Stromata ΚΛΗΜΕΝΤΟΣ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ ΓΝΩΣΤΙΚΩΝ

 ἐκκακῶμεν· συμβάλλεται γοῦν τὰ μέγιστα τῷ περιτυχόντι κατὰ τὴν θείαν πρόνοιαν, ἀρχὴν πίστεως, πολιτείας προθυμίαν, ὁρμὴν τὴν ἐπὶ τὴν ἀλήθειαν, κίνησιν

 ἔκδοτον παραδοτέον τὸν λόγον τοῖς ἐντεθραμμένοις λόγων παντοδαπῶν τέχναις καὶ δυνάμεσιν ἐπιχειρημάτων ὠγκωμένων, τοῖς προκατειλημμένοις ἤδη τὴν ψυχὴν

 Ἑλλάδος (τῆς κοίλης θάτερος αὐτῶν Συρίας ἦν, ὃ δὲ ἀπ' Αἰγύπτου), ἄλλοι δὲ ἀνὰ τὴν ἀνατολήν· καὶ ταύτης ὃ μὲν τῆς τῶν Ἀσσυρίων, ὃ δὲ ἐν Παλαιστίνῃ Ἑβρα

 ἀπέδρα, τὰ δὲ ὅσα ἐσβέννυτο ἐν αὐτῇ μαραινόμενα τῇ διανοίᾳ, ἐπεὶ μὴ ῥᾴδιος ἡ τοιάδε διακονία τοῖς μὴ δεδοκιμασμένοις. ταῦτα δὲ ἀναζωπυρῶν ὑπομνήμασι τ

 ποτίμῳ τῶν παρ' Ἕλλησι λόγων προαρδεύομεν τὸ γεῶδες αὐτῶν, ὡς παραδέξασθαι τὸ καταβαλλόμενον σπέρμα πνευματικὸν καὶ τοῦτο εὐμαρῶς ἐκθρέψαι δύνασθαι. 1

 θηράτορες, ζηλωταὶ τεχνυδρίων, ἐριδαντέες καὶ ἱμαντελικτέες, ὡς ὁ Ἀβδηρίτης ἐκεῖνός φησιν· 1.3.22.3 στρεπτὴ γὰρ γλῶσσα, φησί, βροτῶν· πολέες δ' ἔνι μῦ

 μετιόντες τέχνας τοῦ περὶ τὰς αἰσθήσεις ἀπολαύουσι περιττοῦ, ἀκοῆς μὲν ὁ κοινῶς λεγόμενος μουσικός, ἁφῆς δὲ ὁ πλαστικός. καὶ φωνῆς ὁ ᾠδικός, ὀσφρήσεως

 καιρὸν λιπαίνει σὸν φάρυγγα, φησί, 1.5.29.7 φιλοσοφία δὲ οὐ κολακεύει. τίνα τοίνυν αἰνίσσεται τὴν ἐκπορνεύσασαν; ἐπιφέρει ῥητῶς· τῆς γὰρ ἀφροσύνης οἱ

 ἀγαπᾷ κύριος 1.5.32.3 παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. κατ' ἄλλους μέντοι γε τόπους ἐξεταζόμεναι αἱ προειρημέναι γραφαὶ ἄλλα μυστήρια

 πλανᾶται, φησίν, καὶ χρὴ μετιέναι τὸ ἐλεγκτικὸν εἶδος ἕνεκα τοῦ τὰς δόξας τὰς ἀπατηλὰς διακρούεσθαι τῶν σοφιστῶν. 1.6.36.1 Εὖ γοῦν καὶ Ἀνάξαρχος ὁ Εὐδ

 πύλη τοῦ 1.7.38.7 κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. πολλῶν τοίνυν ἀνεῳγμένων πυλῶν <ἡ> ἐν δικαιοσύνῃ αὕτη ἦν ἐν Χριστῷ, ἐν ᾗ μακάριοι πάντες οἱ ε

 ἐστι τῆς ἐκείνων διαθέσεως. μὴ γινώμεθα κενόδοξοι, φησὶν ὁ ἀπόστολος, ἀλλήλους 1.8.42.1 προκαλούμενοι, ἀλλήλους φθονοῦντες. ταύτῃ τοι ὁ φιλαλήθης Πλάτ

 1.9.45.3 ἀλλ' οὐχ οὕτως <ὡς> ἐκδέξασθαι μὴ μεμαθηκότας. τὰς δὲ ἐντολάς, φησίν, ἀπόγραψαι δισσῶς βουλήσει καὶ γνώσει τοῦ ἀπο1.9.45.4 κρίνασθαι λόγους ἀ

 πορφύραν οἱ παλαιοὶ Λακεδαιμόνιοι, δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρίσματα ὑπολαβόντες ὀρθῶς καὶ ὀνομάσαντες, ἐπεὶ μήτε ἐκείνη καλὴ σκευασία τροφῆ

 πίστεως· βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν ἀπὸ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, τῆς ἀναιρούσης τὴν πρόνοιαν, κ

 διαλογίζονται ἐν συνεδρίῳ. ἀλλ' ὃ ἀκούετε εἰς τὸ οὖς, φησὶν ὁ κύριος, κηρύξατε ἐπὶ τῶν δωμάτων, τὰς ἀποκρύφους τῆς ἀληθοῦς γνώσεως παραδόσεις ὑψηλῶς κ

 ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί· 1.14.59.3 καὶ ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. ὁρᾷς ὅπως κἂν τοῖς Ἑλλήνων προφήταις δίδωσί τι τῆς ἀληθείας καὶ οὐκ ἐ

 Πλάτωνι Ἀριστοτέλης φιλοσοφήσας μετελθὼν εἰς τὸ Λύκειον κτίζει τὴν Περιπατητικὴν αἵρεσιν. τοῦτον διαδέχεται Θεόφραστος, ὃν Στράτων, ὃν 1.14.63.6 Λύκων

 διδασκάλους θεοὺς προσειπόντες. ψυχὰς γὰρ ἀγαθὰς κατὰ Πλάτωνα καταλιπούσας τὸν ὑπερουράνιον τόπον ὑπομεῖναι ἐλθεῖν εἰς τόνδε τὸν τάρταρον καὶ σῶμα ἀνα

 σπλάγχνων τοῖς ἀνθρώποις προφαίνειν τοῦ μέλλοντος δήλωσιν γράφει, τὴν δὲ ψυχὴν αὐτῆς εἶναι τὸ ἐν τῇ σελήνῃ φαινόμενον πρόσωπον οἴεται. 1.15.71.1 Τάδε

 <σαφέσιν> ἀστέρων ἐπ' ἀντολαῖς. 1.15.73.6 παρὰ τῷ Αἰόλῳ τούτῳ Ὀδυσσεὺς μετὰ τὴν Ἰλίου ἅλωσιν ξενίζεται. παρατήρει μοι τοὺς χρόνους εἰς σύγκρισιν τῆς Μ

 παρ' ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται. 1.16.77.3 Εἰ δέ τις τὴν φωνὴν διαβάλλει τὴν βάρβαρον, ἐμοὶ δέ, φησὶν 1.16.77.4 ὁ Ἀνάχαρσις, πάντες Ἕλληνες

 1.17.81.1 Ναί φασι γεγράφθαι· πάντες οἱ πρὸ τῆς παρουσίας τοῦ κυρίου κλέπται εἰσὶ καὶ λῃσταί. πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ λόγου

 ὁ διάβολος λέγεται ψευδοπροφήτας ἐγκαταμίξας τοῖς προφήταις, καθάπερ τῷ 1.17.84.7 πυρῷ τὰ ζιζάνια. πάντες οὖν οἱ πρὸ κυρίου κλέπται καὶ λῃσταί, οὐχ ἁπ

 κατηγγελμένῃ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας, τῆς διὰ τῶν προφητῶν λαλούσης, αὐτόν, δηλονότι τὸν θεόν, εὐδόκησεν οὗτος ὁ θεὸς διὰ τοῦ κηρύγματος τῆς

 οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς δοὺς πᾶσι ζωὴν καὶ 1.19.91.4 πνοὴν καὶ τὰ πάντα·

 ποιητικὸν αἴτιον ὡς οἷόν τε 1.19.94.5 συνθεωροῦντες· εἶδες γάρ, φησί, τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν 1.19.94.6 σου. τὸν σωτῆρα οἶμαι θεὸν εἰρῆσθαι ἡμ

 τοῦτόν φαμεν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον, τῷ δὲ τελώνῃ τέλος καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ, μισθὸν

 ἀληθῆ μέν, στοχαστικῶς δὲ καὶ ταῖς τῶν λόγων ἀνάγκαις ἴσασι. μαθητευθέντες οὖν καταληπτικῶς ἐπιγνώσονται.

 Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, ∆ημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, θαργηλιῶνος μηνὸς δευτέρᾳ 1.21.104.2 ἐπὶ δέκα, ὥς φησι ∆ιο

 οὗτος, ἀλλὰ καὶ ἡ Σίβυλλα Ὀρφέως παλαιοτέρα· λέγονται γὰρ καὶ περὶ τῆς ἐπωνυμίας αὐτῆς καὶ περὶ τῶν χρησμῶν τῶν καταπεφημισμένων ἐκείνης εἶναι λόγοι π

 δὲ1.21.112.4 Γὰδ καὶ Νάθαν ἐπ' αὐτοῦ. γίνονται οὖν ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ ἕως παρέλαβε τὴν βασιλείαν ∆αβίδ, ὡς μέν τινες, ἔτη τετρακόσια πεντήκοντα, ὡς δὲ

 τὴν Ἰωνικὴν ἀποικίαν φησὶ φέρεσθαι αὐτόν, ἣ ἐγένετο μετὰ ἑκατὸν τεσσαράκοντα 1.21.117.3 ἔτη τῶν Τρωϊκῶν. Ἀπολλόδωρος δὲ μετὰ ἔτη ἑκατὸν τῆς Ἰωνικῆς ἀπ

 Εὐφράτην, ὁρμῶντι αὐτῷ πρὸς Ἀσσυρίους ἀπαντήσας. Ἰωσίαν διαδέχεται Ἰεχωνίας, <ὁ> καὶ Ἰωάχας, ὁ υἱὸς αὐτοῦ μῆνας τρεῖς καὶ ἡμέρας δέκα. τοῦτον Νεχαὼ βα

 καὶ τοῦ 1.21.125.3 σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκρίνασθαι καὶ τοῦ οἰκοδομ

 βασιλέων χρόνοι ἔτη 1.21.129.3 τριακόσια δώδεκα ἡμέραι ὀκτωκαίδεκα. ἀποδείκνυνται τοίνυν οἱ ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου προφητεύσαντες κατὰ τὸ δεύτερον ἔ

 Νικίας ὁ Καρύστιος, Ἀρίστων ὁ Θετταλός, ∆ιονύσιος ὁ Καρχηδόνιος, Κλεοφῶν ὁ Κορίνθιος, Ἱππώ τε ἡ Χείρωνος καὶ Βοιὼ καὶ Μαντὼ καὶ τῶν Σιβυλλῶν τὸ πλῆθος

 Ἰωάννου πατὴρ καὶ πρὸ τοῦ παιδὸς προφητεύειν ἐν τοῖς εὐαγγελίοις λέγεται. 1.21.136.3 Ἄνωθεν οὖν ἀπὸ Μωυσέως συναγάγωμεν τὴν καθ' Ἕλληνας χρονογραφίαν·

 ἄρχοντα, ἐφ' οὗ θνῄσκει Ἀλέξανδρος, ἔτη ιαʹ. ἐντεῦθεν ἐπὶ τὴν ἡγεμονίαν Γερμανικοῦ Κλαυδίου Καίσαρος ἔτη τριακόσια ἑξήκοντα πέντε, ἀφ' οὗ χρόνου δῆλα

 ἐπιχειροῦντα τῇ ἐπιβουλῇ, οὐ δή που νεύματι ἀφανεῖ τῶν ἀλόγων ζῴων κεχρημένων οὐδὲ μὴν τῷ σχήματι μηνυόντων σφίσιν, ἀλλ', οἶμαι, τῇ 1.21.143.5 οἰκείᾳ

 γεγενῆσθαι κδʹ ἢ κεʹ. 1.21.146.5 Ἔτι δὲ κἀκεῖνα τῇ χρονογραφίᾳ προσαποδοτέον, τὰς ἡμέρας λέγω, ἃς αἰνίττεται ∆ανιὴλ ἀπὸ τῆς ἐρημώσεως Ἱερουσαλήμ, ** τ

 ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ 1.22.150.2 λεγομένων. διηρμήνευται δὲ πρὸ ∆ημητρίου ὑφ' ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά

 ἐν ταῖς Πράξεσι φέρεται τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους λόγῳ ἀποκτείνας. 1.23.154.2 Ἀρτάπανος γοῦν ἐν τῷ περὶ Ἰουδαίων συγγράμ

 ὡς κρείττονες ἡττόνων (καὶ τοῦ πολέμου ἡ αἰτία δικαία· ἱκέται διὰ λιμὸν Ἑβραῖοι ἧκον πρὸς Αἰγυπτίους· οἳ δὲ τοὺς ξένους καταδουλωσάμενοι τρόπον αἰχμαλ

 χρήσιμα συνιδεῖν καὶ οὕτως ἐπιβαλεῖν. 1.24.161.2 ἀμέλει γέγονεν ὅπερ καὶ ὑπώπτευσεν· ἐπεδίωξαν γὰρ οἱ Αἰγύπτιοι ἐφ' ἵππων καὶ ὀχημάτων, ἀλλ' ἀπώλοντο

 καὶ πολιτικὸν μὲν κυρίως αἰνίττεται τὸν δημιουργὸν ἐν τῷ ὁμωνύμῳ βιβλίῳ τούς τε εἰς αὐτὸν ἀφορῶντας καὶ βιοῦντας ἐνεργῶς καὶ δικαίως σὺν καὶ τῇ θεωρίᾳ

 ἀνθρώπων ἐστίν, ὁ αὐτὸς ἔσται ποιμήν τε καὶ νομοθέτης ἀγαθὸς μιᾶς τῆς ἀγέλης τῶν αὐτοῦ ἐπαϊόντων προβάτων, ὁ εἷς κηδεμών, ὁ τὸ ἀπολωλὸς ἐπιζητῶν τε κα

 μέγιστον δὲ καὶ τελεώτατον ἀγαθόν, ὅταν τινὰ ἐκ τοῦ κακῶς πράττειν εἰς ἀρετήν τε καὶ εὐπρα1.27.173.2 γίαν μετάγειν δύνηταί τις, ὅπερ ὁ νόμος ἐργάζεται

 πάντων κρατίστην οὐσίαν τολμᾷ τε ἐπέκεινα ἐπὶ τὸν τῶν ὅλων θεόν, οὐκ ἐμπειρίαν τῶν θνητῶν, ἀλλ' ἐπιστήμην τῶν θείων καὶ οὐρανίων ἐπαγγελλομένη, ᾗ συνέ

 νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων, 1.29.181.5 λέγει Πίνδαρος. ἐγὼ δὲ τὸν θέμενον τὸν νόμον διὰ τούτων ἐξακούω καὶ τό γε Ἡσιόδειον ἐπὶ τοῦ

 ἀληθείας κηδόμενον οὐκ ἐξ ἐπιβολῆς καὶ φροντίδος τὴν φράσιν συνθεῖναι, πειρᾶσθαι δὲ ὀνομάζειν μόνον ὡς δύναται ὃ βούλεται· τοὺς γὰρ τῶν λέξεων ἐχομένο

 νοῆσαί τε λόγους φρονήσεως δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ (ὡς οὔσης καὶ ἑτέρας τῆς μὴ κατὰ τὴν ἀλήθειαν διδασκομένης πρὸς τῶν ν

 πί2.3.10.3 στεως, ᾗ τὸ πνευματικὸν τοῦ ψυχικοῦ, λέγοντες. ἔτι φασὶν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθ' ἕκαστον διάστημα, κατ'

 προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι. 2.4.15.2 <οἱ δὲ> πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνοντ

 ἀποφαίνεται. τοιοῦτος δὲ ὁ πληρῶν μὲν τὸν νόμον, ποιῶν δὲ τὸ θέλημα τοῦ πατρός, ἀναγεγραμμένος δὲ ἄντικρυς ἐπὶ ξύλου τινὸς ὑψηλοῦ παράδειγμα 2.4.19.2

 ἁμαρτίαις ὑμῶν τοῖς προειρημένοις συνᾴδει. πᾶς μὲν οὖν ὁ ποιῶν τὴν ἁμαρτίαν 2.5.22.6 δοῦλός ἐστιν. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. ἐὰν

 παραδοχῆς οὔτε μὴν προφητείας οὔτε, τῆς τῶν ἀκουόντων εὐπειθείας 2.6.26.2 μὴ παρούσης. καὶ γὰρ τὰ κάρφη τὰ ξηρά, ἕτοιμα ὄντα καταδέχεσθαι τὴν δύναμιν

 πρότερον τοῦ 2.6.29.2 νυμφίου. ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, τῆς κατὰ τὴν διαθήκην καὶ τὰς ἐντολάς, ἐπειδὴ δύο αὗται ὀνόματι καὶ χρόνῳ, καθ' ἡλικία

 ἔκκλισις οὖσα, ἐξ ἧς ἡ μετάνοια τῶν προημαρτημένων φύεται. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. τὴν σοφίας 2.7.33.

 δειχθήσεται ὕστερον, τερετίσματα καὶ 2.8.37.2 μινυρίσματα ἀναπλάσσοντες οἵδε οἱ ἄνδρες φανήσονται. ἐπειδὴ δὲ ἐκ νόμου καὶ προφητῶν προπαιδεύεσθαι διὰ

 ἡ ἀπόντος ἀγαθοῦ εὔελπις. ἀμέλει καὶ ἡ ** <εὐ>εμπτωσία λαμβάνεται εἰς ἐλπίδα, ἣν ἐπὶ τὴν ἀγάπην 2.9.41.2 χειραγωγεῖν μεμαθήκαμεν. ἀγάπη δὲ ὁμόνοια ἂν

 θεοῦ. διὰ τοῦτο καὶ συνανέβησαν μετ' αὐτῶν καὶ συνήρμοσαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἀλατόμητοι συνῳκοδομήθησαν· ἐν δικαιοσύνῃ <γὰρ> ἐκοιμήθησαν

 ἀπόδειξιν ὀνομάζειν διττήν, τὴν μὲν ἐπιστημονικήν, τὴν δὲ δοξαστικήν, ἐπεὶ καὶ ἡ γνῶσις καὶ ἡ πρόγνωσις διττὴ λέγεται, ἣ μὲν ἀπηκριβωμένην ἔχουσα τὴν

 ἑστὼς ἦν ἀπέναντι κυρίου καὶ ἐγγίσας εἶπεν· καὶ τῷ Μωυσεῖ λέγεται 2.11.52.2 σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. οἱ δὲ ἀμφὶ τὸν Σίμωνα τῷ Ἑστῶτι, 2.11.52.3 ὃν

 δὲ ἡ ἀγάπη. φοβητέον οὖν τὸν κύριον, λέγει, 2.12.55.5 εἰς οἰκοδομήν, ἀλλ' οὐ τὸν διάβολον εἰς καταστροφήν. ἔμπαλιν δέ· τὰ μὲν ἔργα τοῦ κυρίου, τουτέστ

 ἐν τῷ ἐλέει σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου. 2.13.59.6 Ὁρμὴ μὲ

 ἐδέξατο τιμήεντα. 2.15.64.2 τὸν γὰρ κωμικὸν ἐκεῖνον Θρασωνίδην ἄλλη σκηνὴ παιδισκάριόν με φησὶν εὐτελὲς καταδεδούλωκεν. 2.15.64.3 Ἀτύχημα μὲν οὖν παρά

 εἰκότως οὖν φησιν ὁ προφήτης· οὐχ οὕτως, φησίν, οἱ ἀσεβεῖς, ἀλλ' ἢ ὡσεὶ χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσ

 βούλεται, οὕτως ἐχάρη μὴ τραπεὶς διὰ τὸ ἐν χαρᾷ γεγονέναι τὸν 2.16.73.3 μετανενοηκότα ὡς ἐβούλετο. ἐπεὶ δὲ πλουσίως ἐλεεῖ ἀγαθὸς ὢν ὁ θεὸς τάς τε ἐντο

 θέλε, φησί, καὶ δυνήσῃ· τοῦ γνωστικοῦ δὲ καὶ ἡ βούλησις καὶ ἡ κρίσις καὶ ἡ ἄσκησις ἡ 2.17.77.6 αὐτή. εἰ γὰρ αἱ αὐταὶ <αἱ> προθέσεις, τὰ αὐτὰ καὶ τὰ δό

 καὶ τὰ ἔργα μήτε κατὰ τὴν διάνοιαν 2.18.81.4 καὶ τὸν λόγον ἐκθηλυνομένους; ἠρρενῶσθαι γὰρ τὸν ἀληθείᾳ σχολάζοντα ἔν τε ὑπομοναῖς ἔν τε καρτερίαις κἀν

 τοῦ προϊέναι τι τῶν ἰδίων τοῖς δεομένοις, τοῖς πένησι δὲ ἀφορμὴν πορίζων τρο2.18.86.1 φῶν. ὁρᾷς ὅπως ἡ νομοθεσία τὴν τοῦ θεοῦ δικαιοσύνην ἅμα καὶ ἀγαθ

 ὑποζύγια ἀχθοφοροῦντα συνεπικουφίζειν καὶ συνεγείρειν προστάσσει πόρρωθεν διδάσκων ἡμᾶς ὁ κύριος ἐπιχαιρεκακίαν μὴ ἀσπάζεσθαι μηδὲ ἐφήδεσθαι τοῖς ἐχθρ

 ἵνα δὴ γάλακτι ἀνακεκραμένην σάρκα θοινάζωνται, τάφον τῶν κυοφορουμένων τὴν εἰς γένεσιν κτισθεῖσαν μήτραν πεποιήκασι, διαρρήδην τοῦ νομοθέτου κελεύοντ

 μέρος γὰρ ὢν τοῦ λαοῦ συμπληρωτικὸς αὐτοῦ γίνεται, ἀποκατασταθεὶς ἐξ οὗ ἦν, καλεῖται δὲ καὶ ἐκ μέρους 2.19.98.3 τὸ πᾶν. αὕτη δὲ ἡ εὐγένεια ἐν τῷ ἑλέσθ

 αὐτῆς. καί μοι δοκεῖ τὸν πιστὸν προμαντευόμενος Ὅμηρος εἰρηκέναι δὸς φίλῳ. <φίλῳ μὲν κοινωνητέον, ἵν' ἔτι καὶ μᾶλλον περιμένῃ φίλος,> ἐχθρῷ δὲ ἐπικουρ

 ἐδέξω, προδότιν αἰκάλλων κύνα. καὶ πάλιν· ἆρ' εἰς τὸ κάλλος ἐκκεκώφηνται ξίφη; 2.20.107.2 ἐγὼ δὲ ἀποδέχομαι τὸν Ἀντισθένη, τὴν Ἀφροδίτην λέγοντα κἂν κ

