251
προῃρημένοι πράττειν, μειζόνων ἀπολαύσονται καὶ θαυμασιωτέρων ἀγαθῶν. ὑπεσημαίνετό τε τὰ γράμματα ἐρυθροῖς, ὥσπερ ἔθος βασιλεῦσι, γράμμασι. προσετίθει τε τοῖς γράμμασι καὶ φρουρὰς ἐξ ὁπλιτῶν καὶ τοξοτῶν ψιλῶν πρὸς ἃς ᾔδει τῶν πόλεων ῥᾳδίας ἐσομένας κατέχεσθαι φρουροῖς. ταῦτα δὴ τὰ γράμματα κομιζόμενα παρ' ἑκάστοις, οἱ μὲν ἐδέχοντο προθύμως καὶ πᾶν τὸ προσταττόμενον ἐπηγγέλλοντο ποιεῖν, οἱ δ' ἐδυσχέραινον μὲν, οἰόμενοι ἀποστασίαν βασιλέως εἶναι τὰ πραττόμενα, ἔτι δὲ ὅμως τὴν τοῦ μέλλοντος βασιλέως δύναμιν ὑπεπτηχότες, ἄλλως τε καὶ ὑπὸ τῶν παρ' αὐτοῖς μεγάλα δυναμένων ἐναγόμενοι, τὰ ἐκείνου πράττειν ᾑρημένων, τὰ γράμματα ἐδέχοντο. δῆλοι δὲ ἦσαν εὐθὺς ἀπὸ γραμμῆς ὡς νεωτερίσοντες, ἢν λάβωνται καιροῦ. ὅσοι δ' ἦσαν πρότερον τὰ 2.163 βασιλέως τοῦ Παλαιολόγου δῆθεν αἱρεῖσθαι πεπεισμένοι, οἱ μὲν καὶ τοὺς κομίζοντας συλλαμβάνοντες ἅμα τοῖς γράμμασιν ἔπεμπον εἰς Βυζάντιον δεσμώτας, πρότερον γυμνώσαντες τῶν ὄντων. ὅσοι δὲ μετριώτερα ἐδοκίμαζον ποιεῖν, τὰ μὲν γράμματα ἀπεωθοῦντο, αὐτοὶ δὲ πρὸς τὸν πόλεμον παρεσκευάζοντο, ὡς, ἢν ἐπίῃ, ἀμυνούμενοι. ἐπεὶ δὲ τῶν γραμμάτων πολλὰ ἐκείνων εἰς Βυζάντιον ἀπεκομίσθη, οἱ μὲν περὶ πατριάρχην ὅσοι πρότερον πρὸς βασιλίδα τοῦ μεγάλου δομεστίκου ὡς βασιλειῶντος κατηγόρουν, ἔχαιρόν τε καὶ παντοῖοι ἦσαν ὑφ' ἡδονῆς. τά τε γράμματα ἐπιδεικνύντες, «οὐκ ἄρα» ἔφασαν «ἡμεῖς τῶν μελλόντων κακοὶ κριταὶ, ἀλλ' αὐτοί τε εὐστόχως κατεστοχασάμεθα τῆς γνώμης, κἀκεῖνος καλῶς ποιῶν ἐπὶ τῶν ἔργων εὐθὺς ἀπέδειξεν εἰρηκότας ἀληθῆ.» πολλά τε εἰς ἐκεῖνον βλάσφημα ἀπέσκωπτον ἀναίδην, καὶ οὐδὲ τῶν αἰσχίστων ἀπεχόμενοι πρὸς ὕβριν. καὶ ἡ βασιλὶς δὲ ἤδη πεπεισμένη πολέμιον γεγενῆσθαι τὸν μέγαν δομέστικον φανερῶς, ἐκ τῶν γραμμάτων ἐκείνων ὀλίγα ἄττα ἔπεμπε τῇ μητρὶ κατὰ τὴν οἰκίαν φρουρουμένῃ, οἷα δράσειε κατηγοροῦσα ὁ υἱός. ἐκείνη δὲ μηδὲν ἔφασκε πρὸς αὐτὴν τοὺς λόγους εἶναι. πρότερον γὰρ ἐχρῆν, ἡνίκα τοῦ υἱοῦ κατηγόρουν, πρὸς αὐτὴν τὰ ἐγκλήματα δηλοῦν. ἦ γὰρ ἂν τῶν