249
καταφρονήσαιμι τῶν ἐμῶν σπλάγχνων καὶ ὁμολογητῶν Χριστοῦ, μὴ οὐχὶ μᾶλλον καὶ τὸ αἷμά μου κενοῦν ἀντὶ μέλανος καὶ τὰς σάρκας παρέχειν ἀντὶ χάρτου εἰς τὸ καθ' ἑκάστην, εἰ οἷόν τε ἦν, γράφειν καὶ προσφωνεῖν ὑμᾶς; καὶ οὐχ ὅτι οὐκ ἐστὲ ἀφ' ἑαυτῶν ἐστηριγμένοι· οἶδα γὰρ καὶ πέπεισμαι ὅση ὑμῖν ἡ παρὰ θεοῦ δύναμις), ἀλλὰ τὸν ἐμαυτοῦ πόθον θεραπεύων καὶ τὸ τῆς ἐντολῆς ἀποπληρῶν χρέος. αἴτιον δὲ τὸ τῆς φυλακῆς μᾶλλον ἀσφαλέστερον, μεθορισθέντων ἡμῶν ἄρτι, καθὼς καὶ προηκούσατε, ἐξ Ἀνατολικῶν εἰς Θρᾳκησίους ἐν Σμύρνῃ, τό τε μὴ δέξασθαι ἀντίγραφα ἀπὸ χρόνου καὶ ἄλλως ὅτι τοῖς ἴσοις ἀγωνισταῖς ἡ αὐτὴ ἐπιστολὴ ἀρκέσειεν ἄρα. ∆εῦρο δὴ οὖν, ἀδελφοί μου, ᾄσωμεν καὶ νῦν χαριστήρια, ὅτι ἠξιώθημεν δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, οὐ μὴν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, ὅπερ ἐστὶ δόξης ἁπάσης ἐνδοξότερον καὶ χαρᾶς ἁπάσης χαριέστερον. ἐν τίνι γὰρ τὸ πάθος ὑμῖν; ἀλλ' οὐχ ὑπὲρ τοῦ Χριστοῦ, Χριστὸν ὁμολογοῦσιν ἄνθρωπον γεγονότα ἀληθινῶς σαρκὶ περιγράφεσθαι, εἴτουν ἐξεικονίζεσθαι, καὶ τὴν τῆς εἰκόνος παραδοχὴν τῆς ἐνανθρωπήσεως αὐτοῦ εἶναι πίστωσιν; ἧς ἀναιρουμένης καὶ ἀθετουμένης δῆλον ὅτι συνανῄρηται καὶ συνηθέτηται καὶ ἡ ἐνανθρώπησις. ἀλλ' ἐπειδὴ ἐτύφλωσεν ὁ θεὸς τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν εἰκονομάχων πρὸς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς εἰκόνος αὐτοῦ, διὰ τοῦτο ἐν σκότει διαπορευόμενοι ἀρνοῦνται Χριστόν, ἀρνούμενοι αὐτοῦ τὴν εἰκόνα, καὶ φιλονεικοῦσι πάντας συνεκτυφλωθῆναι αὐτοῖς, διώκοντες, αἰκίζοντες, φυλακίζοντες καὶ ὡς εἰπεῖν ἀεὶ ἀποκτένοντες. ἀλλ' οὐχ ἕλξουσι τοὺς βεβαιωθέντας καὶ ἐστηριγμένους τῇ ἀμεταπτώτῳ ἀληθείᾳ οὐδ' οὐ μὴν διέφυγον μὴ οὐχὶ καὶ ὑπὸ τοῦ κορυφαίου θρόνου τῆς ἐκκλησίας διελεγχθῆναι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. καὶ ἦν μὲν ἡμῖν τὸ ἀσφαλὲς καὶ εἰλικρινὲς καὶ πρὸ τῆς τῶν ∆υτικῶν ἐλεύσεως, προσεγένετο δὲ πλέον ὅτι μάλιστα κἀντεῦθεν, ὡς ἂν