250
τριῶν ὅτι ἡνώθητε ὑπὸ μεταμελείας τοῦ ἐλεεινοῦ Λεοντίου καὶ τὸν θεὸν ἐδόξασα ὁ ἁμαρτωλὸς ἐπί τε τῇ μετοκλάσει ἐκείνου, εἴπερ καὶ διαμείνοι, καὶ τῇ ὑμετέρᾳ ἐναθλήσει· ὅτι ὡς ἀπὸ καμίνου πυρὸς οἱ ἅγιοι τρεῖς παῖδες καὐτοὶ τῶν δεινῶν φυλακῶν ἀσινεῖς ἐξεληλύθατε, καταπλήξαντες τὸν τύραννον. ἀλλ' ἔτι, γενναῖοί μου, ἐναθλοῖτε καὶ τὸ πειρασθῆναι ἑτοιμάζεσθε μέχρις αἵματος. τοιοῦτος γὰρ ὁ νόμος τῆς μαρτυρίας. εὐλογηθείησαν καὶ οἱ ἀλεῖπται ὑμῶν, οἱ ἔνδοθεν καὶ ἔξωθεν. Ἡμεῖς οἱ ταλαίπωροι καὶ αὖθις ἐμαστιγώθημεν, ἀλλ' εὐχαρίστως ἐδεξάμεθα καὶ εὐδοκοῦμεν μᾶλλον καὶ ἔτι. ὥστε ὑμεῖς μὴ ἀνιᾶσθε ἐν τῇ ταπεινώσει ἡμῶν, ἀλλὰ μᾶλλον χαίρετε καὶ προσεύχεσθε ἰσχύειν ἡμᾶς ἔτι ἐν πᾶσιν οἴσειν τε καὶ τὰ παρὰ τῶν ἐξουσιαζόντων ἐπαγόμενα φέρειν τε καὶ τὰ ὑπὸ τοῦ ἀοράτου πολέμου συμβαλλόμενα σὺν τῷ ἀδελφῷ Νικολάῳ, ὃς καὶ προσαγορεύει ὑμᾶς θερμότατα. μνημονεύετέ μου τῶν στεναγμῶν. ἡ χάρις μεθ' ὑμῶν. ἀμήν. 411 {1Ναυκρατίῳ τέκνῳ}1 Παρ' ἐλπίδα μέν, ἐπ' ἐλπίδι δὲ ὅμως ἐδεξάμην σου τὴν ἐπιστολήν, τίμιον τέκνον· τὸ πρῶτον διὰ τὴν ἐπίσφιγξιν τῆς φυλακῆς ἐξ ἐπιτροπῆς τοῦ βασιλέως, τὸ δεύτερον διὰ τὴν ὑπεράπειρον ἀγαθότητα τοῦ φιλανθρώπου θεοῦ, δι' ὑμᾶς τοὺς ἁγίους καὶ τὰ ἡμῶν τῶν ἁμαρτωλῶν εὖ διατιθεμένου, κἂν οἱ ἄνθρωποι δυσδιεξόδευτα πειρῶνται φέρειν. καὶ τί εἴπω ἢ τί διανοηθῶ ὁ τάλας ἢ ὅτι πάντα τὰ ὀστᾶ μου ἐροῦσι Κύριε, Κύριε, τίς ὅμοιός σοι, ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ; Αὕτη μου ἡ πρώτη φωνὴ τοῦ οἰκτροῦ, κἂν ἐκ ∆αυιτικῆς ᾠδῆς. δεύτερον ὅτι καὶ ἀδολεσχίας ἀνέθην ἀναγνοὺς τὸ γράμμα, ἐπεὶ εὗρον τὴν μέθειρξίν σου οὕτως ἔχουσαν, ὡς ἐδίδαξας· ἤμην γὰρ προμαθὼν ὅτι μόνον μετεφρουρήθης. εὐψύχει, ἀδελφέ, καὶ εὐφραίνου, ὅτι καθὼς πλεονάζει τὰ παθήματα τοῦ Χριστοῦ εἰς σὲ καὶ εἰς τοὺς ὁμόφρονάς τε καὶ ὁμοτρόπους σοι, οὕτω καὶ ἡ παράκλησις καὶ ὁ μισθὸς καὶ τὸ κλέος. καὶ πῶς ἂν εἶχεν εἰς τοὐμφανὲς ἐλθεῖν τὰ σκεύη τῆς ἐκλογῆς, εἰ μὴ παρῆν τὰ σκάνδαλα, παραχωροῦντος