251
συναλλαγῆς γενομένης τοῖς μὲν θορυβήσασιν αδεια τῶν πραχθέντων ἐδόθη καὶ ἡ δεκαρχία κατελύθη, αἱ δὲ ἐπέτειοι ἀρχαὶ αι τε λοιπαὶ καὶ αἱ τῶν δημάρχων ἐπὶ τοῖς αὐτοῖς προνομίοις ἐπανῆλθον ἐφ' οισπερ ησαν καὶ πρότερον. ἀποδειχθέντες δὲ αρχοντες αλλοι τε καὶ Οὐεργίνιος τὸν μὲν Οππιον τόν τε Κλαύδιον εἰς δεσμωτήριον ἐνέβαλον, οι πρὶν εὐθυνθῆναι ἑαυτοὺς διεχειρίσαντο, τοὺς δὲ λοιποὺς ἐγράψαντο καὶ ἑλόντες ἐξήλασαν. Οἱ δ' υπατοι, τότε γὰρ λέγεται πρῶτον ὑπάτους αὐτοὺς προσαγορευθῆναι, στρατηγοὺς καλουμένους τὸ πρότερον· ησαν δὲ Οὐαλέριος καὶ ̔Οράτιος, καὶ τότε καὶ μετέπειτα τῷ πλήθει προσέκειντο καὶ μᾶλλον αὐτοὺς η τοὺς εὐπατρίδας ἐκράτυναν. ἐλαττούμενοι ουν οἱ εὐπατρίδαι ουτε ῥᾴδιον συνελέγοντο ουτε τὰ πράγματα ἐπ' αὐτοῖς ἐποίουν παντάπασιν, ἀλλὰ καὶ τοὺς δημάρχους οἰωνοσκοπίᾳ ἐν συλλόγοις χρῆσθαι δεδώκασιν· ο λόγῳ μὲν τιμὴν αὐτοῖς εφερε καὶ ἀξίωμα, μόνοις γὰρ τοῦτο ἐκ τοῦ πάνυ ἀρχαίου τοῖς εὐπατρίδαις ἐπετέτραπτο, εργῳ δὲ κώλυμα ην, ινα μὴ ῥᾳδίως οἱ δήμαρχοι καὶ τὸ πλῆθος οσα βούλοιντο πράττοιεν, ἀλλὰ προφάσει τῆς οἰωνοσκοπίας εστιν ου ἐμποδίζοιντο. ἀχθόμενοι δὲ τοῖς ὑπάτοις οι τε εὐπατρίδαι καὶ ἡ βουλή, ὡς τὰ τοῦ πλήθους φρονοῦσιν, οὐκ ἐψηφίσαντο σφίσι τὰ ἐπινίκια, πόλεμον ἑκατέρου νικήσαντος, οὐδ' ἡμέραν ἑκάστῳ ἀπένειμαν, ωσπερ ειθιστο. τὸ μέντοι πλῆθος ἐπὶ δύο τε 2.143 ἡμέρας ἑώρτασε καὶ τοῖς ὑπάτοις τὰ νικητήρια ἐψηφίσαντο. Ουτως ουν ἐς διαφορὰς τῶν ̔Ρωμαίων ἐλθόντων οἱ ἐναντίοι σφίσιν ἀναθαρσήσαντες ἐπῄεσαν αὐτοῖς. τῷ δ' ἑξῆς ετει Μάρκου Γενουκίου καὶ Γαΐου Κουρτίου ὑπατευόντων ἐπ' ἀλλήλους ἐτράποντο. οι τε γὰρ τοῦ πλήθους καὶ ὑπατεύειν ηθελον, ἐπείπερ ἐδημάρχουν οἱ εὐπατρίδαι πρὸς αὐτοὺς μεθιστάμενοι, καὶ οἱ εὐπατρίδαι λίαν τῆς ὑπάτου ἀρχῆς περιείχοντο. καὶ πολλὰ κατ' ἀλλήλων καὶ βίαια ελεγόν τε καὶ επραττον. ινα δὲ μὴ πρός τι χεῖρον χωρήσωσι, τοῦ μὲν εργου τῆς ἡγεμονίας οἱ δυνατοὶ αὐτοῖς παρεχώρησαν, τοῦ δὲ ὀνόματος οὐ μετέδωκαν, ἀλλ' ἀνθ' ὑπάτων χιλιάρχους