251
φωτεινότεροι. Οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται, καὶ οὗ οὐχ ὑπενόησε, πιασθήσεται.» «Ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν, ἀπὸ πλήθους πορνείας.» «Ποίᾳ τούτων ἵλεως γενήσομαί σοι; υἱοί σου ἐγκατέλιπόν με, καὶ ὤμνυον ἐν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορνῶν κατέλυον. Ἵπποι θηλυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτισεν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος; ἢ ἐν ἔθνει τὸ τοιοῦτον οὐκ ἐκδικήσει ἡ ψυχή μου;» «Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» «Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἢ οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ· καὶ οὐκ ἐστὲ 96.253 αὐτῶν; Ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε οὖν τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» «Μὴ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.» «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.» «Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» Ἐμοὶ δακρύειν ἐπέρχεται ἐπὶ σὲ, ἄνθρωπε, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ, καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ δυσαποσπάστως ἔχεις τῆς ἁμαρτίας. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ μήτηρ τῆς ἁμαρτίας· ἡδονὴ τροφὸς τοῦ αἰωνίου σκώληκος, ὃ πρὸς καιρὸν καταλειαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς τὰς ἀναδόσεις ποιεῖται. Ἐπιθυμίαι πονηραὶ ἐξοιστρῶσαι τὴν ψυχὴν, εἰς ὁρμὰς ἀκρατεῖς καὶ ἀκολάστους ἐμβάλλουσιν. Ἐὰν οὖν προσέχῃς σεαυτῷ, καὶ μνησθῇς, ὅτι παρὸν ἡδὺ εἰς πικρὸν καταντήσει πέρας, καὶ ὁ νῦν ἐκ τῆς ἡδονῆς ἐγγινόμενος ἐν τῷ σώματι ἡμῶν γαργαλισμὸς, οὗτος γεννήσει τὸν ἰοβόλον σκώληκα ἀθάνατα κολάζοντα ἡμᾶς ἐν τῇ γεέννῃ, καὶ ἡ πύρωσις τῆς σαρκὸς μήτηρ γενήσεται τοῦ αἰωνίου πυρὸς, εὐθὺς οἰχήσονται φυγαδευθεῖσαι αἱ ἡδοναὶ, καὶ θαυμαστή τις ἔνδον γαλήνη περὶ τὴν ψυχὴν, καὶ ἡσυχία γενήσεται, οἷον θεραπαινίδων ἀκολάστων θορύβου κατασιγασθέντος, δεσποίνης τινὸς σώφρονος παρουσίᾳ. Μοιχεία τίς ἐστι τῆς φύσεως, ἡ τῆς ἐχίδνης καὶ θαλαττίας σμυραίνης ἐπιπλοκή. ∆ιδαχθήτωσαν οὖν οἱ τοῖς ἀλλοτρίοις ἐπιβουλεύοντες γάμοις, ποταπῷ εἰσιν ἑρπετῷ παραπλήσιοι, καὶ καταστελλέσθω τὰ πάθη τῶν ἀκολάστων, καὶ ἐγγείοις καὶ θαλασσίοις διδάγμασι παιδευόμενοι. Οἶδά τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνηθείας τοῦ κακοῦ ταῖς ἁμαρτίαις παραμένοντας, καὶ ὥσπερ οἱ ἐν βορβόρῳ καλινδούμενοι, ἀεὶ προσπλάττουσιν ἑαυτοῖς τὸν πηλὸν, οὕτως καὶ οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ' ἑκάστην ἡμέραν προσαναμάσσονται. Τὸ τῆς πορνείας πνεῦμα οὐκ ἀνέχεται ἐν τῷ ἑνὶ στῆναι τὴν ἀτιμίαν, ἀλλ' εὐθὺς ἡλικιῶται συμπαρελήφθησαν, κῶμοι, καὶ μέθαι, καὶ αἰσχρὰ διηγήματα, ἑταίρα συμπίνουσα, τούτῳ προσμειδιῶσα, κἀκεῖνον διερεθίζουσα, καὶ πάντας πρὸς τὴν αὐτῆς ἁμαρτίαν συμφλέγουσα. Ἡδονή ἐστι τὸ μέγα τοῦ κακοῦ δέλεαρ, δι' ἣν εὐέμπτωτοι μάλιστα πρὸς ἁμαρτίαν ἐσμέν· ὑφ' ἧς πᾶσα ψυχὴ ὡς ὑπὸ ἀγκίστρου πρὸς θάνατον ἕλκεται, 96.256 ὡς ὅ γε μὴ ἐκθαμνόμενος ὑπ' αὐτῆς, διὰ τῆς ἐγκρατείας πᾶσαν φύσιν ἁμαρτημάτων κατώρθωσε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται. ∆εινὸν εἰς κακῶν ἐπίνοιαν ἡ ἀσέλγεια. Πάσης ὄντως κακίας οἷόν τι δέλεαρ ἡ ἡδονὴ προβληθεῖσα, εὐκόλως τὰς λιχνοτέρας ψυχὰς ἐπὶ τὸ ἄγκιστρον τῆς ἀπωλείας ἐφέλκεται. Ἀδελφὸς ἐπολεμήθη εἰς πορνείαν· συνέβη δὲ αὐτὸν εἰς κόμην τινὰ τῆς Αἰγύπτου διέρχεσθαι, καὶ ἰδὼν θυγατέρα τινὸς ἱερέως τῶν εἰδώλων, ἠγάπησεν αὐτὴν, καὶ λέγει τῷ πατρὶ αὐτῆς· ∆ός μοι αὐτὴν εἰς γυναῖκα. Καὶ ἀποκριθεὶς εἶπεν, Οὐ δύναμαι δοῦναί σοι αὐτὴν, ἐὰν μὴ μάθω παρὰ τοῦ θεοῦ μου. Καὶ πορευθεὶς πρὸς τὸν δαίμονα, εἶπεν