250
κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυψεν· θανάτῳ θανατούσθωσαν ἀμφότεροι. Ἄνθρωπος ἐὰν λάβῃ γυναῖκα, καὶ τὴν μητέρα αὐτῆς, ἀνομία ἐστίν. Ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς.» «Οὐκ ἐλεύσεται ἐκ πόρνης εἰς Ἐκκλησίαν Θεοῦ.» «Ἐὰν εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνῳκισμένης ἀνδρὶ, ἀποκτενεῖτε ἀμφοτέρους, καὶ ἐξαρεῖτε τὸ πονηρὸν ἐξ Ἰσραήλ.» «Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο.» Ἐάν τις λάβῃ γυναῖκα, καὶ συνοικήσῃ αὐτῇ, καὶ ἐπίθηται προφασιστικοὺς λόγους, καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν καὶ λέγῃ· Τὴν γυναῖκα ταύτην εἴληφα, καὶ προσελθὼν αὐτῇ, οὐχ εὕρηκα αὐτῇ παρθενίαν· καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ, ἐξοίσουσι τὰ παρθένια τῆς γυναικὸς πρὸς τὴν γερουσίαν· λήψονται τὸν ἄνθρωπον, καὶ παιδεύσουσι, καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους, καὶ δώσουσι τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρθένον Ἰσραηλίτιν, καὶ αὐτοῦ ἔσται γυνή. Οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν πάντα χρόνον. Ἐὰν δὲ μὴ εὑρεθῇ τὰ παρθένια τῇ νεάνιδι, ἐξοίσουσιν αὐτὴν ἐπὶ τὰς θύρας τοῦ πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν οἱ ἄνδρες τῆς πόλεως, καὶ ἀποθανεῖται, ὅτι ἐποίησεν ἀφροσύνην. Ἐὰν γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρὶ, εὑρὼν αὐτὴν ἄνθρωπος ἐν πόλει, κοιμηθῇ μετ' αὐτῆς, ἐξάξετε ἀμφοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως ἐκείνης, καὶ λιθοβολήσουσιν ἀμφοτέρους ἐν λίθοις, καὶ ἀποθανοῦνται· ἡ νεᾶνις, διότι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ ὁ ἄνθρωπος, διότι ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον. Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον τὸν κοιμώμενον μετ' αὐτῆς, καὶ τὴν νεάνιδα οὐ μὴ ποιήσητε οὐδέν. Οὐκ ἔστιν ἁμάρτημα τῇ νεάνιδι θανάτου, ὅτι ὡς εἴ τις ἐπανασταίη ἄνθρωπος ἐπὶ τὸν πλησίον, καὶ φονεύσῃ αὐτοῦ τὴν ψυχὴν, οὕτως καὶ τὸ πρᾶγμα τοῦτο· ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν αὐτῇ οὐκ ἦν. «Ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος, λέγων· Οὐ προσνοήσει με ὀφθαλμός.» «Θυμὸς ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. Πῦρ γάρ ἐστι καιόμενον ἐκ πάντων τῶν μερῶν· οὗ δ' ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.» «Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.» «Μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς τοῖς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν τῆς πορνείας βλεφάρων. Ὁ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται· ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει· τὸ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως· οὐκ 96.252 ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδ' οὐ μὴ διαλυθῇ πολλῶν δώρων.» «Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, μηδὲ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαις.» «Ὃς ποιμαίνει πόρνας, ἀπολέσει πλοῦτον.» «Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται.» «Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς, ἵνα πολλὸν ζήσῃς χρόνον, προστεθῇ δέ σοι ἔτη ζωῆς.» «Τέκνα μοιχῶν ἀτέλεστα ἔσται, καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται.» «Πολύγονον πλῆθος ἀσεβῶν οὐ χρησιμεύσει, καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος, οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει. Ἐξ ἀνόμων ὕπνων τέκνα γεννώμενα, μάρτυρές εἰσι πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν.» «Ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ σβεσθήσεται, ἕως οὗ καταποθῇ· οὕτως καὶ ὁ ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ.» «Οὗ οὐκ ἔστι γυνὴ στενάξει πλανώμενος.» «Ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς· οὐ μὴ κοπιάσῃ, ἕως ἂν τελευτήσῃ. Ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ, λέγων ἐν τῇ ψυχῇ αὐτοῦ, Τίς με ὁρᾷ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐδείς με ὁρᾷ· τί εὐλαβοῦμαι; Τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθῇ ὁ Ὕψιστος. Καὶ οἱ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου