249
Θρᾴκης παιδός. ̔Ιστορία. θέα. διήγησις. ̔Ιστία. ἡ καθέδρα. ̔Ιστοπέδη. ξύλον ὀρθὸν ἀπὸ τῆς τροπώσεως, ῳ προσδέδεται ὁ ἱστός. iota.1126 ̔Ιστοδόκη. ξύλον ὑποδεχόμενον τὸν ἱστόν. ̓Ισχνομυθίασ. λεπτολογίας. (Οὐδέτερον.) Ισθμια. περιστόμια· περιδέραια. καὶ ἑορτὴ τῶν ̔Ελλήνων. καὶ ἰσθμιάζειν ἐπὶ τῶν κακῶς βιούντων. ἐπίνοσος γὰρ ὁ τῶν ἰσθμῶν καιρός. Ισμα. παρὰ τὸ ιζω. Ἰσόῤῥοπον. τὸ ἰσοστάσιον. ̓Ισοστάσιον. τὸ ισον τῷ σταθμῷ. ̓Ισοσθενέσ. τὸ ἰσοδύναμον. ̓Ισοκλεέσ. τὸ ισον εχον δόξαν. ̓Ισόπεδον. εχον ισην τὴν γῆν. ̓Ισόκωλον. τὸ ισα μέρη εχον. ̓Ισοπαλῆ. ἐν κλήρῳ ισα. πάλος γὰρ ὁ κλῆρος. iota.1127 ̔Ιστίον. τὸ αρμενον. παρὰ τὸ ιζειν ἐφ' ἑνὸς τόπου καὶ ἱδρύσθαι. ιζω, ἱστὸς καὶ ἱστίον. ̓Ισχίον. τὸ κοῖλον γλουτοῦ, οπου ἡ κοτύλη στρέφεται. ̓Ισχνόν. λεπτόν. ̓Ισχυρόν. μέγα. βαθύ. ετι ἰσχυρὸν τραῦμα λαβοῦσ' ὑπ' ἐμοῦ. ( ̔Ρῆμα.) Ισαν. ἐπορεύθησαν. παρ' ̔Ομήρῳ καὶ μόνον. ειμι, ὁ παρατατικὸς ην, τὸ πληθυντικὸν τὸ ˉα ιμεν, ιτε ισαν. καὶ ισαν ἀντὶ τοῦ εγνωσαν. Ισατο. καθίδρυσεν. Ισασι. γινώσκουσιν. ἀπὸ τοῦ ἰσῶ παράγωγον ισημι. τοῦτο δὲ πάλιν ἀπὸ τοῦ ειδω τοῦ σημαίνοντος τὸ ἐπίσταμαι. τὸ πληθυντικὸν ισαμεν, ισατε, ισασιν. ωσπερ δίδοσιν οὐ περισπᾶται. Ισθι. γίνωσκε. εστιν εἰδῶ τὸ γινώσκω, ὁ μέλλων εισω. ἐξ ου καὶ τὸ εισομαι. ου ὁ μέλλων σπασθεὶς ἐνεστὼς γίνεται ἰσῶ, διὰ τοῦ ι. τὰ γὰρ εἰς ω λήγοντα ῥήματα κατ' ενδειαν iota.1128 διχρόνῳ βραχεῖ παραλήγει. οιον· πείθω, πιθῶ· στείχω, στιχῶ· φείδω, φιδῶ· τεύχω, τυχῶ· ουτως ουν καὶ ειδω, εισω, ἰσῶ, διὰ τοῦ ˉι βραχέος. ἐκ τούτου γίνεται παράγωγον τῶν εἰς μι ισημι, ὁ παρατατικὸς, οπερ ∆ωρικῶς γίνεται ισαμι. τούτου τὸ πληθυντικὸν ισαμεν, καὶ κατὰ συγκοπὴν ισμεν. τὸ β ισατε, καὶ κατὰ συγκοπὴν ιστε. τούτου τὸ προστακτικὸν ισαθι, καὶ ἐν συγκοπῇ ισθι. τὸ τρίτον ιστω. τὸ β τῶν δυϊκῶν ιστον· πλεονασμῷ τοῦ ε, ἰστέον. Ισθι. υπαρχε. ἀπὸ τοῦ εἰμί. τὸ ˉα τῶν πληθυντικῶν εμεν, οπερ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν. ἀπὸ τοῦ εμεν γέγονε τὸ προστακτικὸν εθι, καὶ πλεονασμῷ τοῦ ς ισθι· τὸ γὰρ ˉε πλεονάσαντος συμφώνου