 ἄλογα μετέχει ζῷα. ἡ λογικὴ δὲ δύναμις, ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς, οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασία

 2.20.115.2 ἐκτὸς εἰ μὴ βιασθείη καὶ ἀσθενὴς ἐλεγχθείη. ἐὰν γὰρ δῷ μετανοήσασαν αὐτὴν ἑλέσθαι τὰ κρείττω, τοῦτ' ἐκεῖνος ἄκων ἐρεῖ, ὅπερ ἡ παρ' ἡμῖν ἀλή

 γὰρ ἐνέργεια οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονή, ἀλλ' ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἅλας φασὶ τῆς παραπέψεως τῆς τρο

 μόνον δ' ἔστεργε τὴν ἁπλῶς δίκην. 2.20.124.2 καὶ γὰρ εἰ μηδέπω ποιεῖν τὰ ἡμῖν προσταττόμενα ὑπὸ τοῦ νόμου οἷοί τέ ἐσμεν, ἀλλά τοι συνορῶντες, ὡς ὑποδε

 εὐδαιμονίαν οὔτε τὸ τέλος παντὶ τῷ τὴν ἀρετὴν ἔχοντι παρεῖναι· βασανιζόμενον γὰρ καὶ τύχαις ἀβουλήτοις περιπίπτοντα τὸν σοφὸν καὶ διὰ ταῦτα ἐκ τοῦ ζῆν

 φησὶ ψυχῆς τί ἄλλο ἢ τὸ σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα; 2.22.131.2 Ναὶ μὴν Πλάτων ὁ φιλόσοφος διττὸν εἶναι τὸ τέλος φησίν

 ἐντολαῖς, τουτέστι τῷ θεῷ, καὶ κατ' αὐτὰς βιώσασιν ἀνεπιλήπτως καὶ ἐπιστημόνως διὰ τῆς τοῦ 2.22.134.2 θείου θελήματος γνώσεως· ἥ τε πρὸς τὸν ὀρθὸν λόγ

 γαμητέον, ὅπερ τῶν κατὰ <τὸ> πρός τί πως ἔχειν ὠνομασμένων ἐστίν. τίνι γὰρ γαμητέον ὅπερ καὶ πῶς ἔχοντι, καὶ τίνα καὶ πῶς ἔχουσαν; οὔτε γὰρ παντὶ γαμη

 ἀγαμίου μόνον ἐπιτίμιον ἔστησεν, ἀλλὰ κακο2.23.141.5 γαμίου καὶ ὀψιγαμίου καὶ μονοδιαιτησίας· ὁ δὲ γενναῖος Πλάτων καὶ τροφὴν γυναικὸς ἀποτίνειν εἰς τ

 2.23.147.1 εἰ γὰρ μὴ δέχοιτο, ἀνακάμψει πρὸς τὸν ἄνδρα. τί οὖν ὁ νόμος; πρὸς ἀναστολὴν τῆς εὐεπιφορίας τῶν παθῶν ἀναιρεῖσθαι προστάττει τὴν μοιχευθεῖσ

 σωθησομένων φύσει, κἂν νῦν ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ ταὐτὰ αὐτοῖς πράττειν 3.1.3.4 συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων. μὴ τοίνυ

 μὴ συνιεὶς τὸ τοῦ ἀποστόλου ῥητόν, λέγοντος 3.2.7.3 διὰ νόμου τὴν ἁμαρτίαν ἔγνων· τό τε ἐμὸν καὶ τὸ σόν φησι διὰ τῶν νόμων παρεισελθεῖν, μηκέτι εἰς κο

 ὅταν 3.2.11.2 θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου. ἐπὶ τούτων οἶμαι καὶ τῶν ὁμοίων αἱρέσεων προφητικῶς Ἰούδαν ἐν τῇ ἐπιστολῇ εἰρηκέναι· ὁμοίως μέντοι κ

 δί3.3.17.1 δωσιν. ἄξιον δὲ καὶ τῆς Φιλολάου λέξεως μνημονεῦσαι· λέγει γὰρ ὁ Πυθαγόρειος ὧδε· μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντιες, ὡ

 ἀμαθῶς εἰληφέναι. 3.3.22.1 Ὁ δὲ περὶ ἐγκρατείας ἡμῖν προβαινέτω λόγος. ἐφάσκομεν δὲ τὴν δυσχρηστίαν ὑφορωμένους Ἕλληνας πολλὰ εἰς τὴν γένεσιν τῶν παίδ

 δουλεύειν, ἡδονῇ 3.4.26.3 καὶ θεῷ. λέγουσι γοῦν καὶ τὸν Ματθίαν οὕτως διδάξαι, σαρκὶ μὲν μάχεσθαι καὶ παραχρῆσθαι μηθὲν αὐτῇ πρὸς ἡδονὴν ἀκόλαστον ἐνδ

 δεδιότες καὶ τὸ κατα3.4.30.3 γνωσθῆναι ἐκκλίνοντες καὶ φοβούμενοι <τὸ> κολασθῆναι. πῶς δὲ ἐλεύθερον ἡ ἀκρασία καὶ ἡ αἰσχρολογία; πᾶς γάρ, φησίν, ὁ ἁμα

 ὑπάρξει, εἰπάτωσαν ἡμῖν, τί λέγουσιν εἶναι τὰς δοθείσας ἐντολὰς περὶ δικαιοσύνης, περὶ ἐγκρατείας, περὶ ὑπομονῆς, περὶ ἀνεξικακίας καὶ τῶν τούτοις ὁμο

 κακά, ἵνα ἔλθῃ τὰ ἀγαθά, ὧν τὸ κρῖμα ἔνδικόν 3.4.39.2 ἐστιν. οὗτοί εἰσιν οἱ κατὰ τὴν ἀνάγνωσιν φωνῆς τόνῳ διαστρέφοντες τὰς γραφὰς πρὸς τὰς ἰδίας ἡδον

 εἰκόνος· καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπὶ τῷ 3.5.43.1 κυρίῳ ἁγνίζει, φησίν, ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν. θεοῦ δὲ γνῶσιν λαβεῖν τοῖς ἔτι ὑπὸ τ

 ἐγκρατῶς χρῆσθαι καὶ μὴ πειρᾶσθαι διαλύειν ὃ συνέζευξεν ὁ θεός; τοιαῦτα γὰρ διδάσκουσιν οἱ τῆς συζυγίας μερισταί, δι' οὓς καὶ 3.6.46.5 τὸ ὄνομα βλασφη

 ἀφροδισίων ἀπέχεσθαι δι' ἄσκησιν σωματικὴν ἐγκρατευομένους, καθάπερ τὸν Κροτωνιάτην Ἀστύλον καὶ Κρίσωνα τὸν Ἱμεραῖον. καὶ Ἀμοιβεὺς δὲ ὁ κιθαρῳδὸςνεόγα

 νομοθετεῖ; ὁ διδοὺς πτωχῷ δανείζει θεῷ καὶ μὴ ἀπόσχῃ εὖ ποιεῖν 3.6.55.1 ἐνδεῆ φησίν. καὶ πάλιν ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε εἶπεν. πενία

 ὥστε καὶ μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. 3.7.59.4 Ἡμεῖς μὲν οὖν δι' ἀγάπην τὴν πρὸς τὸν κύριον καὶ δι' αὐτὸ τὸ καλ

 μηνύσαντος τοῦ λόγου ἡ Σαλώμη φησί· μέχρι τίνος οἱ ἄνθρωποι ἀποθανοῦνται; ἄνθρωπον δὲ καλεῖ ἡ γραφὴ διχῶς, τόν τε φαινόμενον καὶ τὴν ψυχήν, πάλιν τε α

 ἐπιθυμία καὶ 3.10.69.1 λογισμός, σὰρξ δὲ καὶ ψυχὴ καὶ πνεῦμα κατ' ἄλλον λόγον. τάχα δὲ καὶ τὴν κλῆσιν τήν τε ἐκλογὴν δευτέραν καὶ τρίτον τὸ εἰς τὴν πρ

 θείων λόγων. ἡμεῖς οὖν ναοὶ τοῦ θεοῦ ἐσμεν· καθὼς εἶπεν ὁ προφήτης, ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μο

 διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. αὖθις οὖν τοῖς φιληδόνοις ἐπιπλήττων ἐκεῖνα προστίθησι· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, ὅτι οἱ κατὰ σά

 βλασφημεῖσθαι ὁ νομοθέτης. Τατιανὸν οἶμαι τὸν Σύρον τὰ τοιαῦτα τολμᾶν δογματίζειν. γράφει γοῦν κατὰ λέξιν ἐν τῷ Περὶ τοῦ κατὰ τὸν σωτῆρα καταρτισμοῦ·

 διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ἡμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, τῷ ὑπὸ τοῦ νόμου 3.12.84.1 προφητευθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ. δ

 ἄλλου τινὸς αἰῶνος υἱῶν εἴρηκεν, ἀλλ' ἐπ' ἴσης τῷ οἱ ἐν τούτῳ γενόμενοι τῷ αἰῶνι, διὰ τὴν γένεσιν υἱοὶ ὄντες, γεννῶσι καὶ γεννῶνται, ἐπεὶ μὴ ἄνευ γενέ

 δέχεσθαι, τὸν δὲ πρὸς τὸ ἐνσπείρειν, συγκεχώρηται 3.13.91.2 τὸ τῆς ὁμιλίας παρὰ θεοῦ. εἰ γὰρ ἦν παρὰ θεοῦ εἰς ὃν σπεύδομεν ἡ τοιαύτη διασκευή, οὐκ ἂν

 ἐπεξη3.15.96.2 γούμενος πάλιν λέγει· ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς. οὐ γὰρ τοῖς ἐγκρατῶς χρωμένοις τῷ γάμῳ ἐπὶ παιδοποιίᾳ μόνῃ διὰ τὴν ἀκρασίαν φησίν,

 παιδίον, ἢ πῶς ὑπὸ τὴν τοῦ 3.16.100.6 Ἀδὰμ ὑποπέπτωκεν ἀρὰν τὸ μηθὲν ἐνεργῆσαν. ἀπολείπεται δὲ αὐτοῖς, ὡς ἔοικεν, ἀκολούθως λέγειν τὴν γένεσιν εἶναι κ

 καλοῦ καὶ πονηροῦ, διὰ τῆς τοῦ ἔγνω σημασίας παράβασιν ἐντολῆς διδά3.17.104.2 σκουσαν. εἰ δὲ τοῦτο, καὶ ἡ τῆς ἀληθείας γνῶσις βρῶσίς ἐστι τοῦ ξύλου τῆ

 γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ 3.18.108.1 τῷ ἀνδρί, μεθ' ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός, κα

 Ἕλλησι τοῖς τε ἄλλοις βαρβάροις, ὅσων ἧκον εἰς ἡμᾶς αἱ δόξαι, ἐξιστορητέον καὶ πρὸς τὰ κυριώτατα τῶν 4.1.2.2 τοῖς φιλοσόφοις ἐπινενοημένων ἐγχειρητέον

 εἰώθεσαν Ἀθηναῖοι· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι. 4.2.7.4 χρὴ τοίνυν πολλάκις ὡς ἐν τοῖς πλοκάνοις

 τῇ δικαιοσύνῃ. τίνα οὖν καρπὸν εἴχετε τότε; ἐφ' οἷς νῦν ἐπαισχύνεσθε· τὸ γὰρ τέλος ἐκείνων θάνατος. νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντε

