249
ἀπαλλαγὴν διὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν γεγενημένην. Ἐπειδὴ δὲ καὶ ἐν ἐκείνοις ἐσκιογράφηται τὰ ἡμέ τερα, ὁρῶμεν δὲ καὶ ἐν τῷδε τῷ ψαλμῷ τῆς ἡμετέρας σωτηρίας τὰ θεσπίσματα· μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόττει τῆς προφητείας τὸ πλεῖστον. αʹ. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Πάλιν ὑμνεῖν ὁ προ φητικὸς παρακελεύεται λόγος τὸν εὐεργέτην Θεόν· αἰτίαν δὲ τῆς ὑμνῳδίας τὴν φιλανθρωπίαν εἶναί φησιν. βʹ. "Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ." Καὶ Ἰουδαίους ὑμνεῖν ἔδει τῆς Βαβυλωνίων ἐλευθερωθέντας δου λείας· καὶ ἡμᾶς ἀεὶ προσήκει τοῦτο ποιεῖν, τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντας. γʹ. "Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς· ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης." Τοῦτο ἐπὶ μὲν Ἰουδαίων οὕτω γεγενημένον οὐ μεμαθήκαμεν. Κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην ἐσκεδασμένοι διάγουσι. Τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλη σίαν ἐν ἅπασι τῆς οἰκουμένης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις, ἐκάλεσε καὶ συνήθροισε· καὶ τοὺς τοιούτους συλλό γους πανταχοῦ γῆς καὶ θαλάττης ἔστιν ἰδεῖν. Ἐπὶ μέντοι Ἰουδαίων ἀμυδρῶς τοῦτο γεγένηται· τινῶν μὲν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, ὀλίγων δέ τινων κατ' ἐκείνου τοῦ καιροῦ συλλεγέντων ἐξ Αἰγύπτου, καὶ τῶν πλησιοχώρων ἐθνῶν. 80.1737 δʹ. "Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ." Καὶ Βαβυλὼν ἔρημος καὶ ἄνυδρος· ἔρημος γὰρ ὑπῆρχε τοῦ Θεοῦ· καὶ τῆς πνευματικῆς ἀρδείας, δουλεῦον ἐκείνῃ, ἐστέρητο τῶν Ἰουδαίων τὸ πλῆθος· καὶ οἱ ἐξ ἐθνῶν πεπιστευκότες ὡσαύτως ἐν ἐρήμῳ καὶ ἀνύδρῳ διῆγον, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ὄντες, φησὶν ὁ θεῖος Ἀπόστολος. "Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον." Οὔτε γὰρ Ἰουδαῖοι δια φυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν πατρίδα καταλαβεῖν· οὔτε οἱ ἐξ ἐθνῶν πεπιστευκότες, πρὸ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως τὴν ἐπὶ τὴν θείαν πόλιν ἄγουσαν εὗρον ὁδόν. Πόλιν ἐνταῦθα νοητέον τὴν εὐσεβῆ πολιτείαν· εʹ. "Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν." Θείας διδασκαλίας λιμὸς καὶ τού τους κἀκείνους ἐπίεζεν. Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυ λῶνι δουλεύοντες, καὶ ἱερέων ἐστέρηντο, καὶ τὴν κατὰ νόμον λατρείαν πληροῦν οὐκ ἠδύναντο. Τὰ δὲ ἔθνη πάλιν οὔτε νόμον θεῖον ἐδέδεκτο, οὔτε πνευμα τικῆς διδασκαλίας ἀπήλαυε, δι' ὧν αἱ ψυχαὶ πεφύ κασι τρέφεσθαι. Τοῦτον μέν τοι τὸν λιμὸν Ἰουδαίοις ἠπείλησεν ὁ Θεός· "Ἐπάξω γὰρ, ἔφη, λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου." ʹ. "Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβε σθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς." Τῶν μὲν Ἰουδαίων οἱ εὐσεβέστεροι τῷ Θεῷ τὴν ἱκετείαν προσήνεγκαν· καὶ τοῦτο ἡμᾶς καὶ ἡ τοῦ ∆ανιὴλ προφητεία διδάσκει. Καὶ αὐτὸς γὰρ, καὶ Ἀνανίας, καὶ Ἀζαρίας, καὶ Μισαὴλ, ὑπὲρ πάντων ποτνιώμενοι, τὸν θεῖον ἐζήτησαν ἔλεον. Τὰ δὲ ἔθνη ἔστενε μὲν ταῖς παντοδαπαῖς προσπαλαίοντα συμφοραῖς, καὶ οἰμωγαῖς, καὶ θρήνοις ἀπαραμυθή τοις ἐκέχρηντο, τῆς ἀναστάσεως οὐκ ἔχοντα τὴν ἐλ πίδα, οὐ μὲν τὴν λύσιν τῶν κατεχόντων δεινῶν ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐζήτησαν. Εἶδε δὲ ὅμως στέ νοντας ὁ φιλάνθρωπος, καὶ τὸν ἔλεον ὤρεξεν. ζʹ. "Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου." Ἰουδαίοις μὲν γὰρ διὰ Κύρου τοῦ Πέρσου τὴν ἐπάνοδον ἐδωρή σατο· τὰ δὲ ἔθνη διὰ τῶν ἁγίων ἐποδήγησεν ἀπο στόλων, καὶ τὴν ἄνω πόλιν ὑπέδειξε, τὴν ἐν ὄρεσιν ἁγίοις τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. ηʹ. "Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐ τοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώ πων." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ τὰ τεράστια αὐτοῦ τὰ εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τὸν μέν 80.1740 τοι χαριστήριον ὕμνον οὐχ ὁ ἔλεος τῷ Θεῷ προσφέ ρει, οὔτε μὲν τὰ θαυμάσια, ἀλλ' οἱ τῶν τοσούτων ἀγαθῶν ἀπολαύσαντες. Θαυμαστὴ μὲν γὰρ καὶ ἀξι άγαστος καὶ Ἰουδαίων ἐλευθερία· θαυμασιωτέρα δὲ καὶ ἀξιαγαστοτέρα τῆς οἰκουμένης ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖττον μεταβολὴ, καὶ τῆς