γινομένων νῦν οὐδὲν συνέβη, ἀλλ' ὑπὲρ αὐτῆς τε καὶ τῶν παίδων, ἔτι δὲ καὶ τοῦ Ῥωμαϊκοῦ παντὸς, πάντα ἂν κατεπράξατο τὰ βέλτιστα πρὸς 2.164 τὸν υἱόν. εἰδέναι γὰρ αὐτὴν σαφέστατα τὴν ἐκείνου γνώμην, ὡς πρὸς τὸ εὖ ποιεῖν μᾶλλον, ἢ τὸ κακουργεῖν ἐπιῤῥεπής. νυνὶ δὲ μετὰ τὴν ἀκριβῆ φρουρὰν, ἣν αὐτὴ φρουρεῖται ὑπ' αὐτῶν ἐπ' οὐδενὶ ἐγκλήματι, καὶ τὴν πρὸς τοὺς ἐκείνου πρέσβεις ὕβριν ὑπὲρ τῆς εἰρήνης ἀφιγμένους καὶ δεομένους καλεῖν ἐκεῖνον ἐπὶ δίκην, ὡς, ἢν ἁλίσκηται ἐπιορκῶν, τὰ ἔσχατα πεισόμενον, τίνα ἂν ἀπολογίαν ἀποδοίη περὶ τῶν ἐκείνῳ πραττομένων, ὡς ὑμεῖς φατε, βασιλικῶς, εἴγε καὶ ἐκείνου τὰ γράμματα εἴη, εἴτε μή. περὶ μὲν οὖν τῶν γραμμάτων ἔφη μηδὲν ἀποκρινεῖσθαι· παραινέσειν δὲ τὰ βέλτιστα, ὡς ἂν αὐτῇ δοκοίη, εἴγε πείθοιντο. ταῦτα δέ ἐστι· μὴ τὸν υἱὸν περιορᾷν, μηδ' ὡς μεγάλα καταφρονεῖν μὴ δυναμένου. οὐ γὰρ Ῥωμαῖοι τὴν ἐκείνου μόνον δύναμιν καὶ σύνεσιν καὶ ἐμπειρίαν, ἀλλὰ καὶ βαρβάρων οἱ Ῥωμαίων κατῳκισμένοι πόῤῥω οὐκ ἀγνοοῦσιν. ἀλλ' ὡς τάχιστα πρέσβεις πέμπειν πρὸς ἐκεῖνον, οἳ περὶ εἰρήνης διαλέξονται. ἐκεῖνος δὲ οὐκ ἀπορήσει, ᾗ χρὴ τὰ πεπραγμένα καὶ λόγοις καὶ πράξεσιν ἐπανορθοῦσθαι, εἴ τι συμβέβηκε καὶ τῶν δοκούντων ἀνιάτων. εἰ δ' ἄρα ἄλλως ἐγνώκατε αὐτοὶ, ὑμῖν μελήσει καὶ τὰ ἴδια εὖ τίθεσθαι καὶ τὰ κοινά.» ἡ μὲν οὖν μεγάλου δομεστίκου μήτηρ τοιαῦτα ἀπεκρίνατο πρὸς τὰς κατηγορίας. οἱ πεμφθέντες δὲ οὕτω παρὰ βασιλίδος προστεταγμένοι, τῆς οἰκίας ἐκείνην ἐκβαλόντες, βασιλείων ἤγαγον ἐντὸς καὶ εἷρξαν τῇ παρὰ Ἀν 2.165 δρονίκου τοῦ πρώτου βασιλέως οἰκίᾳ κατασκευασθείσῃ χρώμενοι ἀντὶ δεσμωτηρίου. τὴν οὐσίαν δὲ ἐδημοσίωσαν πλείστην οὖσαν, πλὴν εἴπου τι πρότερον ἀργύρου καὶ χρυσοῦ καὶ λίθων πολυτελῶν καὶ μαργάρων λάθρα ἔφθασεν ἐξαγαγοῦσα. πυῤῥῶν δὲ καὶ κριθῶν καὶ καρπῶν τῶν ἐπιλοίπων, οὐκ ἐν ᾗ διέτριβεν οἰκίᾳ μόνον ἐγγὺς τῶν βασιλείων κομιδῇ τι δυσαρίθμητον χρῆμα ἦν, ἀλλὰ καὶ Γοργεπηκόου τῆς μονῆς ἐγγὺς ἕτεραι πυραμίδες ἦσαν πολλαπλασίους ἐκείνων συνέχουσαι καρπούς. ἃ πάντα