 εἰ καὶ νόσῳ κατεμαραίνοντο. εἰ τοίνυν ἡ πρὸς θεὸν ὁμολογία μαρτυρία ἐστί, πᾶσα ἡ καθαρῶς πολιτευσαμένη ψυχὴ μετ' ἐπιγνώσεως τοῦ θεοῦ, ἡ ταῖς ἐντολαῖς

 φησὶ φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσο

 πενθῶν 4.6.26.2 διὰ δικαιοσύνην μαρτυρεῖ τῷ βελτίστῳ νόμῳ εἶναι καλῷ. ὡς οὖν τοὺς δεδιωγμένους, οὕτω δὲ καὶ τοὺς πεινῶντας καὶ τοὺς διψῶντας διὰ δικαι

 φῶς οὖν τῆς κατὰ τὴν γραφὴν ὁμοιότητος ὁ 4.6.30.4 Ἰσραήλ, ὁ δὲ ἄλλος εἰκών. τί δὲ βούλεται ἡ τοῦ Λαζάρου παραβολὴ τῷ κυρίῳ πλουσίου καὶ πένητος εἰκόνα

 ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς 4.6.34.5 ψυχῆς αὐτοῦ; διὰ τοῦτο λέγω·

 ποιῆσαι, ὡς δεομένῳ ἐπαρκέσαι ἢ νοσοῦντι ὑπουργῆσαι ἢ ἐν περιστάσει γενομένῳ παραστῆναι, καὶ οὐχ οἷοί τέ ἐσμεν ἤτοι διὰ πενίαν ἢ νόσον ἢ γῆρας (φυσικὴ

 ἀγάπην, πλησίον δὲ ἡμῶν τὸν σωτῆρα ὑπολάβῃς (θεὸς γὰρ ἐγγίζων ὁ σῴζων πρὸς τὸ σῳζόμενον ἐλέχθη), <θανῇ> θάνατον ἑλόμενος διὰ ζωὴν καὶ σεαυτοῦ μᾶλλον ἢ

 ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες τὴν καλὴν ἀναστροφὴν ὑμῶν ἐν Χριστῷ. κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ

 πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι

 ἀλλὰ καὶ τὴν χεῖρα ἐπὶ τοῦ πυρὸς θεὶς καθαπερεὶ χαλκὸν κατέτηκεν ἀτρέπτῳ πάνυ τῷ παραστή4.8.56.4 ματι. τὰ γὰρ Ἀναξάρχου σιωπῶ πτίσσε ἐπιβοῶντος τὸν Ἀν

 παραθεῖναι τὴν ἑτέραν καὶ τῷ τὸ ἱμάτιον αἴροντι καὶ τοῦ χιτῶνος παραχωρεῖν θυ4.8.61.3 μοῦ κρατοῦντας ἐρρωμένως. οὐ γάρ τινας Ἀμαζόνας τὰ πολεμικὰ 4.8.

 4.8.67.1 Σαφὲς ἡμῖν ἐκ τούτων ἡ ἐκ πίστεως ἑνότης, καὶ τίς ὁ τέλειος δέδεικται, ὥστε καὶ ἀκόντων τινῶν καὶ τὰ πλεῖστα ἐνισταμένων, κἂν κολάσεις ἐπαρτῶ

 οἱ ὑποκριταὶ ὁμολογεῖν. ἀλλ' οὐδ' εὑρεθήσεται οὗτος ὁ λόγος καθολικῶς εἰρημένος· οὐ γὰρ πάντες οἱ σῳζόμενοι ὡμολόγησαν τὴν διὰ τῆς φωνῆς ὁμολογίαν καὶ

 τὴν ἀγάπην, τῷ ὄντι μακάριος οὗτος καὶ γνήσιος μάρτυς, τελείως ὁμολογήσας καὶ ταῖς ἐντολαῖς καὶ τῷ θεῷ διὰ τοῦ κυρίου, ὃν ἀγαπήσας ἀδελφὸν ἐγνώρισεν,

 4.12.81.1 βασιλείδης δὲ ἐν τῷ εἰκοστῷ τρίτῳ τῶν Ἐξηγητικῶν περὶ 4.12.81.2 τῶν κατὰ τὸ μαρτύριον κολαζομένων αὐταῖς λέξεσι τάδε φησί· φημὶ γάρ τοι, ὁπό

 προσθῶμεν· ποῦ ἔτι ἡ πίστις κατὰ ἀνταπόδοσιν τῶν προημαρτημένων τοῦ μαρτυρίου γινομένου, ποῦ δὲ ἡ ἀγάπη ἡ πρὸς τὸν θεὸν διὰ τὴν ἀλήθειαν διωκομένη καὶ

 ζήσεται ὡς θανάτου αἰτίου. 4.13.89.6 περὶ τούτου τοῦ θεοῦ ἐκεῖνα αἰνίττεται γράφων αὐταῖς λέξεσιν· ὁπόσον ἐλάττων ἡ εἰκὼν τοῦ ζῶντος προσώπου, τοσοῦτο

 λέγει οὐδὲ ἀσέβειαν ἢ μοιχείαν ἢ κλοπήν, ἀλλὰ τὸν κλέπτην καὶ τὸν ἀσεβῆ καὶ τὸν μοιχόν, οὐ καθὸ ἁμαρτάνει καὶ τῇ ποιᾷ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου πρ

 οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, φ

 ἑαυτοὺς κρείττονα 4.16.101.3 ὕπαρξιν καὶ μένουσαν. μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵν

 Ἰὼβ οὕτως γέγραπται· 7Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινὸς καὶ 4.17.106.3 θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.7 οὗτος ὁ νικήσας δι' ὑπομονῆς τ

 γνώσεως ἡμᾶς γεύσασθαι. ῥητότερον καὶ τὸ τῆς γνώσεως ἰδίωμα ἐμφαίνων ἐπήγαγεν· προδήλων οὖν ὄντων ἡμῖν τούτων, καὶ ἐγκεκυφότες εἰς τὰ βάθη τῆς θείας γ

 γνωστικόν. ἐξηγούμενος γὰρ τὸ ἐγὼ δὲ λέγω, ὁ <ἐμ>βλέψας τῇ γυναικὶ πρὸς ἐπιθυμίαν ἤδη μεμοίχευκεν οὐ ψιλὴν τὴν ἐπιθυμίαν ἠξίου κρίνεσθαι, ἀλλὰ ἐὰν τῇ

 μίου τῆς πίστεως, κυρία τῆς Ὁλοφέρνου γενομένη κεφαλῆς. πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικῆς ἐξουσίας καὶ τῆς τοῦ σατρ

 ἐκείνου πρᾶξαί ποτε πλὴν ὅσα εἰς ἀρετήν τε καὶ 4.19.123.3 σωτηρίαν διαφέρειν νομίζεται· ἀλλὰ καί, εἰ καί τις εἴργοι τῆς τοιαύτης διαθέσεως ἀνυποκρίτως

 ἐπιστολῇ φησι· ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου καὶ δι

 δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν πάντες εἰς

 ἐκτείνεται, τὸ δὲ ἀεὶ νοεῖν, οὐσία τοῦ γινώσκοντος κατὰ ἀνάκρασιν 4.22.136.5 ἀδιάστατον γενομένη καὶ ἀίδιος θεωρία, ζῶσα ὑπόστασις μένει. εἰ γοῦν τις

 φάος· ἅπτεται ἑαυτῷ ἀποθανών, ἀποσβεσθεὶς ὄψεις, ζῶν δέ· ἅπτεται τεθνεῶτος 4.22.141.3 εὕδων, ἀποσβεσθεὶς ὄψεις· ἐγρηγορὼς ἅπτεται εὕδοντος. μακάριοι γ

 ἀγαθὰ λήψεσθαι ἐπὶ τοῖσδε ἐπαγγελίαν προσλάβοι, ἀλλ' εἰ καὶ λήσεσθαι τὸν θεὸν ἐφ' οἷς πράττει πεισθείη, ὅπερ ἀδύνατον, πρᾶξαί τι παρὰ τὸν λόγον τὸν ὀρ

 πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται· ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι. 4.23.150.2 Ὁ μὲν οὖν ἄνθρωπος ἁπλῶς οὕτως κατ' ἰδέαν πλάσσεται τοῦ

 διδασκαλικός, ὃ δὲ κολαστικός, ὃν καὶ παι4.24.154.3 δευτικὸν εἰρήκαμεν. ἰστέον μέντοι τοὺς μετὰ τὸ λουτρὸν τοῖς ἁμαρτήμασι περιπίπτοντας τούτους εἶναι

 εἴτε καὶ ἡ ἀπλανὴς χώρα ἡ πλησιάζουσα τῷ νοητῷ κόσμῳ ὀγδοὰς λέγοιτο, πλὴν ἐξαναδῦναι γενέσεώς τε καὶ 4.25.159.3 ἁμαρτίας χρῆναι λέγει τὸν γνωστικόν. ἐ

 εἰς ἔρημον. οὗτος ὁ κλῆρος καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς, λέγει κύριος· ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι, κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ πρόσωπό

 ποιήσει Ἱερεμίας ὁ προφήτης κατὰ Ἰωακεὶμ καὶ τῶν ἀδελφῶν αὐτοῦ λέγων· γῆ γῆ, ἄκουε λόγον κυρίου· γράψον 4.26.169.1 τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπο

 Περὶ μὲν τοῦ γνωστικοῦ τοσαῦτα ὡς ἐν ἐπιδρομῇ, χωρῶμεν δὲ ἤδη ἐπὶ τὰ ἑξῆς, καὶ δὴ τὴν πίστιν αὖθις διαθρητέον· εἰσὶ γὰρ οἱ τὴν <μὲν> πίστιν ἡμῶν περὶ

 τολμήσας λέγῃ Μαρκίωνι ἑπόμενος τὸν δημιουργὸν σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης τὴν ἰδία

 τότε δὲ πρό5.1.7.6 σωπον πρὸς πρόσωπον. ὀλίγοις γὰρ ἡ τῆς ἀληθείας θέα δέδοται. λέγει γοῦν καὶ Πλάτων ἐν τῇ Ἐπινομίδι· οὔ φημι δυνατὸν εἶναι πᾶσιν ἀνθ

 δογμάτων οὐκ εὐχαρίστως εἰληφότας. οἷς δὴ κἀκεῖνα προσθήσομεν, ὡς οἱ ἄγγελοι ἐκεῖνοι οἱ τὸν ἄνω κλῆρον εἰληχότες κατολισθήσαντες εἰς ἡδονὰς ἐξεῖπον τὰ

 τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος, ἐλπίδα τινὰ ἑτέρου βίου 5.2.14.2 μετὰ τὴν τελευτὴν ἔχειν οἴεται. καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ' αὑτὴν γενομένην

 γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί· καὶ οὐκ ἐν πᾶσι φησὶν ὁ ἀπόστολος ἡ γνῶσις. προσεύχεσθε δὲ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· 5.3.17.6

 τὸ κυριολογούμενον εἶδος. 5.4.20.5 Τροπικῶς δὲ κατ' οἰκειότητα μετάγοντες καὶ μετατιθέντες, τὰ δ' ἐξαλλάττοντες, τὰ δὲ πολλαχῶς μετασχηματίζοντες χαρά

 ἁγίου πνεύματος μαθητὴν τοῦ ἐκ θεοῦ χορηγουμένου, ὅ ἐστι νοῦς Χριστοῦ. ψυχικὸς δὲ ἄνθρωπος 5.4.26.1 οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν.

 δι' αἰσθήσεως. 5.5.28.6 διὸ καὶ τῶν Αἰγυπτίων ἱερέων οἱ σοφώτατοι τὸ τῆς Ἀθηνᾶς ἕδος ὕπαιθρον ἀφώρισαν, ὡς Ἑβραῖοι τὸν νεὼν ἄνευ ἀγάλματος εἱσάμενοι.