θεοῦ, τοὺς μὲν ποιοῦντας αὐτὰ δεικνύντος οἷοι εἶεν, ὡς ζιζάνια τηρούμενα εἰς καῦσιν πυρὸς αἰωνίου, τοὺς δὲ ὑπομονητικοὺς τῶν πειρασμῶν δοκιμάζοντος, ἡλιοειδῶς ἐκλάμψοντας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; ὥστε μή σε ξενιζέτω τὰ γιγνόμενα καθ' ἑκάστην, εἰ ὁ μὲν ἤρθη, ὁ δὲ δέδεται καὶ ἄλλῃ τέτυπται, ἑτέρᾳ δὲ ὑπερώρισται καὶ ὅσα ἄλλα οὕτως ἢ ἑτέρως ἔχει· ἥξει μικρὸν ὕστερον ὁ τῆς ἀνταποδόσεως καιρός. Ἀνέγνων ὃ πέπομφας (καὶ ἐπιγνοὺς καὶ εὐχαριστήσας τῷ Κυρίῳ αὖθις ἀντέπεμψα) περὶ τοῦ ἀββᾶ Ἰγνατίου· οἴμοι, ὅτι ἑάλω, ἐπεὶ φίλος ὁ ἀνὴρ διαφερόντως. ἀλλ' εὖ γε πεποίηκας, δοὺς μετανοοῦντι τὴν ἰατρείαν· ἱκανόν, τέκνον, τὸ παρὰ σοῦ δοθὲν κἀγὼ ὁ τάλας εὔχομαι αὐτῷ τὴν ἀναπάλαισιν, οὗ καὶ δέδεγμαι τὰς προσφοράς. εἰς τὸν ἀδελφὸν Ἀνατόλιον σπλαγχνίζομαι ὁ ταπεινός, ἐπεὶ φιλαδελφὴς καὶ αὐτός. διὰ τοῦτο τολμῶ καὶ λέγω· κουφισθήτω αὐτῷ καὶ ἕτερος χρόνος, ὥστε πληρουμένης τῆς διετίας μετεχέτω τῶν ἁγιασμάτων. οἱ κοιμηθέντες τῶν ἀδελφῶν, φωτὸς υἱοὶ ὑπὲρ φωτὸς τῷ διωγμῷ τελειωθέντες, προσεύξοιντο περὶ ἡμῶν. οἱ ἄλλως τεθνηκότες ἐλεεινοὶ τῆς ἐκδημίας κατὰ τὰς ἐμὰς ἁμαρτίας, ὡς λέλεχας· τοιοῦτος καὶ ὕπερ ὁ Σευηριανός. Πλὴν καὶ ἐκ τῶν ἐνδιαστρόφων εὐστροφία τοῖς ἐμμελέσι καὶ ὁ λόγος βαλλέσθω εἰς ζήτησιν, ὁσάκις προσίοι, κἂν ἐκ τῶν ἐναντίων, ὡς ἂν τῇ βασάνῳ καθάπερ ἐν παρατρίψει λίθων τὸ πῦρ ἐξάλλοιτο τῆς ἀληθείας. καὶ δὴ καὶ νῦν τοιαύτη ἡ πρότασίς σου. ἔν τισιν ἱστορίαις εὕρηνται εἰκόνες ἐπιγράφουσαι "4θειότης"5, "4κυριότης"5, "4βασιλεία"5· δῆλον ὅτι ἐπὶ τῆς Χριστοῦ εἰκόνος τοῦτο λέγοις. καὶ πῶς τοῦτο; αἱ τοιαῦται φωναὶ κοινῶς ἐπὶ τῆς Τριάδος, οὐκ ἐφ' ἑνὸς προσώπου διακεκριμένως νενόηνται. εἰ γὰρ καὶ θεὸς καὶ Κύριος ἕκαστον πρόσωπον λέγοιτο, ἀλλ' οὐχ ἁπλῶς καὶ θεότης καὶ κυριότης· οἷον, ἐγὼ ὁ θεὸς τοῦ πατρός σου, φησίν, οὐχ ἡ θεότης· ἐγώ εἰμι ὁ ὤν, οὐχὶ ὀντότης, καὶ ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου, οὐχὶ κυριότης παρὰ