250
χρησαμένους καὶ τὴν γνώμην ἐκκαλύψαντας, οὕτως οἴκαδε ἀναχωρεῖν, μηδὲν ὑποπτεύοντας διὰ ταῦτα δυσχερὲς, ἀλλὰ καὶ τῆς ἴσης εὐμενείας ἀπολαύοντας παρ' ἐμοὶ, ἂν ἄλλοσέ πη διατρίβωσιν. εἰ γὰρ μετὰ τὴν τοσαύτην εὐγνωμοσύνην καὶ τὴν ἄδειαν κακουργῶν τις φαίνοιτο καὶ πρὸς λύμην καὶ φθορὰν ἀποδιδράσκων τῶν πολλῶν, ἴστω μὴ ἂν τῆς προσηκούσης ἄνευ τιμωρίας ἀπαλλάξων, ἀλλ' αὐτὸς διδάξων τοὺς ἄλλους σωφρονεῖν καὶ μὴ τοιαῦτα πανουργεύεσθαι. ἐγὼ 2.160 μὲν οὖν τῆς ὑμῶν τε καὶ τῶν ἄλλων σωτηρίας ἕνεκα, ἅπερ αὐτοὶ ἐβουλεύσασθε εἱλόμην. ὑμᾶς δὲ παρακαλῶ, καὶ ὑμῶν αὐτῶν καὶ τῶν προγόνων εὐδοξίας ἕνεκα τὴν προσήκουσαν ἀνδρίαν ἐπιδείκνυσθαι καὶ καρτερῶς ἀμύνεσθαι τοὺς πολεμίους, ἀδίκως ἐπιόντας καὶ πρώτους πολέμου ἀρχομένους· ἔπεισι δέ μοι θαῤῥεῖν ἐπὶ τὸν πάντα δικαίως ταλαντεύοντα θεὸν, ὡς οὐκ εἰς μακρὰν ἥ τε τῶν ἀδίκως μοχθηρία πολεμησάντων καὶ ἡ ὑμῶν εὐγνωμοσύνη καὶ ἡ τοῦ δικαίου αἵρεσις ἔσται καταφανής. ἔτι δέ μοι δοκῶ πρὸς τῇ προτέρᾳ πρεσβείᾳ, καίτοι γε ἀδίκως οὕτω καὶ παραλόγως ὑβρισμένῃ, καὶ δευτέραν πρὸς τοὺς πολεμεῖν ᾑρημένους ἡμῖν ποιήσασθαι νυνὶ, ἵν' ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασι, καὶ τῇ μεγαλοψυχίᾳ τὸ πλέον ἔχωμεν αὐτῶν, ὡς μὴ μόνον οὐ κατάρχοντες αὐτοὶ πολέμου, ἀλλ' ἤδη καὶ φανερῶς ὑπ' ἐκείνων ἐξαφθέντος, αὐτοὶ πολλὰ περὶ εἰρήνης δεηθέντες. ἴσως δὲ εἰ καὶ πρότερον ῥᾳδίως ἡμῶν περιγενέσθαι οἰηθέντες, τὴν πρεσβείαν οὐκ ἐδέξαντο, νῦν ὁρῶντες οὐ κατὰ γνώμην αὐτοῖς τὰ πράγματα ἐκβάντα, βέλτιόν τι βουλεύσαιντο καὶ σωφρονέστερον καὶ ἡμᾶς τε πολλῶν πραγμάτων ἀπαλλάξαιεν καὶ τοὺς ἄλλους τῶν προσδοκωμένων δεινῶν ἐκ τοῦ πολέμου. κʹ. Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰρηκότος, οἱ μὲν παρόντες πάντες ἐπῄνουν τε τοὺς λόγους καὶ θεῷ χάριτας ὡμολόγουν, ὅτι πεπεισμένον εἶχον ἐκεῖνον βασιλέα εἶναι. ᾤοντο γὰρ αὐτοῖς πάντα λύσειν τὰ δυσχερῆ γεγενημένον. ἐξιόντες τε ἐκεῖ 2.161 θεν, καὶ τοῖς ἄλλοις ἀπήγγελλον τὰ ἐψηφισμένα καὶ κοινὴν ἦγον ἑορτὴν καὶ συνήδοντο ἀλλήλοις. ὁ μέγας δὲ δομέστικος ἐκέλευε σκευὴν παρασκευάζεσθαι βασιλικὴν τοῖς ἐπὶ ταῦτα τεταγμένοις. καὶ ἐς τὴν ὑστεραίαν ὅρκων προτεθέντων, πάντες ὤμνυον μεγάλῳ δομεστίκῳ εὖνοι εἶναι μόνῳ καὶ τὴν πίστιν ἄδολον αὐτῷ καὶ καθαρὰν τηρήσειν. πρὶν δὲ τὸν πόλεμον κινηθῆναι τουτονὶ, ἐπεὶ παρεσκευάζετο ὡς εἰς τὴν ἑσπέραν ἐκστρατεύσων, τὸ μισθοφορικὸν τῆς στρατιᾶς προέπεμπεν αὐτοῦ, καὶ προῆλθεν ἄχρι Μακεδονίας. οὐ μὴν ἀλλὰ καὶ ὅσοι Μόῤῥαν κατῴκουν καὶ τῆς Ῥοδόπης ὅσαι πόλεις ἦσαν ὑπήκοοι Ῥωμαίοις, στρατιῶται πολλοὶ καὶ ἀγαθοὶ, ὑπὸ στρατηγῷ Ματθαίῳ τῷ Καντακουζηνῷ τεταγμένοι, τῷ τοῦ μεγάλου δομεστίκου πρεσβυτέρῳ υἱῷ, κατὰ τὴν Χαλκιδικὴν τῆς Θρᾴκης ἐστρατοπεδευμένοι ἅμα τῷ στρατηγῷ, οὕτω τοῦ πατρὸς κελεύσαντος, περιέμενον τὴν ἄφιξιν ἐκείνου. οὓς εὐθὺς ἐκάλει διὰ γραμμάτων εἰς ∆ιδυμότειχον, ὡς εἰς τὴν ἀνάῤῥησιν αὐτοῦ παρεσομένους· καὶ παρῆσαν μελλήσαντες οὐδέν. ἔτι δὲ καὶ τῶν τῆς γυναικὸς ἀδελφῶν Ἰωάννου καὶ Μανουὴλ τῶν Ἀνδρονίκου τοῦ Ἀσάνη παίδων ὑπὸ κλοιοῖς, ὥσπερ ἔφημεν, κατὰ τὴν Βήραν, φρούριόν τι τῆς Θρᾴκης, εἱργομένων, πέμψας τὴν ἀδελφὴν ἅμα στρατιᾷ, ἐξῆγέ τε τοῦ δεσμωτηρίου καὶ ἄγειν ἐκέλευεν εἰς ∆ιδυμότειχον πρὸς αὐτὸν, φρουρᾷ τὸν πύργον κατασχοῦσαν καὶ ἄρχοντα τῶν εὔνων αὐτοῖς ἐπιστή 2.162 σασάν τινα. τριβομένου δὲ τοῦ χρόνου πρὸς τὴν τῶν βασιλικῶν παρασήμων παρασκευὴν, ἐπεὶ ἐδόκει μὴ μέλλειν, μηδὲ προΐεσθαι τὸν καιρὸν, τῶν κατὰ τὸ Βυζάντιον συντόνως πολεμούντων καὶ μηδεμιᾶς ἀπεχομένων πείρας, ἔγραφε καὶ αὐτὸς ταῖς κατὰ τὴν Θρᾴκην καὶ Μακεδονίαν ἁπάσαις πόλεσιν αὐτῷ προσέχειν, ὡς ἤδη Ῥωμαίων βασιλεῖ γεγενημένῳ καὶ δυναμένῳ ὑπείκουσί τε εὖ ποιεῖν καὶ τοὐναντίον, ἂν ἀνταίρωσιν ὅπλα, βλάπτειν. ἰδίᾳ τε τοὺς δυνατοὺς τῶν πόλεων καὶ τοὺς παρ' ἑκάστοις στρατιώτας γράμμασιν ὑπεποιεῖτο, τῶν τε πρότερον ἀναμιμνήσκων εὐεργεσιῶν γεγενημένων εἰς αὐτοὺς, καὶ ὡς, ἢν εὖνοι φαίνωνται νυνὶ καὶ τὰ αὐτοῦ