251
ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε. ιθʹ. "Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβε σθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐ τούς." Εἶτα διδάσκει τῆς σωτηρίας τὸν τρόπον. κʹ. "Ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐ τοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν." Ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπήσας, καὶ ἀποσταλεὶς, ὡς ἄνθρωπος (ὡς γὰρ Θεὸς, ἀπερίγραφος, καὶ παν ταχοῦ πάρεστι, καὶ περιέχει τὰ σύμπαντα), τὰ παν τοδαπὰ τῶν ψυχῶν ἰάσατο τραύματα, καὶ τοὺς δια φθαρέντας ἀνέῤῥωσε λογισμούς. Οὕτω τὴν ἁμαρ τωλὸν ἐκείνην ἰάσατο γυναῖκα, καὶ θαῤῥεῖν παρεγ γύησεν· οὕτω τὸν παρειμένον ἐστήριξεν εἰρηκὼς, 80.1744 "Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου." Οὕτως ἀνέῳξε τῷ λῃστῇ τὸν παράδεισον, οὕτω τοὺς τελώνας διδα σκάλους τῆς οἰκουμένης ἀπέφηνεν, οὕτω τοὺς παν αγίῳ προσιόντας βαπτίσματι νεουργεῖ καὶ καθαί ρει, καὶ τῶν τῆς ἁμαρτίας ἀπαλλάττει τραυμάτων. καʹ, κβʹ. "Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει." Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον, τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν. Χρὴ δὲ μὴ μόνους εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας διεγείρειν εἰς ὑμνῳδίαν. Ἐπισημήνασθαι μέν τοι δεῖ, ὡς αἰνέσεως θυσίαν καὶ ἐνταῦθα προσενεγκεῖν τῷ Θεῷ παρεγγύησε, καὶ οὐ τῶν ἀλόγων τὰ θύματα. Τοιγαροῦν ἐκβάλλει καὶ ἐνταῦθα τὴν κατὰ νόμον λα τρείαν. Τὴν δὲ τῆς αἰνέσεως θυσίαν ὁ Ἀκύλας θυσίαν εὐχαριστίας προσηγόρευσεν. κγʹ, κδʹ. "Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Αὐ τοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμασία αὐτοῦ ἐν τῷ βυθῷ." Παραβολικῶς ταῦτα τέθεικεν ὁ προ φήτης. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πελάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλε ποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλ πίδα τῆς σωτηρίας ἀπολαύοντες· οὕτω καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύ ναμιν. Καὶ μὲν δὴ καὶ πάντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προ τέρας ἀπάτης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γα λήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. κεʹ, κʹ. "Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων." Καὶ διὰ τούτων ἐδίδαξεν, ὡς αὐτοῦ νεύοντος, καὶ τὰ λυπηρὰ γίγνεται, καὶ τὰ θυμήρη προσγίνεται. "Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. [κζʹ] Ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὡς ὁ μεθύων· καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη." Ἐπέμεινε τῇ τροπῇ· καὶ δοκεῖ μὲν περὶ τῶν ναυτιλλομένων λέγειν· αἰ νίττεται δὲ διὰ τούτων τὰς παντοδαπὰς τῆς φύσεως συμφοράς· ἃς οὐδεὶς ἀνθρωπίνῃ σοφίᾳ χρώμενος ἱκανὸς διαλῦσαι. Οὐδὲ γὰρ οἱ κυβερνῆται, τῇδε κἀ κεῖσε μεθυόντων δίκην περιφερόμενοι, ὅτ' ἂν ὑπ άρχῃ τὸ κλυδώνιον, πᾶσαν εἰσφέροντες τὴν τέχνην, περιγενέσθαι δύνανται τῶν δεινῶν. κηʹ-λʹ. "Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλί 80.1745 βεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Καὶ εὐφράν θησαν, ὅτι ἡσύχασαν." Κἀκείνοις δὲ τοῖς πλέουσιν ἐπικαλουμένοις τὴν οἰκείαν ῥοπὴν ὀρέγει, καὶ νεύει· καὶ παραχρῆμα εἰς αὖραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάτ τεται, καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες διὰ τῆς αὐτοῦ χάριτος μεταβολὴν εὑρίσκουσι τῶν κακῶν. Οὕτως Ἰουδαῖοι τῆς πικρᾶς δουλείας ἐκείνης ἠλευθερώθησαν. "Καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θε λήματος αὑτοῦ." Ἅμα γὰρ ἠθέλησε, καὶ λύσις ἐγένετο τῶν κακῶν, καὶ ἀντὶ τοῦ κλύδωνος ὁ λιμὴν ἀνεφάνη· καὶ τοῦτο δὲ μᾶλλον ἡμῖν, ἢ ἐκείνοις ἁρ μόδιον. Ἡμᾶς γὰρ εἰς τὸν τοῦ θελήματος αὑτοῦ λιμένα καθώρμισεν, τὴν θείαν αὑτοῦ δωρησάμενος γνῶσιν.