεῦθεν πολλοὶ τῶν προσοίκων αὐτοῖς, τῇ ἐκείνων διχοστασίᾳ η τῇ ἑαυτῶν θαρροῦντες ἰσχύϊ, ἐνεωτέρισαν. ων ησαν καὶ Αἰκουοί, οι Μάρκον Μινούκιον στρατηγοῦντα τότε νικήσαντες ἐφρονηματίσθησαν. μαθόντες δὲ τὸν Μινούκιον ἡττημένον οἱ ἐν τῇ ̔Ρώμῃ δικτάτωρα Λούκιον Κυΐντιον ειλοντο, πένητα μὲν ανδρα καὶ γεωργίᾳ συνεζηκότα, ἐς ἀρετὴν δὲ καὶ σωφροσύνην διαπρεπῆ, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιέντα, οθεν καὶ Κικινάτος ὠνόμαστο. οιοι νῦν πολλοὶ περὶ τὰ βασίλεια· ἐκεῖθεν δὲ τοῦ κακοῦ παρεισφθαρέντος εἰς τὸ πολίτευμα καὶ ἁπανταχοῦ κικινάτους εστιν ὁρᾶν. ουτος ουν δικτάτωρ προχειρισθείς, καὶ αὐθημερὸν ἐκστρατεύσας, καὶ τάχει σὺν ἀσφαλείᾳ χρησάμενος, καὶ τοῖς Αἰκουοῖς προσβαλὼν μετὰ τοῦ Μινουκίου, πλείστους μὲν διέφθειρε, τοὺς δ' αλλους ἐζώγρησεν· ους ὑπὸ ζυγὸν διαγαγὼν ἀφῆκεν. ἡ δὲ πρᾶξις ἡ τοῦ ζυγοῦ τοιάδε τις ην. σταυροὺς δύο, ορθια δηλαδὴ ξύλα διέχοντα ἀλλήλων, εἰς τὴν γῆν κατεπήγνυον, καὶ αὐτοῖς ἐπετίθουν ἐγκάρσιον ετερον, καὶ διὰ μέσου τούτων τοὺς ἁλόντας διῆγον γυμνούς· ο τοῖς μὲν δρῶσι λαμπρότητα, πολλὴν δ' ἀτιμίαν τοῖς πάσχουσιν εφερεν, ωστε τινὰς τοῦ τοιοῦτόν τι παθεῖν προαιρεῖσθαι θανεῖν. καὶ πόλιν δὲ αὐτῶν Κορουῖνον καλουμένην ἑλὼν ἐπανῆλθε, καὶ τὸν Μι2.139 νούκιον διὰ τὴν ητταν τὴν στρατηγίαν ἀφείλετο, καὶ αὐτὸς ἀπέθετο τὴν ἀρχήν. Οἱ μέντοι ̔Ρωμαῖοι οἰκεῖον ἐσχήκασι πόλεμον, ος ἐκ δούλων συνέστη καὶ φυγάδων τινῶν, οι νυκτὸς ἐπελθόντες ἐξαπιναίως τοῦ Καπιτωλίου ἐκράτησαν. ὁ δ' ομιλος καὶ τότε οὐ πρότερον ἐν τοῖς οπλοις ἐγένετο πρίν τι πλέον σχεῖν τῶν εὐπατριδῶν. ἐπελθόντες δέ γε τοῖς στασιάσασιν ἐκράτησαν μὲν αὐτῶν, πολλοὺς δὲ τῶν σφετέρων ἀπέβαλον. ∆ιὰ ταῦτα τοίνυν οἱ ̔Ρωμαῖοι καὶ διά τινα σημεῖα εὐλαβηθέντες τῶν τε πρὸς ἀλλήλους ἀπηλλάγησαν ἐγκλημάτων καὶ τὴν πολιτείαν ἰσωτέραν ποιήσασθαι ἐψηφίσαντο. καὶ τρεῖς ανδρας εἰς τὴν ̔Ελλάδα διὰ τοὺς νόμους καὶ τὰ παρ' ἐκείνοις εθη πεπόμφασι. καὶ κομισθέντων αὐτῶν τάς τε αλλας ἀρχὰς καὶ τὰς τῶν δημάρχων κατέλυσαν, καὶ ανδρας ὀκτὼ ἐκ τῶν πρώτων ἀνθείλοντο, καὶ Αππιον Κλαύδιον Τίτον τε Γενούκιον ἀπέδειξαν κατὰ τὸν ἐνιαυτὸν ἐκεῖνον στρατηγοὺς αὐτοκράτορας.