251
ἀποβολῇ τοῦ δ, ἰωκή. ̓Ιῶκα. τὴν ἰωκὴν λέγει, ο ἐστι τὴν ὁρμὴν, τὴν δίωξιν. ουτως Ωρος. ὡς ̔Ησίοδος τὴν κρόκην, κρόκα. ωστε μεταπλασμός ἐστιν. Ομηρος· ἰῶκά τε δακρυόεσσαν. ̓Ιωκάσ. ὁρμὰς, διώξεις. ̓Ιῶλκα. αυλακα. Ιωξισ. ἡ δίωξις. ὡς ἀπὸ τοῦ λέγω, λέξω, λέξις, εξω, εξις, ουτως καὶ ἀπὸ τοῦ διώκω, διώξω, δίωξις, καὶ ἀποβολῇ τοῦ δ, ιωξις, ἡ δίωξις. ̓Ιωνία. χώρα. ̓Ιώνυμφα. κύριον. ̓Ιωνιά. ἡ τῶν ιων πρασιά. ὡς καὶ κρινωνιὰ καὶ ῥοδωνιά. iota.1140 (Οὐδέτερον.) ̓Ιωτάπατα. τόπος. ̓Ιά. τὰ βέλη καὶ τὰ φάρμακα. ̓Ιῶτα. τὸ στοιχεῖον. παρὰ τὸν ἰὸν τῶν ἰοβόλων ζώων. εἰς ὀρθὸν γὰρ βαδίζειν ὁ ἰὸς, ὡς καὶ ἡ τούτου γραφή. η ἀπὸ τοῦ ἰοῦ, τοῦ βέλους. ( ̔Ρῆμα.) ̓Ιώθη. ἐχολώθη. †η ἰοῦ ἐπληρώθη.† Ιωμεν. ελθωμεν. *βαδίσωμεν.* ̓Ιών. ἀντὶ τοῦ πορευθεὶς, ὀξυτόνως, καὶ ἀντὶ τοῦ ἐλθών. ̓Ιώ. ἀντὶ τοῦ φεῦ. ἰὼ τραυμάτων ἐποδύνων. ἰὼ, βαρύβρομοί τε βρονταί. ἐκ τοῦ ἰωὴ κατὰ συγκοπὴν ἰώ. Τρύφων δὲ λέγει, τὸ ω κλητικὸν προσέλαβε τὸ ι καὶ ἐγένετο ἰώ. kappa.1141 Κ. Τὸ Κ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Κάβαξ. ὁ πανοῦργος. Κάβαισοσ. απληστος. κάβον γὰρ μέτρον σιτικόν. Καδδίσκοσ. ἀγγεῖόν τι, εἰς ο ἐψηφηφόρουν οἱ δικασταί. Καθηγητήσ. διδάσκαλος. Κάθιδροσ. κεκμηκώς. Καθαπτόσ. ἐνδεδυμένος. ̓Αριστοφάνης· νεβρῶν δοραῖς καθαπτός. Καθαροί. οἱ τὴν καθολικὴν ἀρετὴν κεκτημένοι, καὶ μηδὲν ἑαυτοῖς συνειδότες πονηρόν. η οἱ ἐν σωφροσύνῃ διάγοντες. ὡς τό· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ. Καθαρόσ. ὁ πάντα καλῶς θεωρῶν. η ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἀθετήσει ἐντολῆς θεοῦ kappa.1142 η ἐλλείψει η ἀμελείᾳ. εἰ δὲ βούλει, ὁ μὴ μόνον τῆς κατ' ἐνέργειαν καὶ διὰ σώματος τελουμένης ἁμαρτίας ἀπεχόμενος, ἀλλ' ὁ καὶ τοῖς λογισμοῖς καθαρεύων καὶ οὐδὲ ἐν τῇ ψυχῇ πλημμελῶν. ἱκανὴ γάρ ἐστιν ἡ τῆς ψυχῆς καθαρότης τὸν θεὸν κατ' αὐτῆς κατοπτρίζεσθαι. τῶν γὰρ τῆς ἰδίας φύσεως ἀγαθῶν ὁ θεὸς ἐνετύπωσε τῇ ἡμετέρᾳ κατασκευῇ τὰ τιμήματα, οιόν τινα κηρὸν σχήματι γλυφῆς προτυπώσας. *Κάϊν. ζῆλος ἑρμηνεύεται. ὁ δὲ Αβελ, πένθος.