ὠνόμασαν, ινα μὴ τὸ τῆς κλήσεως εντιμον τῷ σύρφακι ὁμίλῳ καταρρυπαίνοιτο. καὶ τρεῖς ἀφ' ἑκατέρων χιλιάρχους ἀντὶ τῶν δύο ὑπάτων αἱρεῖσθαι συνέδοξεν. οὐ μέντοι τὸ τῶν ὑπάτων ἐξέλιπε τέλεον ονομα, ἀλλὰ ποτὲ μὲν υπατοι καθίσταντο, ποτὲ δέ γε χιλίαρχοι. ουτω μὲν ουν ταῦτα παραδέδοται γίνεσθαι, καίτοι οὐ μόνον τῶν ὑπάτων δικτάτωρας ἀνειπόντων, καὶ ταῦτα πολὺ τῆς ἀρχῆς ἐκείνης ἐλαττουμένων, ἀλλὰ καὶ χιλιάρχων τοῦτο πεποιηκότων ἐνίοτε· λέγεται δὲ οτι οὐδεὶς τῶν χιλιάρχων, καίτοι πολλῶν πολλάκις νικησάντων, ἐπινίκια επεμψεν. Οἱ μὲν ουν χιλίαρχοι ουτω τότε ᾑρέθησαν, οἱ δὲ τιμηταὶ τῷ ἐχομένῳ ετει Βαρβάτου καὶ Μάρκου Μακρίνου ὑπατευόντων κατεδείχθησαν· καὶ ᾑρέθησαν Λούκιός τε Παπείριος καὶ Λούκιος Σεμπρώνιος. κεχειροτόνηντο δὲ οτι οἱ υπατοι ἀδύνατοι ἐπὶ πάντας διὰ τὸ πλῆθος ἐξαρκεῖν ησαν· τὰ γὰρ τοῖς τιμηταῖς ἀπονεμηθέντα προνόμια ἐκεῖνοι μέχρι τότε ἐποίουν. 2.144 δύο τε ησαν οἱ τιμηταὶ ἐξ ἀρχῆς καὶ ἐκ τῶν εὐπατριδῶν. ηρχον δὲ τὰ μὲν πρῶτα καὶ τὰ τελευταῖα ἐπὶ πενταετίαν, ἐν δὲ τῷ μέσῳ χρόνῳ ἐπὶ τρεῖς ἑξαμήνους· καὶ ἐγένοντο τῶν ὑπάτων μείζους, καίτοι μέρος τῆς ἐκείνων λαβόντες ἀρχῆς. ἐξῆν δὲ αὐτοῖς τάς τε προσόδους τὰς κοινὰς ἐκμισθοῦν, καὶ τῶν ὁδῶν καὶ τῶν δημοσίων οἰκοδομημάτων ἐπιμελεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῆς ἑκάστου εὐπορίας διατελεῖν, καὶ τὸν βίον τῶν πολιτῶν ἐπισκοπεῖν τε καὶ ἐξετάζειν, καὶ τοὺς μὲν ἀξίους ἐπαίνου ἐς τὰς φυλὰς καὶ ἐς τὴν ἱππάδα καὶ τὴν γερουσίαν ἐγγράφειν, καθὼς ἑκάστοις προσήκειν ἐνομίζετο, τοὺς δ' οὐκ ευ βιοῦντας ἁπανταχόθεν ὁμοίως ἀπαλείφειν· ο μεῖζον πάντων ην τῶν τοῖς ὑπάτοις καταλειφθέντων. πίστεις δ' ἐνόρκους ἐφ' ἑκάστῳ πεποίηντο ὡς ουτε πρὸς χάριν ουτε πρὸς εχθραν τι ποιοῦσιν, ἀλλ' ἐξ ὀρθῆς γνώμης τὰ συμφέροντα τῷ κοινῷ καὶ σκοποῦσι καὶ πράττουσι. καὶ τὸν δῆμον ἐπί τε νόμων εἰσφοραῖς καὶ τοῖς αλλοις συνήθροιζον, καὶ τῷ τῶν μειζόνων ἀρχῶν κόσμῳ πλὴν ῥαβδούχων ἐχρῶντο. τοιαύτη ἡ τῶν τιμητῶν ὑπῆρχεν ἀρχή. τῶν