τρέπεται εἰς ˉι. οιον· εχω, ισχω. ουτως ουν καὶ εθι, ισθι. τοῦτο δὲ τὸ ισθι κατὰ τὸ τρίτον πρόσωπον τὸ ὀφειλόμενον ˉε ἀναδέχεται καὶ γίνεται εστω. ̓Ισηγορεῖ. ἐπ' ισης λέγει. Ισημι. γινώσκω. καὶ ισαμεν. Ισκω. τὸ κλέπτω. iota.1129 Ισκειν. τὸ εἰκάζειν. ̓Ισοφαρίζειν. ἐξισοῦσθαι. ισος φαίνεται. ἐξισάζειν. ̓Ιστέον. γνωστέον. ̔Ιστορῆσαι. θεάσασθαι. Ιστε. γινώσκετε. Ιστη. ἀντὶ τοῦ στῆσον. προστακτικῶς. *καὶ ιστης, εἰργάσω.* ̔Ιστορημένα. πρὸς θέαν ἱστάμενα. ουτω γὰρ ησαν ἱστορημένα μόνον. Ισχανα. εξυσα. ἐλέπτυνα. ̓Αριστοφάνης· ισχανα τὴν τέχνην ἐπυλλίοις καὶ περιπάτοις. ̓Ισχάνει. κωλύει. καὶ ἰσχανόωσα. καὶ ἰσχανόωσιν. ̓Ισχανόω δὲ, τὸ ἐπιθυμῶ, γενικῇ. Ισχεο. πέπαυσο. καὶ ισχεσθε. iota.1130 Ισχει. κρατεῖ. ̓Ισχυρίζεται. ἐνίσταται. διαβεβαιοῦται. φιλονεικεῖ. ̓Ισχνομυθοῦντεσ. ἀκριβολογοῦντες. λεπτολογοῦντες. ( ̓Επίῤῥημα.) Ισσα. ἐπίφθεγμα ἐπὶ τῶν ολως δυσπραγούντων. Ισωσ. τάχα η ὁμοίως. Τὸ Ι μετὰ τοῦ Τ. ( ̓Αρσενικόν.) ̓Ιταμόσ. ἀναίσχυντος, ἀναιδής. παρὰ τὸ ιεσθαι, ο ἐστιν ὁρμᾷν. Ιτησ. ὁ πτωχός. ὁ ὁρμητικός. ὁ ἐπὶ πάντας ὁρμῶν. ἀπὸ τοῦ ἰέναι. ἀπὸ τούτου καὶ εἰσητήρια. ουτως Ωρος ὁ Μιλήσιος. iota.1131 Ιτυλοσ. ὁ ὀρφανός. (Θηλυκόν.) ̓Ιτέα. τόπος. ἀφ' ης ὁ δημότης ὁ ̓Ιτεαῖος. ̓Ιτέα. *τὸ δένδρον. παρὰ τὸ ἰέναι· ταχέως γὰρ αυξεται. Ιτυσ. περιφέρεια οπλου. ὁ δὲ Καλλίμαχος, ὡς ὁρᾷ αὐτὸν παριόντα, ἐπιλαμβάνεται αὐτῆς τῆς ιτυος. λέγει δὲ τὴν ἀσπίδα. ̓Ιτώνη. καὶ ̓Ιτωνία. ἡ Αρτεμις. ̓Ιτωνίσ. χώρα. καὶ κλίνεται ̓Ιτωνίδος. (Οὐδέτερον.) ̓Ιταβύριον. ορος ουτω καλούμενον. εστι δὲ λίαν ὑψηλόν. ̓Ιτρία. καπυρώδη πλάσματα. καὶ ιτριον. ἀπὸ τοῦ ἰέναι· ἐπὶ λεπτὸν γὰρ ελκεται. Ιτρον. τὸ ὑποκάτω τοῦ ὀμφαλοῦ μέρος. ἐξ ου καὶ ιτρα, καὶ μίτρα, ἡ περὶ αὐτὴν ζώνη. ̓Ιτρόγαλα. ..... ̓Ιτέον. πορευτέον. ̓Ιτητέον. πορευτέον. iota.1132 ( ̔Ρῆμα.) Ιτην. ἐπορεύθησαν. ιημι. καὶ σημαίνει τὸ πέμπω. τοῦτο γίνεται κατὰ συγκοπὴν τοῦ ˉη ιμι, ὁ παρατατικὸς ιν, ισι, τὸ δυϊκὸν ιτον, ιτην. τὼ δ' αυτ' ιτην παρὰ νῆας ̓Αχαιῶν. Ιτω. ἰέτω. ἐρχέσθω. ἀλλ' ιτω· χαιρέτω γῆν πρὸ γῆς, οποι βούλοιτο. ἀπὸ τοῦ