* Κακοδαίμων. δυστυχής. Κακήγοροσ. ὁ λέγων κακά. Κακόσ. ὁ μὴ θέλων τὸ καλὸν, καὶ ὁ δειλός. Ομηρος· κακοὺς δ' ἐς μέσον ηλασεν. Κακόχαρτοσ. ὁ τοῖς κακοῖς χαίρων. Κακόσχολοσ. πονηρός. ἀπὸ τοῦ σχολάζειν τοῖς κακοῖς. kappa.1143 Καλάσιρισ. χιτὼν πλατύς. ουτως Αἰγύπτιοι. Κάμμοροσ. ταλαίπωρος. οἱονεὶ κακόμορος. κατὰ συγκοπὴν κάμμορος. Κάμαξ. χάραξ η ξύλον ὀρθόν. Κάνωτοσ. τόπος ἐν ̓Αλεξανδρείᾳ. Κανών. λόγος εντεχνος δηλωτικὸς, ἀπευθύνων ὁμοιότητι πρὸς τὸ καθόλου τὸ διεστραμμένον τῶν λέξεων. η κανών ἐστι νόμος ἀπαράβατος, καὶ μέτρον ἀδιάψευστον, πᾶσαν πρόθεσιν καὶ ἀφαίρεσιν μηδαμῶς ἐπιδεχόμενον. †ἐκ τοῦ κανόνος, ος ἐστι ξύλον, ῳ κέχρηνται οἱ τεχνῖται εἰς ξύλων η λίθων ἀπόρθωσιν. παρατιθέντες γὰρ τὸν κανόνα τοῖς παρ' αὐτῶν ἐργαζομένοις, δι' αὐτοῦ, ει τινα εὑρίσκουσιν ἐν αὐτοῖς λοξότητα, εἰσοχάς τε καὶ ἐξοχὰς, εἰς εὐθύτητα ἀποξέουσι καὶ ὀρθοῦσι τὸ ἐργαζόμενον.† Κάπετοσ. σορὸς, θήκη. Καπνόσ. ἀναθυμίασις ξυλώδης ξηρὰ καὶ θερμή. η ἀτμὸς δριμὺς ὑπὸ τῆς τοῦ πυρὸς ἀναφορᾶς, ἐκ τῶν ὑποτυφομένων ἀναπεμπόμενος. ανθραξ δὲ πῦρ γεῶδες μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ καὶ γεωδεστέρᾳ υλῃ ἐναπομεῖναν. μετὰ γὰρ τὸ παρελθεῖν τὸ ἀνθηρὸν τῆς φλοkappa.1144 γὸς, ἡ περὶ τὴν παχεῖαν υλην τοῦ πυρὸς ὁμιλία ανθρακες ὀνομάζονται. Καρδιανόσ. ἀπὸ πόλεως Καρδίας. Καρθμόσ. ὁ ποῦς. Καρπόσ. ὁ πρὸς αμητον ἡτοιμασμένος στάχυς. σημαίνει καὶ τὸ κοῖλον τῆς χειρός. ὡς τό· κύσε χεῖρ' ἐπὶ καρπῷ. ενθεν καὶ ὁ τῆς χειρὸς ξηρὸς τόπος καὶ ασαρκος καρπὸς λέγεται. Καρχαροδόντων. τραχεῖς ὀδόντας ἐχόντων η ὀξεῖς. παρὰ τὸ χαράσσω κάρχαρος κατὰ ἀναδιπλασιασμόν· τὸ γὰρ τραχὺ καὶ σκληρὸν χαράσσεται. *Κατοβλέψ. ειδος θηρίου.* *Καταπέλτησ. τιμωρητικὸν οργανον, ἐν ῳ προσδεσμούμενός τις ουτως κολάζεται.* Κατηφήσ. στυγνός. Κατάλληλοσ. ἁρμόζων. Καταπρανοῦσ. ητοι κατωφεροῦς. Κατάγελωσ. ὀνειδισμός. ἐξουδένωσις. Κατάδουποσ. ὁ κατάκτυπος. δοῦπος γὰρ ὁ κτύπος. η ὁ καταῤῥάκτης. Κατάῤῥυτοσ. ἀρδεύσιμος. kappa.1145