γνῶμεν ὅτι ἀκόλουθα ταῖς ἄνω γενεαῖς καὶ τὴν καθ' ἡμᾶς ὁ θεὸς ἐπισκοπῶν ἐπισκοπεῖ καὶ ὑπ' ὄψιν ἤγαγεν τὸ μαρτύριον, ὅτι ἠλλοτρίωνται αὐτοῦ οἱ τῆς εἰκόνος ἀρνηταί· εἰ γὰρ τοῦ κορυφαίου εἰσὶν διερρηγμένοι τῶν τε ἑτέρων τριῶν πατριαρχῶν, δῆλα δὴ καὶ τοῦ Χριστοῦ, ὃς κεφαλὴ τῶν προειρημένων. καὶ πενθεῖν ἔστι καὶ σκυθρωπάζειν ἐπ' αὐτούς, ἡμῖν δὲ χαίρειν μέγα καὶ ὑπερφυές. Ἐνέγκωμεν οὖν λοιπόν, ἀγαπητοί, τὰ θλιπτικὰ τῆς φυλακῆς, τὰ προσδοκώμενα ἔτι πειρατήρια, αὐτὸ τοῦτο, ἀποθνήσκειν καθ' ἡμέραν, μαρτυρεῖν, ἀθλεῖν, ἕως ἂν ἐπιστῇ ὁ καιρὸς τῆς εἰρήνης, ὃν ὁ Κύριος δεδοκίμακεν ἀρκούντως ἔχειν εἰς δοκίμιον τῶν ὁμολογούντων καὶ ἀνταπόδομα τῶν ἀπειθούντων. ἡ ἡμέρα τὴν ἡμέραν διαβιβαζέτω δι' ὑπομονῆς καὶ προθυμίας, ἡ χεὶρ ἐργαζέσθω οἱονδηποτοῦν ἔργον, τὸ στόμα ψαλλέτω, τὸ σῶμα δουλαγωγείσθω, ὁ νοῦς προσεχέτω ἑαυτῷ μὴ ἀνοίγειν θύραν τοῖς πάθεσιν, ὡς ἂν ἡ φυλακὴ εὐρύχωρος εἶεν, εὐχάριστος, γλυκεῖα, παλάτιον Χριστοῦ· τὸ γὰρ ἐναντίον πρόδηλον. πίστις παρὰ τῶν ἔξωθεν πρὸς ὑμᾶς ἀνδρῶν τε καὶ γυναικῶν, μοναζουσῶν τε καὶ μιγάδων. καὶ εἰκότως· ἐπεὶ φῶς ἐστε χάριτι θεοῦ τῆς Βυζαντίδος, ἵνα μὴ εἴπω ὅλου τοῦ κόσμου. ἀλλὰ βλέπωμεν τὸν ἐπισπείροντα τῷ σίτῳ ζιζάνια διάβολον καὶ τῷ διανοητικῷ κοσκίνῳ τὴν μὲν πίστιν προσιέμεθα, τὰς δὲ σχέσεις ἀποσειώμεθα, ἵνα μὴ ἡ ψυχικὴ χώρα λυμαίνηται. εἶχεν καὶ Παῦλος ὁ μέγας ἀγαπητάς· τὴν Ἀπφίαν, τὴν Περσίδα καὶ Εὐοδίαν παρακαλεῖ, καὶ Συντύχην παρακαλεῖ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ ὡς συγκοπιώσας καὶ συναθλούσας καὶ διακονούσας. καὶ ἀναγκαῖον πάντως ἔχειν, ἀλλ' ἔχειν ὡς εἶχεν ἐκεῖνος· ἐπεί φησι περὶ Πρισκίλλης καὶ Ἀκύλα, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Ὁρᾷς τὸ θερμὸν τῆς ἀγάπης καὶ τὴν ἀποστολικὴν ἀποδοχήν; οὕτω, ἀδελφοί μου, καὶ ἡμεῖς καὶ ὑμεῖς καὶ ἔχωμεν καὶ ἀσπαζώμεθα τὰς ἐν τάξει τῶν τοιούτων ἡμῖν καθισταμένας, ὡς ἂν δοξάζηται ὁ θεὸς καὶ φωτίζωμεν, ἀλλὰ μὴ θολούμεθα καὶ συγχεώμεθα. ἤκουσταί μοι περὶ ὑμῶν τῶν