 δεῖν καὶ φοβεῖσθαι τὸ θεῖον, ἀγαπᾶν μὲν ὡς προσηνὲς καὶ εὐμενὲς τοῖς ὁσίοις, δεδιέναι δὲ ὡς ἀπαραιτήτως δίκαιον τοῖς ἀνοσίοις. θηρίου γὰρ ὁμοῦ καὶ ἀνθ

 βορείοις τοῦ θυμιατηρίου τράπεζα εἶχε τὴν θέσιν, ἐφ' ἧς ἡ παράθεσις τῶν ἄρτων, ὅτι τροφιμώτατα τῶν πνευμάτων τὰ βόρεια. 5.6.35.4 εἶεν δ' ἂν μοναί τινε

 πάν5.6.38.6 των ἁγίου πνεύματος. ὥσπερ δὲ ὁ κύριος ὑπεράνω τοῦ κόσμου παντός, μᾶλλον δὲ ἐπέκεινα τοῦ νοητοῦ, οὕτως καὶ τὸ ἐν τῷ πετάλῳ ἔγγραπτον ὄνομα

 τροφῆς ὁ βοῦς, ἀνδρείας τε καὶ παρρησίας ὁ ἵππος, ἀλκῆς τε αὖ μετὰ συνέσεως ἡ σφίγξ, τὸ 5.7.42.4 μὲν σῶμα πᾶν λέοντος, τὸ πρόσωπον δὲ ἀνθρώπου ἔχουσα.

 καίονται, οὕτως καὶ <αὐ>τοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι. 5.8.46.1 Χρησιμώτατον ἄρα τὸ τῆς συμβολικῆς ἑρμηνείας εἶδος

 γίνεσθαι γνῶσιν, βίᾳ καὶ πόνῳ περιγινομένης τῆς αἰωνίου σωτηρίας· 5.8.49.2 μάρψαι μὲν γὰρ τὸ καταλαβεῖν, τὴν δὲ τοῦ κόσμου ἁρμονίαν ἡ σφίγξ, ζβυχθηδὸν

 πώλων ἐκπεσεῖν ὁ μῦθος αἰνίττεται. 5.8.53.2 Ναὶ μὴν καὶ ἐπὶ τοῦ Ἰωσήφ· νέον τοῦτον ζηλώσαντες οἱ ἀδελφοὶ πλεῖόν τι προορώμενον κατὰ τὴν γνῶσιν ἐξέδυσα

 διὰ τῶν παρακαλυμμάτων συνεμφάσεις τινὰς αὐταῖς προσχαριζομένων. ἐλεγκτικαὶ γὰρ αἱ περιαύγειαι πρὸς τῷ καὶ τὰ φανερὰ μονοτρόπως 5.9.57.1 κατανοεῖσθαι.

 φησὶν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυ στηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραι

 λέγει γὰρ ὁ προφήτης· 7παραβολὴν κυρίου τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ;7 5.10.63.7 ἐπεὶ ὀλίγων ἐστὶ ταῦτα χωρῆσαι

 Πλάτων· θυσαμένους οὐ χοῖρον, ἀλλά 5.10.66.5 τι μέγα καὶ ἄπορον θῦμα, οὕτω χρῆναι ζητεῖν περὶ θεοῦ. ὁ δὲ ἀπόστολος καὶ τὸ πάσχα ἡμῶν ἐτύθη γράφει Χρισ

 δέ μοι θυσίαν ἄπορον παγκαρπείας δέξαι πλήρη προχυτίαν. 5.11.70.4 ὁλοκάρπωμα γὰρ ὑπὲρ ἡμῶν ἄπορον θῦμα ὁ Χριστός. καὶ ὅτι τὸν σωτῆρα αὐτὸν οὐκ εἰδὼς λ

 Ἀβραὰμ διὰ τὸ ἐν γενέσει 5.11.74.1 εἶναι, καὶ δι' ἀγγέλου προσεχῶς μυσταγωγεῖται. ἐντεῦθεν ὁ ἀπόστολος βλέπομεν νῦν ὡς δι' ἐσόπτρου φησί, τότε δὲ πρόσ

 5.12.78.1 Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. ῥητὸν γὰρ οὐδα5.12.78.2 μῶς ἐστιν ὡς τ

 θεοῦ· γνωμοσύνης δ' ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαι μέτρον, ὃ δὴ πάντων πείρατα μοῦνον ἔχει. 5.12.81.2 τὸ γάρ τοι θεῖον, ὁ Ἀκραγωντῖνός φησι ποιητής, ο

 τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων 5.13.84.2 καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν. οὐκ οἶμαι δύνασθαι

 προφητῶν εἴρηται· καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν προφητεύσουσιν. ἀλλ' οὐχ 5

 εἵλετο δαίμονα, τοῦτον φύλακα συμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. 5.14.91.5 τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιουτό τι ᾐνίσσετο.

 πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις ο

 δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα γεγραμ5.14.98.7 μένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν. σπουδαὶ δὲ

 καὶ ἀφαιρέεται, καὶ βασιλεὺς οὗτος τῶν 5.14.102.2 πάντων. μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθα γόρειος ὤν, ἓν ἀνδρῶν, ἓν θεῶν γένος, ἐκ μ

 ὕπνον ἀλληγορεῖ. αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ· γρηγορεῖτε, οἷον μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος 5.14.106.2 πειρᾶσθε. τήν τε κυριακὴν

 τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρείαν ἐπιφέρει· ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ' ἐκείνης τευξόμενος καλοῦ τινος. 5.14.111.2 οὔκουν

 Ὀρφεὺς κατὰ τοῦ προκειμένου φερόμενος εἴρηκεν· υἱὲ ∆ιὸς μεγάλοιο, πάτερ ∆ιὸς αἰγιόχοι<ο>. 5.14.116.3 Ξενοκράτης δὲ ὁ Καλχηδόνιος, τὸν μὲν ὕπατον ∆ία,

 τραγῳδία διὰ τῶνδε· ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ

 λέγει· ὦ Ζεῦ, <πάτερ Ζεῦ,> σὸν μὲν οὐρανοῦ κράτος, σὺ δ' ἔργα ἐπ' ἀνθρώπων ὁρᾷς λεωργὰ κἀθέμιστα. 5.14.127.2 πάλιν ἡμῖν ᾀσάτω ὁ Θρᾴκιος Ὀρφεύς· χεῖρα

 μία· κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον, 5.14.133.2 οὐδέ τις ἔσθ' ἕτερος χωρὶς μεγάλου βασιλῆος, 5.14.133.3 Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς

 θεὸς 5.14.136.4 ποιητής. τό τε αὐτεξούσιον ὁ Πλάτων ἐνδείκνυται διὰ τῶνδε· ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον ἕκαστος αὐτῆς μ

 εὐποιία τυγχάνει καὶ εἰς πάντας ἐξ ἀρχῆς ἀνάρχου ἴση ἀτεχνῶς ἡ φυσικὴ δικαιοσύνη, κατ' ἀξίαν ἑκάστου γένους γενομένη, οὐκ ἀρξα5.14.141.2 μένη ποτέ· οὐ

 τῆς 6.1.3.3 ψυχῆς ἐνέργειαν εἰλικρινῶς ἐπιβάλλουσαι· χρηστὸς ἀνήρ, φησὶν ὁ ∆αβίδ, ὁ οἰκτίρμων τῶν παραπολλυμένων τῇ πλάνῃ καὶ κιχρῶν ἐκ μεταδόσεως τοῦ

 εὐτυχῶν οἴκοι μένει, 6.2.7.8 ἀλλὰ καὶ Μενάνδρου ὧδέ πως κωμῳδοῦντος· οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, ἢ μηκέτ' εἶναι τὸν καλῶς εὐδαίμονα. 6.2.8.

 λέγοντος· σοὶ δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται, 6.2.12.2 Εὐριπίδης ποιεῖ· ἀντὶ πυρὸς δὲ γὰρ ἄλλο πῦρ μεῖζον καὶ δυσμαχώτερον βλάσ

 6.2.16.4 Ξενοφῶν δὲ εἴρηκεν· οὐκ ἂν ἐχθροὺς ἄλλως πως βλάψειεν ἄν τις ἢ φίλος δοκῶν εἶναι. 6.2.16.5 Καὶ μὴν ἐν Τηλέφῳ εἰπόντος Εὐριπίδου· Ἕλληνες ὄντε

 ᾐσθῆσθαι Φιλῖνος τε ὁμοίως· ὅση μέν, ὦ ἄνδρες δικασταί, σπουδὴ καὶ παράταξις γεγένηται περὶ τὸν ἀγῶνα τουτονί, οὐδ' ἕνα ὑμῶν ἀγνοεῖν ἡγοῦμαι. 6.2.21.1

 ἄντι6.2.25.2 κρυς ὁλόκληρα ἔχοντες διελεγχθήσονται· αὐτοτελῶς γὰρ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν, καθάπερ Εὐγάμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ

 ἐνεφοῦτο, λάβροι δὲ καὶ συνεχεῖς ὄμβροι καταρραγέντες ὅλην ἐπλήρωσαν τὴν χώραν· ἐντεῦθεν ἄφθονος καὶ πλουσία τελεσφορεῖται 6.3.29.1 εὐκαρπία, ταῖς Αἰα

 συνεῖλον τοὺς καρπούς (καὶ γὰρ ὥρᾳ θέρους ἐν ταῖς ἅλωσιν ἔτι ἦσαν), οἱ δὲ ἄλλοι πάντα ἀπώλεσαν ἀδοκήτου καὶ πολλοῦ καταρρήξαντος ὄμβρου. 6.3.32.3 Πῶς

 ἡλίου καὶ σελήνης, τὸ δὲ λοιπὸν περὶ τῶν ἀνατολῶν. 6.4.36.1 Ἑξῆς δὲ ὁ 20ἱερογραμματεὺς20 προέρχεται, ἔχων πτερὰ ἐπὶ τῆς κεφαλῆς βιβλίον τε ἐν χερσὶ κα

 πάντα χωρεῖ, ἀνεπιδεής, οὗ τὰ πάντα ἐπιδέεται καὶ δι' ὅν ἐστιν, ἀκατάληπτος, ἀέναος, ἄφθαρτος, ἀποίητος, ὃς τὰ πάντα ἐποίησεν λόγῳ δυνάμεως αὐτοῦ, 6.5

 ἀφεθήσονται αὐτῷ αἱ ἁμαρτίαι. μετὰ <δὲ> δώδεκα ἔτη ἐξέλθετε εἰς τὸν κόσμον. μή τις εἴπῃ· 7οὐκ ἠκούσαμεν.7 6.6.44.1 Ἀλλ' ὡς κατὰ καιρὸν ἥκει τὸ κήρυγ

 ζῶντες δὲ ἀνέβησαν. 6.6.47.1 Ναὶ μὴν καὶ σώματά φησι τὸ εὐαγγέλιον πολλὰ τῶν κεκοιμημένων ἀνεστάσθαι, εἰς ἀμείνω δηλονότι μετατεθειμένων τάξιν. γέγονε

 τὸ ἡμερῶσθαι ἐκ τοῦ θηριώδους βίου ὁ ἐξ ἐθνῶν 6.6.50.4 ἐπιστρέφων, τιθασευθείς τε ἤδη καὶ αὐτὸς ὡς βοῦς ἁγνίζεται. αὐτίκα φησὶν ὁ προφήτης· σειρῆνες ε

 μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος. 6.7.54.2 καὶ ἔστιν ἀμετάπτωτος ὑπὸ λόγου, παραδοθεῖσα τῇ αὐτῇ; <ᾗ> καὶ

 τό· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν), σοφία δὲ οὗτος εἴρηται πρὸς ἁπάντων τῶν προφητῶν, οὗτός ἐστιν ὁ τῶν γενητῶν ἁπάντων διδάσκαλος,

 γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς. ὡσαύτως ἄρα 6.8.62.3 καὶ τοῖς ἐξ Ἑλλήνων ἐπιστρέφουσι Κολοσσαεῦσι· βλέπετε μή τις ὑμᾶς ἔσται ὁ

 ποιήσοντα; εὔδηλον, ὅτι προφη6.8.66.2 τεύσοντα. εἰ δὲ ὡς ἄγγελος φωτὸς προφητεύει, ἀληθῆ ἄρα ἐρεῖ. εἰ ἀγγελικὰ καὶ φωτεινά, προφητεύσει καὶ ὠφέλιμα τό

 ἀκα6.8.70.2 τάληπτα ἔσται τὰ ἀκατάληπτα. ὅπερ ἐστὶ κοινὸν καὶ τῶν ὀλίγον προορᾶσθαι δυναμένων· βεβαιοῖ γὰρ ὁ τοιοῦτος εἶναί τινα ἀκατάληπτα. ὁ γνωστικ

 οἷς ἔσται, δι' ἀγάπης ἤδη γενόμενος, τὴν ἐλπίδα προειληφὼς διὰ τῆς γνώσεως, οὐδὲ ὀρέγεταί τινος, 6.9.73.5 ἔχων ὡς οἷόν τε αὐτὸ τὸ ὀρεκτόν. εἰκότως τοί

 ἀναμένει κύριος, αἴτησαι λέγων καὶ ποιήσω· ἐννοήθητι καὶ δώσω. 6.9.78.2 Καθόλου γὰρ ἐν τῷ τρεπομένῳ τὸ ἄτρεπτον ἀδύνατον λαβεῖν πῆξιν καὶ σύστασιν, ἐν

 6.10.81.2 ἐξ ἀντιπαραθέσεως ἄλλης πορφύρας ἐκλεγόμεθα. ὥστ' εἴ τις ὁμολογεῖ καρδίαν μὴ ἔχειν διηρθρωμένην, τράπεζαν οὐκ ἔχει τὴν τῶν ἀργυραμοιβῶν οὐδὲ

 γίνεται. ἔστι δὲ καὶ ἄλλως ὁ ἑκατὸν εἴκοσι τρίγωνος ἀριθμὸς καὶ συνέστηκεν ἐξ ἰσότητος μὲν τοῦ ξδʹ, ὧν ἡ κατὰ μέρος σύνθεσις τετραγώνους γεννᾷ, αʹ γʹ

 τοῦ θεοῦ 6.11.88.5 δοξάζων μουσικῶς ἐξακούεται, κρουόμενος εἰς πίστιν τῷ λόγῳ. λάβοις δ' ἂν καὶ ἄλλως μουσικὴν συμφωνίαν τὴν ἐκκλησιαστικὴν νόμου καὶ

 ἔγνω, εἰ μὴ σὺ δέδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων; καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ τῆς γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχθη

 6.12.96.1 Ὧι λόγῳ λύεται τὸ πρὸς τῶν αἱρετικῶν ἀπορούμενον ἡμῖν, πότερον τέλειος ἐπλάσθη ὁ Ἀδὰμ ἢ ἀτελής· ἀλλ' εἰ μὲν ἀτελής, πῶς τελείου θεοῦ ἀτελὲς

 γὰρ ἀληθὴς ὁ ἐν ταῖς κατὰ τὴν ἀρετὴν πράξεσι πλεονασμός, πενία δὲ ἡ 6.12.99.6 κατὰ τὰς κοσμικὰς ἐπιθυμίας ἀπορία. αἱ κτήσεις γὰρ καὶ χρήσεις τῶν ἀναγκ

 δίκαιον εἰς κληρονομίαν τὴν ἄκραν, ὑπὸ μὲν τῶν πεφραγμένον, τοῖς 6.12.103.4 δὲ καὶ ἐνεργοῦντα. οὐ γὰρ ἡ σκέπη μόνη τῆς παντευχίας καὶ ἡ τῶν ἁμαρτημάτω

 καὶ αἱ ἐνταῦθα κατὰ τὴν ἐκκλησίαν προκοπαὶ ἐπισκόπων, πρεσβυτέρων, διακόνων μιμήματα, οἶμαι, ἀγγελικῆς δόξης κἀκείνης τῆς οἰκονομίας τυγχάνουσιν, ἣν ἀ

 ποιητήν. ὁδὸς γὰρ ἦν αὕτη δοθεῖσα τοῖς ἔθνεσιν ἀνακῦψαι πρὸς θεὸν διὰ τῆς τῶν ἄστρων 6.14.111.2 θρῃσκείας. οἱ δὲ μὴ ἐπὶ τούτοις θελήσαντες ἐπιμεῖναι τ

 γενέσθαι ὡς ὁ διδάσκαλος, λέγει ὁ διδάσκαλος. καθ' ὁμοίωσιν οὖν τοῦ θεοῦ ὁ εἰς υἱοθεσίαν καὶ φιλίαν τοῦ θεοῦ καταταγεὶς κατὰ τὴν συγκληρονομίαν τῶν κυ

 ἀφόρους φορίμους γίνεσθαι βιάζεται τέχνῃ τῇ γεωργικῇ καὶ ἐπιστήμῃ τῇ γνωστικῇ. 6.15.119.1 Φασὶ δ' οὖν γίνεσθαι τὸν ἐγκεντρισμὸν κατὰ τρόπους τέσσαρας·

 αὐτοῦ τῇ αἰσθητῇ περὶ αὐτοῦ μαρτυρίαι, πρὸς δὲ καὶ <αἱ> μετὰ τὴν ἀνάληψιν 6.15.122.2 κηρυσσόμεναί τε καὶ ἐμφανῶς δεικνύμεναι δυνάμεις αὐτοῦ. τεκμήριον

 ἕν, καὶ ἡ προφητεία ἄρα καὶ ὁ νόμος δι' αὐτοῦ τε ἐγένετο καὶ ἐν παραβολαῖς ἐλαλήθησαν δι' αὐτοῦ· πλὴν ἅπαντα ὀρθὰ ἐνώπιον τῶν συνιέντων, φησὶν ἡ γραφή

 σταυρὸν καὶ τὰς λοιπὰς κολάσεις πάσας ὅσας ἐποίησαν αὐτῷ οἱ Ἰουδαῖοι, καὶ τὴν ἔγερσιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν πρὸ τοῦ Ἱεροσόλυμα κτισθῆναι, καθὼ

 μετ' ἀγγέλων, 6.15.132.3 τὸν δὲ ἐπὶ τὰ ὄρη περὶ τὰς φάραγγας κηδείας ἀξιούμενον. εἶδεν δὲ Ἰησοῦς τὴν θέαν ταύτην κάτω πνεύματι ἐπαρθεὶς σὺν καὶ τῷ Χαλ

 δύναμιν, ᾗ ἐμπεριέχεται τὸ θρεπτικόν τε καὶ αὐξητικὸν καὶ καθ' ὅλου κινητικόν, τὸ πνεῦμα εἴληχεν τὸ σαρκικόν, ὀξυκίνητον ὂν καὶ πάντῃ διά τε τῶν αἰσθή

 τῶν σπερμάτων γίνονται τελειώσεις. 6.16.139.1 φασὶ δὲ καὶ τὸ ἔμβρυον ἀπαρτίζεσθαι πρὸς ἀκρίβειαν μηνὶ τῷ ἕκτῳ, τουτέστιν ἑκατὸν ἡμέραις καὶ ὀγδοήκοντα

 μιᾷ 6.16.142.4 ταὐτότητι. πῶς δ' ἂν ἐν χρόνῳ γένοιτο κτίσις, συγγενομένου τοῖς οὖσι καὶ τοῦ χρόνου; Ἤδη δὲ καὶ ἐν ἑβδομάσι πᾶς ὁ κόσμος κυκλεῖται τῶν

 κύριον τὸν θεὸν λέγει σαφῶς. διὸ καὶ τοὺς ἐπιγνόντας αὐτὸν υἱοὺς ἀναγορεύει καὶ θεούς. κύριος οὖν καὶ πατὴρ ὁ κτίστης πάντων, μήτηρ δὲ οὐχ, ὥς τινες,

 εἴς τι διάφορον, οὕτως δὲ καὶ τὴν ἀλήθειαν μετίασιν οἱ πλείους, μᾶλ6.17.149.4 λον δὲ τὸν περὶ ἀληθείας λόγον. οὐ γὰρ περὶ θεοῦ τι λέγουσιν. ἀλλὰ τὰ ἑα

 ἄμεινον. ὥστ' οὐκ ἄτοπον καὶ τὴν φιλοσοφίαν ἐκ τῆς θείας προνοίας δεδόσθαι προπαιδεύουσαν εἰς τὴν διὰ Χριστοῦ τελείωσιν, ἢν μὴ ἐπαισχύνηται γνώσει βαρ

 ὄντων ἀβουλήτως ἔχοντος τοῦ θεοῦ, εἰ δὲ βουλομένου, θεόθεν ἡ φιλοσοφία, τοιαύτην εἶναι βουληθέντος αὐτήν, οἵα ἐστίν, διὰ τοὺς μὴ ἄλλως ἢ 6.17.156.5 οὕ

 παρουσίας, ἐντεῦθεν δὲ ἡ κλῆσις ἡ καθολική, εἰς περιούσιον δικαιοσύνης λαὸν κατὰ τὴν ἐκ πίστεως διδασκαλίαν συνάγοντος δι' ἑνὸς τοῦ κυρίου τοῦ μόνου ἑ

 τίκα καὶ τοῦ ψευδοῦς περὶ τὸ αὐτὸ ἐπιστήμων ὑπάρχει. καὶ γὰρ οὖν εὖ πως ἔχειν μοι φαίνεται ὁ λόγος ἐκεῖνος· εἰ φιλοσοφητέον, <φιλοσοφητέον>· αὐτὸ γάρ

 παρ' ἡμῖν θεοδίδακτός ἐστι σοφία, ἀφ' ἧς αἱ πᾶσαι πηγαὶ 6.18.166.5 τῆς σοφίας ἤρτηνται, ὅσαι γε τῆς ἀληθείας στοχάζονται. ἀμέλει ὡς ἂν τοῦ κυρίου ἥκον

 ἀναπνεῖ τε καὶ ζῇ, καὶ τὰς ἀφορμὰς ἀπ' αὐτῶν ἔχοντα τὸν νοῦν μόνον, οὐ τὴν λέξιν, 7.1.1.5 παριστᾶν ἐπαγγέλλεται.) ἥ τε γὰρ ἐπὶ πλέον ἐπεξεργασία, μὴ κ

 ἤδη καθαρώτερον τῆς αἰω7.2.5.3 νίου καὶ μακαρίας ζωῆς μεταλαγχάνων. τελειοτάτη δὲ καὶ ἁγιωτάτη καὶ κυριωτάτη καὶ ἡγεμονικωτάτη καὶ βασιλικωτάτη καὶ εὐ

 ποτε ὁ σωτὴρ μισάνθρωπος, ὅς γε διὰ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν σαρκὸς ἀνθρωπίνης εὐπάθειαν οὐχ ὑπεριδών, ἀλλ' ἐνδυσάμενος, ἐπὶ τὴν κοινὴν τῶν ἀνθρ

