250
καὶ νόμους αὐτοῖς συγγράψαι ἐπέτρεψαν, μηδεμίαν τε δίκην ἐφέσιμον ἀπ' αὐτῶν γενέσθαι προσεψηφίσαντο· ο πρῴην οὐδενὶ τῶν ἀρχόντων πλὴν τῶν δικτατώρων ἐδέδοτο. ηρξάν τε ουτοι ἐφ' ἡμέραν εκαστος, ἐναλλὰξ τὸ πρόσχημα τῆς ἡγεμονίας λαμβάνοντες. καὶ νόμους συγγράψαντες εἰς τὴν ἀγορὰν ἐξέθηκαν· οι ἐπεὶ πᾶσιν ηρεσαν, ἐς τὸν δῆμον εἰσήχθησαν, καὶ κυρωθέντες σανίσιν ἐνεγράφησαν δέκα· οσα γὰρ φυλακῆς ἐκρίθησαν αξια, ἐν σανιδίοις ἐθησαυρίζοντο. ̓Εκεῖνοι μὲν ουν τὸν ἐνιαυτὸν ἀνύσαντες ἀφῆκαν τὴν ἀρχήν, ετεροι δ' αυθις αἱρεθέντες δέκα ωσπερ 2.140 ἐπὶ καταλύσει τῆς πολιτείας χειροτονηθέντες ἐξώκειλαν. πάντες γὰρ αμα ἀπὸ τῆς ισης ηρχον, καὶ νεανίσκους ἐκ τῶν εὐπατριδῶν θρασυτάτους ἐκλεξάμενοι πολλὰ δι' αὐτῶν ἐποίουν καὶ βίαια· ὀψὲ δέ ποτε ἐπ' ἐξόδῳ τοῦ ετους ὀλίγα αττα ἐν δύο σανίσι προσέγραψαν, ἐς πάντα δὴ αὐτογνωμονήσαντες. ἀφ' ων οὐχ ὁμόνοια, ἀλλὰ καὶ διαφοραὶ μείζους ̔Ρωμαίοις γενήσεσθαι εμελλον. Αἱ μὲν ουν λεγόμεναι δώδεκα δέλτοι ουτως τότε ἐγένοντο· οἱ δὲ νομοθέται ἐκεῖνοι οὐ μόνον ταῦτ' επραξαν, ἀλλὰ καὶ τοῦ ἐνιαυτοῦ τῆς ἀρχῆς αὐτοῖς διελθόντος ετι τοῖς πράγμασιν ἐνέμειναν, βίᾳ τὴν πόλιν κατέχοντες, καὶ μηδὲ τὴν βουλὴν η τὸν δῆμον ἀθροίζοντες, ινα μὴ συνελθόντες παύσωσιν αὐτούς. Αἰκουῶν δὲ καὶ Σαβίνων πόλεμον αἰρομένων κατὰ ̔Ρωμαίων, τότε τοὺς ἐπιτηδείους αὐτοῖς παρασκευάσαντες διεπράξαντο σφίσι τοὺς πολέμους ἐπιτραπῆναι. ἐκ γοῦν τῆς δεκαρχίας αὐτῶν Σερούιος μὲν Οππιος καὶ Αππιος Κλαύδιος κατὰ χώραν εμειναν, οἱ δὲ ὀκτὼ ἐπὶ τοὺς πολεμίους ἐστράτευσαν. Πάντα μέντοι ἁπλῶς καὶ τὰ ἐν τῷ αστει καὶ τὰ ἐν τοῖς στρατοπέδοις τετάρακτο, κἀντεῦθεν στάσις αυθις συνηνέχθη. ἐμβαλόντες γὰρ εἰς τὴν τῶν Σαβίνων γῆν οἱ στρατιάρχαι Λούκιόν τινα Σίκιον, ακρον τε τὰ πολέμια καὶ ἐν τοῖς πρώτοις τοῦ ὁμίλου καταριθμούμενον, μεθ' ἑτέρων ως τι χωρίον καταληψόμενον επεμψαν, καὶ διὰ τῶν συνεκπεμφθέντων αὐτῷ τὸν ανδρα διέφθειραν. λόγου δ' εἰς τὸ στρατόπεδον γεγονότος ὡς παρὰ πολεμίων τοῦ ἀνδρὸς σὺν αλλοις ἀνῃρημένου, οἱ στρατιῶται ἀνελέσθαι τοὺς νεκροὺς ὁρμήσαντες οὐδὲν σῶμα τῶν ἐναντίων εὑρήκασι, συχνοὺς δὲ τῶν ὁμοφύλων, ους ὁ Σίκιος 2.141 ἐπιθεμένους αὐτῷ ἀπέκτεινεν ἀμυνόμενος. ὡς ουν κύκλῳ τε αὐτοῦ κειμένους καὶ τετραμμένους πρὸς αὐτὸν ειδον, ὑπετόπασαν τὸ γενόμενον καὶ μέντοι καὶ ἐθορύβησαν· πρὸς δὲ τοῖς καὶ διά τι τοιοῦτον. Λούκιός τις Οὐεργίνιος ἐκ τοῦ πλήθους ων καὶ θυγατέρα εχων περικαλλῆ Λουκίῳ ̓Ικιλλίῳ τῶν ὁμοίων αὐτῷ ἐκδώσειν εμελλε. ταύτης ὁ Κλαύδιος ἐρασθεὶς καὶ μὴ τυχών, παρεσκεύασέ τινας δουλαγωγῆσαι αὐτήν· καὶ δικαστὴς ην ἐκεῖνος. ἐλθὼν ουν ὁ τῆς κόρης πατὴρ ἐκ τοῦ στρατοπέδου ἐδικαιολογεῖτο. ὡς δὲ ὁ Κλαύδιος ταύτης κατεψηφίσατο καὶ τοῖς δουλαγωγοῦσιν αὐτὴν ἡ κόρη παρεδόθη καὶ οὐδεὶς ἐπήμυνεν, ὑπερήλγησεν ὁ ταύτης πατήρ, καὶ τὴν θυγατέρα κοπίδι διαχειρισάμενος πρὸς τοὺς στρατιώτας ὡς ειχεν ἐξώρμησεν. ους οὐδὲ πρὶν ευ διακειμένους ουτως ἐτάραξεν ωστε εὐθὺς ἐπὶ τὴν πόλιν πρὸς τὸν Κλαύδιον ἐπειχθῆναι. καὶ οἱ ετεροι δὲ οἱ ἐπὶ τοὺς Σαβίνους ἐστρατευμένοι, ἐπεὶ τοῦτ' εμαθον, τό τε τάφρευμα ἐξέλιπον, καὶ συμμίξαντες τοῖς λοιποῖς ανδρας εικοσιν ἑαυτῶν προεστήσαντο, καὶ οὐδὲν μικρὸν ἐλογίζοντο πρᾶξαι. καὶ τὸ αλλο δὲ πλῆθος τὸ ἐν τῇ πόλει προσεχώρησεν αὐτοῖς καὶ μετ' αὐτῶν ἐθορύβει. ̓Εν τούτοις ὁ μὲν Κλαύδιος φοβηθεὶς ἐκρύβη, Οππιος δὲ τήν τε βουλὴν ηθροισε καὶ πέμψας ἐπύθετο τοῦ πλήθους τί βούλονται. οἱ δὲ τὸν Οὐαλέριον Λούκιον καὶ τὸν ̔Οράτιον Μάρκον, ανδρας ἐκ τῶν βουλευτῶν αὐτοῖς προσκειμένους, πεμφθῆναι σφίσιν ἐζήτουν, ως τι δι' ἐκείνων ἀποκρινούμενοι. ἐπεὶ δὲ οὐκ ἐπέμφθησαν, φοβηθέντων τῶν δέκα ἀρχόντων, ηδη γὰρ πάντες παρῆσαν, μὴ στρατηγοῖς αὐτοῖς κατ' αὐτῶν χρήσαιντο, ετι μᾶλλον ὠργίζοντο. 2.142 φόβος ουν τοῖς βουλευταῖς ἐνέπεσεν ἐντεῦθεν οὐ μέτριος, καὶ διὰ τοῦτο καὶ παρὰ γνώμην τῶν ἀρχόντων τόν τε Οὐαλέριον σφίσι καὶ τὸν ̔Οράτιον επεμψαν. κἀκ τούτου