1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

249

καὶ ἐμπειρίᾳ τοὺς λογισμοὺς, οἷον οἴακας, περιστρέφοντα, καταπατεῖν μὲν γενναίως τὰ κύματα, ὑψηλὸν δὲ διαμένοντα, καὶ δυσπρόσιτον ὄντα τοῖς πάθεσιν, μηδαμοῦ τῆς πικρίας τῶν παθῶν ὥσπερ ἁλμῆς τινος ἀναπίμπλασθαι. Μία ἀρετὴ, καὶ ἀνδρὸς, καὶ γυναικὸς, ἐπειδὴ καὶ ἡ κτίσις ὁμότιμος, ὥστε καὶ μισθὸς ὁ αὐτὸς ἀμφοτέροις. Ὧν ἡ φύσις μία, ἐνέργειαι αἱ αὐταί· ὧν δὲ τὸ ἔργον ἴσον, τούτων καὶ μισθὸς ὁ αὐτός. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν, κἂν ὑπερόριοι ἀλλήλοις πρὸς κοινωνίαν γάμου συνέλθητε. Ὁ τῆς φύσεως δεσμὸς, ὁ τῆς εὐλογίας ζυγὸς, ἕνωσις ἔστω τῶν διεστώτων. Ἔχιδνα τὸ χαλεπώτατον τῶν ἑρπετῶν πρὸς γάμον ἀπαντᾷ τῆς θαλαττίας σμυραίνης, καὶ συριγμῷ τὴν παρουσίαν σημαίνουσα, ἐκκαλεῖται αὐτὴν ἐκ τῶν βυθῶν πρὸς γαμικὴν συμπλοκήν. Τί βούλεταί μοι ὁ λόγος; ὅτι κἂν τραχὺς ᾖ, κἂν ἄγριος τὸ ἦθος ὁ σύζυγος, ἀνάγκη φέρειν τὴν ὁμόζυγον, καὶ μηδεμιᾶς προφάσεως καταδέχεσθαι τὴν ἕνωσιν διασπᾷν. Πλήκτης ἐστίν; ἀλλ' ἀνήρ. Πάροινος; ἀλλ' ἡνωμένος κατὰ τὴν φύσιν. Τραχὺς καὶ δυσάρεστος; ἀλλὰ μέλος ἴδιον, καὶ μελῶν τὸ τιμιώτατον. Ἀκουέτω δὴ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον· σὺ δὲ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθεσαι, αἰδοῖ τῆς ἑνώσεως; Οὐκ ἂν παρέλθοιμι τὸ τοῦ Ἀλεξάνδρου, ὃς τὰς θυγατέρας ∆αρείου αἰχμαλώτους λαβὼν, θαυμαστόν τι οἷον τὸ κάλλος ἔχειν μαρτυρουμένας, οὐδὲ προσειπεῖν ἠξίωσεν, αἰσχρὸν εἶναι κρίνων τὸν ἄνδρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆναι. Τουτὶ γὰρ εἰς ταυτὸν ἐκεῖνο φέρει· Ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τό γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι, οὐκ ἀφεῖται τοῦ ἐγκλήματος. Παρθενίας ζυγὸν μηδενὶ ἐπιτίθει. Ἐπισφαλὲς γὰρ τὸ κτῆμα καὶ δυσφύλακτον, ὅταν κατ' ἀνάγκην 96.248 γίνηται. -Τοῖς νέοις ἐπίτρεπε γαμεῖν, πρὶν διαφθαρῶσιν εἰς ἑτέρας. Παρθένε, παρθένος ἴσθι, καὶ οὔασι, καὶ φαέεσσι, Καὶ γλώσσῃ· πᾶσι γὰρ ἐπίτροχός ἐστιν ἁμαρτάς. Μακαρίζει ὁ Κύριος, οὐ τοὺς ἔξω πάθους βιοτεύοντας· οὐ γὰρ δυνατὸν ἐν ὑλώδει ζωῇ τὸν ἄϋλον καθόλου καὶ ἀπαθῆ κατορθωθῆναι βίον· ἀλλὰ τοὺς πρὸς τὰς τῆς φύσεως ὁρμὰς βραδεῖς τε καὶ δυσκινήτως ἔχοντας. Οὐ γὰρ καθόλου τὴν ἀπάθειαν νομοθετεῖ τῇ ἀνθρωπίνῃ φύσει, ἀλλὰ τὸ δι' ἀρετῆς κατορθούμενον. Τὸ μὲν γὰρ ἐγγενέσθαι ποτὲ τοιαύτην ὁρμὴν, ἡ συγκεκραμένη πολλάκις τῇ φύσει ἀσθένεια, καὶ παρὰ γνώμην κατασκευάζει. Τὸ δὲ μὴ χειμάῤῥου δίκην παρενεχθῆναι τῇ τοῦ πάθους ὁρμῇ, ἀλλ' ἀνδρικῶς πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι, καὶ τοῖς λογισμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς ἔργον ἐστίν. Μακάριοι τοίνυν οἱ μὴ ὀξύῤῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις, ἀλλὰ κατεσταλμένοι τῷ λογισμῷ, καὶ ἐφ' ὧν ὁ λογισμὸς, καθάπερ τις χαλινὸς, ἀναστομῶν τὰς ὁρμὰς, οὐκ ἐᾷ τὴν ψυχὴν πρὸς ἀταξίαν ἐκφέρεσθαι. Γάμος συγγνώμη πάθους. Οὐδὲν οὕτως ἀνάξιον παρθένου, ὡς τὸ πλουτεῖν, καὶ περιβεβλῆσθαι πραγμάτων πλῆθος. Χλεύη τὰ μὲν τῆς παιδοποιίας ὄργανα τηρεῖν παρθένα, τὴν δὲ γλῶσσαν μὴ τηρεῖν· ἢ τὴν γλῶσσαν μὲν τηρεῖν παρθένον, τὴν δὲ ὅρασιν, ἢ τὴν ἀκοὴν, ἢ τὰς χεῖρας μὴ τηρεῖν, ἀλλ' ἑταιρίζεσθαι τύφῳ καὶ θυμῷ. ∆εῖ γὰρ πάντα τὰ μέλη καὶ τὰ αἰσθητήρια τηρεῖν ἑαυτοῦ καθαρὰ καὶ συνεσφραγισμένα. Τὸ βεβιασμένον, ἀηδὲς, ταχύ· τὸ δὲ ἀβίαστον οὐκ ἔχει κόρον, ἀλλ' ἀεὶ χάριτι καὶ πόθῳ θάλλει. Παρθένων φθορὰ λέγεται, οὐ μόνον πορνεία, ἀλλὰ καὶ ἡ πρὸ καιροῦ ἔκδοσις, ὅταν ὡς εἰπεῖν ἀώρως ἐκδοθῇ τῷ ἀνδρὶ, ἤτοι ὑφ' ἑαυτῆς, ἢ καὶ παρὰ τῶν γονέων. Ἐκ μελέτης πολλῆς, καὶ ἀσκήσεως, ἡ βία, καὶ ἀγριότης τῶν παθῶν ἀσθενεῖς. Ὁ τῶν παθῶν ἡνίοχος, οὐχ ἅπαξ καθυποτάξας ἐᾷ. Ἀεὶ γὰρ πόλεμος οὗτος ἵσταται, ἐφ' ὅσον ὁ ἄνθρωπος ἐστὶν ἐν ζωῇ. ΤΙΤΛ. ΙΑʹ. -Περὶ πορνείας, καὶ μοιχείας, καὶ ἀρσενοκοιτίας. «Ἄνθρωπος, ὃς ἐὰν μοιχεύσῃ γυναῖκα ἀνδρὸς, θανάτῳ θανατούσθω, ὁ μοιχεύων καὶ ἡ μοιχευομένη. Ἄνθρωπος, ὃς ἐὰν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησαν· ἀμφότεροι θανατούσθω 96.249 σαν. Ἔνοχοι γάρ εἰσι θανάτου. Ἄνθρωπος, ὃς ἐὰν