 ὥρμησεν ἐπὶ τὴν ἀληθῆ διδασκαλίαν, ὑπερεδίσκευσεν οὗτος, κἂν ἰδιώτης ᾖ, τὴν ἐπίτομον τῆς σωτηρίας διὰ πίστεως εἰς τελείωσιν ἑλόμενος. 7.2.12.1 Πάντ' ο

 τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὓς καὶ 7.3.15.1 φθάνει. οὔτ' οὖν ἐνδεὲς οὐδὲ μὴν φιλήδονον φιλοκερδές τε ἢ φιλοχρήματον τὸ θεῖο

 τὰ κακά, ἀλλ' ἀπωθεῖσθαι, καὶ τὰ φοβερὰ ὑπομένειν. χρήσιμος οὖν καὶ ἡ ἀλγηδὼν εὑρίσκεται κατά τε τὴν ἰατρικὴν καὶ παιδευτικὴν καὶ κολαστικήν, 7.3.18.1

 7.3.21.3 καὶ εἰς δύναμιν ἀμειβόμενος δι' ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος. μία δὲ ἀμοιβὴ κυριωτάτη παρὰ ἀνθρώπων, ταῦτα δρᾶν ἅπερ ἀρεστὰ τῷ θεῷ· 7.3.21.4

 θαυμαστόν, εἰ, ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχείρει, τὸν μῦν ὁ θῦλαξ κατέφαγεν. 7.4.25.1 Εὖ γοῦν καὶ ∆ιογένης πρὸς τὸν θαυμάζοντα, ὅτι εὗρεν τὸν ὄφιν ἐν

 τὴν τέχνην ἐκτελέσῃς, τῆς βαναυσίας μετείληφεν· οὐκέτ' οὖν ἱερὰ καὶ θεῖα τῆς τέχνης τὰ 7.5.28.5 ἔργα. τί δ' ἂν καὶ ἱδρύοιτο μηδενὸς ἀνιδρύτου τυγχάνον

 Προμηθέως τὸν ∆ία λαβεῖν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ κεκαλυμμένα ἀργέτι δημῷ· ἐκ τοῦ δ' ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων καίουσ' ὀστέα λευκὰ θ

 οὐκ ἐσθίουσιν. ταύτῃ οὐδὲ τὸν τράγον ὁ νόμος θύει πλὴν ἐπὶ μόνῃ τῇ διοπομπήσει τῶν κακῶν, ἐπεὶ μητρόπολις κακίας ἡδονή. αὐτίκα καὶ συμβάλλεσθαι τὴν τῶ

 7.7.36.1 Φαίνεται δὲ τὸ ἔξοχον τῆς γνώσεως ὁ προφήτης ὧδε παριστάς· χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με· κατ' ἐπανάβασιν 7.7.36.2 αὐξήσας τὸ

 αἰτητέον καὶ πότε καὶ πῶς ἕκαστα. 7.7.39.2 ἐσχάτη δὲ ἀμαθία παρὰ τῶν μὴ θεῶν ὡς θεῶν αἰτεῖσθαι ἢ τὰ μὴ συμφέροντα αἰτεῖσθαι, φαντασίᾳ ἀγαθῶν κακὰ αἰτο

 ἀντεπιστροφή τίς ἐστι τῆς προνοίας ἡ τοῦ γνωστι7.7.42.4 κοῦ ὁσιότης καὶ ἀντίστροφος εὔνοια τοῦ φίλου τοῦ θεοῦ. οὔτε γὰρ ὁ θεὸς ἄκων ἀγαθὸς ὃν τρόπον τ

 τὴν τῶν θεωρητῶν δύναμιν ἐν τῇ ψυχῇ κεκτημένος, τουτέστι τὴν διορατικὴν 7.7.44.7 τῆς ἐπιστήμης δριμύτητα. ταύτην δὲ ὡς ἔνι μάλιστα βιάζεται κτήσασθαι

 λέληθεν αὐτὸν ὡς ἂν ἀπόντα ἔτι, δι' ὧν ἔγνω φθάσας οἷά ἐστιν. 7.7.47.5 τῇ γνώσει οὖν πεπεισμένος καὶ ὡς ἔστιν ἕκαστον τῶν μελλόντων κέκτηται τοῦτο. τὸ

 συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.

 γλώσσης φέρει πρὸς τοὺς ἐπαΐειν ἀξίους ἐκ τῆς συγκαταθέσεως, καὶ ἀπὸ γνώμης λέγων 7.9.53.2 ἅμα καὶ βιούς. ἀληθῆ τε γὰρ φρονεῖ ἅμα καὶ ἀληθεύει, πλὴν ε

 κρεμασθῇ τοῦ κυρίου διά τε πίστεως διά τε γνώσεως διά τε ἀγάπης καὶ συναναβῇ αὐτῷ ἔνθα ἐστὶν ὁ τῆς πίστεως 7.10.56.2 ἡμῶν καὶ ἀγάπης θεὸς καὶ φρουρός·

 τοῦτο καὶ ὁ ἀπόστολός φησιν· οὐδὲν ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν 7.10.59.2 διδαχῇ. καίτοι πράσσεταί

 διαπράττεται· σέβει μὲν γὰρ τὸν ποιητήν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος 7.11.62.4 αὐτοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ. καὶ δὴ καὶ

 7.11.65.4 πενίας, ἅπερ δόξης μᾶλλον ἢ ἀληθείας ἔχεται. οὗτος ὁ τῷ ὄντι ἀγαθὸς ἀνὴρ ὁ ἔξω τῶν παθῶν, κατὰ τὴν ἕξιν ἢ διάθεσιν τῆς ἐναρέτου ψυχῆς ὑπερβὰ

 γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα 7.11.67.7 καταγνύουσι τὸ ἀκαμπὲς τῆς ἐγκρατείας εἰς τὰς ἡδονάς). τοιοῦτοι δὲ καὶ οἱ νό

 σημαινόμενον ἐγκρατὴς οὐχ ὁ τῶν παθῶν μόνον κρατῶν, ἀλλὰ καὶ ὁ τῶν ἀγαθῶν ἐγκρατὴς γενόμενος καὶ βεβαίως κτησάμενος τῆς ἐπιστήμης τὰ μεγαλεῖα, ἀφ' ὧν

 εἶναι δοκῇ τὰ προσιόντα γυμνάσια, ἅτινα ἡμῖν προσφέρει ἡ σὴ οἰκονομία εἰς συνάσκησιν βεβαιότητος.7 7.12.73.1 Ὁ μὲν οὖν γνωστικὸς δι' ὑπερβολὴν ὁσιότη

 τὴν ἀποκάθαρσιν, ἀλλ' εἰς τὴν τῶν πέλας, ὡς ἔφαμεν, ὠφέλειαν, εἰ πεῖραν λαβὼν πόνων καὶ ἀλγηδόνων κατεφρόνησεν καὶ παρεπέμψατο. 7.12.76.3 ὁ δ' αὐτὸς κ

 ἂν ἤδη καὶ ἰσάγγελος, οὐδὲ ἔξω ποτὲ τῆς ἁγίας φρουρᾶς γίνεται· κἂν μόνος εὔχηται, τὸν τῶν ἁγίων χορὸν συνιστάμενον ἔχει. 7.12.78.7 ∆ιττὴν οὗτος οἶδε <

 7.13.81.1 Οὐδέποτε τῶν εἰς αὐτὸν ἁμαρτησάντων μέμνηται, ἀλλὰ ἀφίησι. διὸ καὶ δικαίως εὔχεται, ἄφες ἡμῖν λέγων· καὶ γὰρ ἡμεῖς 7.13.81.2 ἀφίεμεν· ἓν γάρ

 μεγαλοφρόνως τε τὸ τῆς γνώσεως ἀναδεξάμενος μέγεθος, πρόεισιν ἐπὶ τὴν ἁγίαν τῆς μεταθέσεως ἀμοιβήν. 7.13.83.5 ἀκήκοεν γὰρ τοῦ ψαλμοῦ λέγοντος· κυκλώσα

 μόνον, ἀλλὰ καὶ τοὺς 7.14.86.1 προσηλύτους λέγων. εἰ γὰρ καὶ ὁ νῦν διεχθρεύων ὕστερον πιστεύσει, οὐκ ἴσμεν οὐδέπω ἡμεῖς. ἐξ ὧν συνάγεται σαφῶς εἰ καὶ

 κατὰ τὴν τοῦ εὐαγγελίου ὑπακοὴν ἀνεπιλήπτως τελείους γίγνεσθαι. 7.14.88.7 ἢν οὖν, κατ' ἔλλειψιν λεγομένου τοῦ ῥητοῦ, προσυπακούσωμεν τὸ ἐνδέον εἰς ἀνα

 οὕτως ἄλλα ἄλλων περὶ ἀληθείας λεγόντων οὐκ ἀποστατέον, ἐπιμελέστερον δὲ θηρατέον τὴν ἀκριβεστάτην περὶ αὐτῆς γνῶ7.15.91.6 σιν· ἐπεὶ κἀν τοῖς κηπευομέ

 ἐπικρύψεως τῶν τῆς ἀληθείας μυστη7.16.94.2 ρίων. τέτοκεν καὶ οὐ τέτοκεν, φησὶν ἡ γραφή, ὡς ἂν ἐξ αὑτῆς, 7.16.94.3 οὐκ ἐκ συνδυασμοῦ συλλαβοῦσα. διόπερ

 τὴν ἀλήθειαν ἐθέλουσιν, αἰδούμενοι καταθέσθαι τὸ τῆς φιλαυτίας πλεονέκτημα, οὔτ' ἔχουσιν ὅπως διαθῶνται τὰς αὑτῶν δόξας, βιαζόμενοι τὰς γραφάς. φθάσαν

 ἀγρίαν ἀμυγδαλῆν ἐξάρχοντας δογμάτων, πλὴν ὅσα δι' ἐνάργειαν τῶν ἀληθῶν ἀποθέσθαι καὶ ἀποκρύψαι οὐκ ἴσχυσαν. 7.16.100.1 Καθάπερ τοίνυν ἐν πολέμῳ οὐ λε

 κρίσεως πατρῴας νουθεσίας ὑπομένοντες, ἔστ' ἂν καταισχυνθέντες μετανοήσωσιν, ἀλλὰ μὴ εἰς τὴν παντελῆ φέροντες ἑαυτοὺς διὰ τῆς ἀπηνοῦς ἀπειθείας ἐμβάλο

 μειρακίοις κατὰ τὴν διδασκαλίαν, ἀλλὰ τὸ ἐπὶ τῇ ἀληθείᾳ πεποιθέναι, καὶ εἶναι μεγαλόφρονα ἐν γνώσει τῇ διὰ τῶν γραφῶν παραδιδομένῃ ὑπεροπτικόν <τε> τῶ

 μᾶλλον δὲ κατὰ τὴν διαθήκην τὴν μίαν διαφόροις τοῖς χρόνοις, ἑνὸς τοῦ θεοῦ τῷ βουλήματι δι' ἑνὸς τοῦ κυρίου συνάγουσαν τοὺς ἤδη κατατεταγμένους· οὓς π

 τε ὁμοῦ καὶ ἀκάρπων δένδρων διὰ τοὺς ὑφαιρεῖσθαι καὶ κλέπτειν τολμῶντας τὰ ὥρια, ἐθελούσης 7.18.111.2 λανθάνειν τῆς γραφῆς. ἐξ ὧν δὴ μεταμοσχεύσας καὶ

 ὁμοφώνοις ἐκ τῆς προσηγο8.2.3.4 ρίας ὁμολογούμενον σημαίνεσθαι. εἶτα ἐντεῦθεν ὁρμηθέντα ζητεῖν ἀνάγκη, εἰ ὑπάρχει τὸ σημαινόμενον τοῦτο π<ερὶ> οὗ ὁ λό

 εἰ δὲ τὸ δεύτερον, ταῦτα αὐτὰ τὰ ἐξ αὑτῶν πιστὰ τῶν ἀποδείξεων ἀρχαὶ γενήσονται. αὐτίκα οἱ φιλόσοφοι ἀναποδείκτους ὁμο8.3.7.2 λογοῦσι τὰς τῶν ὅλων ἀρχ

 οὕτω μὲν ὑπάρχῃ· ἀμφοτέρων γάρ, τῆς τε οὐσίας τῆς τε ἐνεργείας, τὰς ἐπινοίας ἐν τῇ διανοίᾳ λαβόντες οὕτως ἐπὶ τὴν ζήτησιν 8.4.9.5 ἐρχόμεθα. ἔστιν δὲ ὧ

 περαίνειν ἤδη τὸ προκείμενον ἐφεξῆς καὶ διδάσκειν χρή. 8.4.12.4 Εἰ δὲ ἡμᾶς λέγειν βούλοιτο αὐτὸς μὴ ἀποκρινάμενος, ἀκουσάτω· ἐπεὶ σὺ μὴ βούλει λέγειν

 δῆλον ὅτι ἀφ' ἑαυτῆς 8.5.15.3 ἀρξαμένη πρῶτον ἀκυρώσει ἑαυτήν. ἢ τοίνυν δίδωσιν ἀληθές τι εἶναι καὶ οὐ περὶ πάντων ἐφεκτέον, ἢ ἐνίσταται μηδὲν εἶναι ἀ

 διαιρέσεως ἐπὶ τὰ ἁπλούστερα 8.6.18.5 καὶ ἀρχικώτερα ἀνατρέχομεν. τὸ γοῦν γένος τοῦ ζητουμένου πράγματος διαιροῦμεν εἰς τὰ ἐνυπάρχοντα αὐτῷ εἴδη, οἷον

 πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον 8.6.21.4 γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν δεῖ παραλαμβάνειν. ἐν μὲν οὖν τοῖς μακροτέροις ὅροις τὸ πλῆθος τῶν ε

 ζῷον· ἔστι γὰρ συνώνυμα ὧν τό τε ὄνομα ἀμφοῖν κοινόν, τὸ ζῷον, καὶ ὁ λόγος ὁ αὐτός, τουτέστιν ὁ ὅρος, τουτέστιν 8.8.24.3 οὐσία ἔμψυχος· ἑτερώνυμα δὲ ὅ

 ποι8.9.27.2 οῦν ἐνεργείας δηλωτικὸν ὑπάρχει. οὐκ ἔστι δὲ ἑτέρου μὲν τὸ ποιοῦν, ἑτέρου δὲ τὸ αἴτιον, ἀλλὰ ταὐτοῦ τῆς χλαμύδος καὶ τῆς οἰκίας· καθ' ὃ γὰ

 τοῦ γίνεσθαι τὸν πυρετόν· καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξε8.9.30.2 σθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι τοῦ μὴ

 συνωνύμως καὶ αὐτοτελὲς καλοῦσιν, ἐπειδὴ αὐτάρκως δι' αὑτοῦ ποιητικόν ἐστι τοῦ ἀποτελέσματος. 8.9.33.3 εἰ δὲ τὸ <αὐτοτελὲς> αἴτιον αὐτοτελοῦς ἐνεργεία

λέληθεν αὐτὸν ὡς ἂν ἀπόντα ἔτι, δι' ὧν ἔγνω φθάσας οἷά ἐστιν. 7.7.47.5 τῇ γνώσει οὖν πεπεισμένος καὶ ὡς ἔστιν ἕκαστον τῶν μελλόντων κέκτηται τοῦτο. τὸ γὰρ ἐνδεὲς καὶ ἐπιδεὲς πρὸς τὸ ἐπιβάλλον μετρεῖται. εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς 7.7.47.6 μετέχων ἀνενδεὴς εἴη ἄν. οὐ γὰρ ἡ τῆς σοφίας μετάδοσις κινούντων καὶ ἰσχόντων ἀλλήλους τῆς τε ἐνεργείας καὶ τοῦ μετέχοντος γίνεται, οὐδὲ ἀφαιρουμένου τινὸς οὐδὲ ἐνδεοῦς γινομένου· ἀμείωτος δ' οὖν ἡ 7.7.47.7 ἐνέργεια δι' αὐτῆς τῆς μεταδόσεως δείκνυται. οὕτως οὖν πάντα ἔχει τὰ ἀγαθὰ ὁ γνωστικὸς ἡμῖν κατὰ τὴν δύναμιν, οὐδέπω δὲ καὶ κατὰ τὸν ἀριθμόν, ἐπεὶ κἂν ἀμετάθετος ἦν κατὰ τὰς ὀφειλομένας ἐνθέους προκοπάς τε καὶ διοικήσεις. 7.7.48.1 Τούτῳ συλλαμβάνει καὶ ὁ θεὸς προσεχεστέρᾳ τιμήσας ἐπισκοπῇ. ἦ γάρ; οὐχὶ τῶν ἀγαθῶν ἀνδρῶν χάριν καὶ εἰς τὴν τούτων χρῆσιν καὶ ὠφέλειαν, μᾶλλον δὲ σωτηρίαν τὰ πάντα γέγονεν; οὔκουν ἀφέ7.7.48.2 λοιτο τούτους τὰ δι' ἀρετήν, δι' οὓς τὰ γεγονότα. δῆλον γὰρ ὡς τὴν φύσιν αὐτῶν τὴν ἀγαθὴν καὶ τὴν προαίρεσιν τὴν ἁγίαν τιμῴη ἂν ὅς γε καὶ τοῖς εὖ βιοῦν ἐπανῃρημένοις ἰσχὺν πρὸς τὴν λοιπὴν σωτηρίαν ἐμπνεῖ, τοῖς μὲν προτρέπων μόνον, τοῖς δὲ ἀξίοις γενο7.7.48.3 μένοις ἐξ ἑαυτῶν καὶ συλλαμβανόμενος· ἐπιγεννηματικὸν γὰρ ἅπαν τῷ γνωστικῷ τὸ ἀγαθόν, εἴ γε δὴ τὸ τέλος ἐστὶν αὐτῷ ἐπίστασθαι 7.7.48.4 καὶ πράσσειν ἐπιστημόνως ἕκαστον. ὡς δὲ ὁ ἰατρὸς ὑγείαν παρέχεται τοῖς συνεργοῦσι πρὸς ὑγείαν, οὕτως καὶ ὁ θεὸς τὴν ἀίδιον σωτηρίαν τοῖς συνεργοῦσι πρὸς γνῶσίν τε καὶ εὐπραγίαν, σὺν δὲ τῷ ποιεῖν, ὄντων ἐφ' ἡμῖν ἃ προστάττουσιν αἱ ἐντολαί, καὶ ἡ ἐπαγγελία τελει7.7.48.5 οῦται. καί μοι δοκεῖ κἀκεῖνο καλῶς παρὰ τοῖς Ἕλλησι λέγεσθαι· ἀθλητής τις οὐκ ἀγεννὴς ἐν τοῖς πάλαι πολλῷ τῷ χρόνῳ τὸ σωμάτιον εὖ μάλα πρὸς ἀνδρείαν ἀσκήσας εἰς Ὀλύμπι' ἀναβάς, εἰς τοῦ Πισαίου ∆ιὸς τὸ ἄγαλμα ἀποβλέψας, εἰ πάντα, εἶπεν ὦ Ζεῦ, δεόντως μοι τὰ πρὸς τὸν ἀγῶνα παρεσκεύασται, ἀπόδος φέρων δικαίως τὴν νίκην ἐμοί. 7.7.48.6 Ὧιδε γὰρ καὶ τῷ γνωστικῷ, ἀνεπιλήπτως καὶ εὐσυνειδήτως τὰ παρ' ἑαυτοῦ πάντα ἐκπεπληρωκότι εἴς τε τὴν μάθησιν εἴς τε τὴν συνάσκησιν εἴς τε τὴν εὐποιίαν καὶ εἰς τὴν εὐαρέστησιν τῷ θεῷ, τὸ πᾶν 7.7.48.7 συναίρεται πρὸς τὴν τελειοτάτην σωτηρίαν. ταῦτ' οὖν ἀπαιτεῖται παρ' ἡμῶν, τὰ ἐφ' ἡμῖν καὶ τῶν πρὸς ἡμᾶς ἀνηκόντων, παρόντων τε καὶ ἀπόντων, αἵρεσίς τε καὶ πόθος καὶ κτῆσις καὶ χρῆσις καὶ διαμονή. 7.7.49.1 ∆ιὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινῶς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελέως ἑαυτὸν ἐξειργασμένον, εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ ἐφιέ7.7.49.2 μενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον. ἀλλὰ καὶ τὰς εὐχὰς ἁπάσας ἐπιεικῶς ἅμα καὶ μετ' ἐπιεικῶν ποιεῖσθαι πρέπον ἐστίν· σφαλερὸν γὰρ τοῖς ἑτέρων ἁμαρτήμασι συνεπιγράφε 7.7.49.3 σθαι. περὶ τούτων ἄρα ὁ γνωστικὸς καὶ συνεύξεται τοῖς κοινότερον πεπιστευκόσι, περὶ ὧν καὶ συμπράττειν καθήκει. ἅπας δὲ ὁ βίος 7.7.49.4 αὐτοῦ πανήγυρις ἁγία. αὐτίκα θυσίαι μὲν αὐτῷ εὐχαί τε καὶ αἶνοι καὶ αἱ πρὸ τῆς ἑστιάσεως ἐντεύξεις τῶν γραφῶν, ψαλμοὶ δὲ καὶ ὕμνοι παρὰ τὴν ἑστίασιν πρό τε τῆς κοίτης, ἀλλὰ καὶ νύκτωρ εὐχαὶ πάλιν. διὰ τούτων ἑαυτὸν ἑνοποιεῖ τῷ θείῳ χορῷ, ἐκ τῆς συνε7.7.49.5 χοῦς μνήμης εἰς ἀείμνηστον θεωρίαν ἐντεταγμένος. τί δ'; οὐ καὶ τὴν ἄλλην θυσίαν τὴν κατὰ τοὺς δεομένους ἐπίδοσιν καὶ δογμάτων 7.7.49.6 καὶ χρημάτων γιγνώσκει; καὶ μάλα. ἀλλὰ τῇ διὰ στόματος εὐχῇ οὐ πολυλόγῳ χρῆται, παρὰ τοῦ κυρίου καὶ ἃ χρὴ αἰτεῖσθαι μαθών. ἐν παντὶ τοίνυν τόπῳ, οὐκ ἄντικρυς δὲ οὐδὲ ἐμφανῶς τοῖς πολλοῖς 7.7.49.7 εὔξεται· ὃ δὲ καὶ περιπάτῳ χρώμενος καὶ ὁμιλίᾳ καὶ ἡσυχίᾳ καὶ ἀναγνώσει καὶ τοῖς ἔργοις τοῖς κατὰ λόγον κατὰ πάντα τρόπον εὔχεται· κἂν ἐν αὐτῷ τῷ ταμιείῳ τῆς ψυχῆς ἐννοηθῇ μόνον καὶ ἀλαλήτοις στεναγμοῖς ἐπικαλέσηται τὸν πατέρα, ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος 7.7.49.8 πάρεστιν. τριῶν δ' ὄντων πάσης πράξεως τελῶν διὰ μὲν τὸ καλὸν καὶ τὸ