251
κυριότητος. εἰ οὖν ἐπὶ τῆς θεολογίας οὕτως, πολλῷ οὖν μᾶλλον ἐπὶ τῆς οἰκονομίας οὐκ ἔχει λόγον τὴν εἰκόνα Χριστοῦ "4θειότης"5 ἐπιγράφειν ἢ "4κυριότης"5· θεὸς μὲν γὰρ λέγοιτο καὶ Κύριος ἤ τι τῶν ὁμοδυνάμων τούτοις (ἀλλὰ καὶ τοῦτο ὁμωνύμως), οὐ μὴν θεότης ἢ κυριότης. ὡς, φέρε εἰπεῖν, καὶ ἐπὶ τοῦ γεγραμμένου ἀνθρώπου, ἄνθρωπος μὲν λέγοιτο, οὐ μὴν ἀνθρωπότης, καὶ βασιλεὺς τῶν ἐπὶ γῆς, οὐ μὴν βασιλεία. ἐσφαλμένως οὖν ἔχει, ὡς ἐμοὶ δοκεῖ, ἡ ὑπογραφή· συμπεριγράφει γὰρ καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα, ὅπερ ἄτοπον. Τοσαῦτα μὲν ὡς κατ' ἐπιτομήν. αὐτὸς δὲ προσεύχου περὶ τῆς ταπεινώσεώς μου θερμότερον, ἀλλὰ καὶ ὑπὲρ τοῦ ἀδελφοῦ, ὃς καὶ προσαγορεύει γνησιώτερον. τὸ ἱμάτιον ἐδεξάμην· καὶ ἕως πότε οὐ παύσῃ ἐνδιδύσκων ἡμᾶς, ἀγαπητέ; ἀντιθάλψειέν σε Κύριος ἐν πνεύματι. τὰ ἐλλείποντα ὁ γραμματηφόρος ἀπαγγελεῖ. ἔρρωσο ἐν πᾶσιν. 412 {1Εἰρήνῃ πατρικίᾳ}1 Πρότερον, ἡνίκα ἡ ὑπόπτωσις, λυπηρόν μοι τὸ γράμμα πρὸς τὴν τιμιότητά σου, νῦν δὲ καὶ λίαν περιχαρὲς διὰ τὴν ἐξανάστασιν καὶ τὰς ἐπὶ τῶν τιμίων σου σαρκῶν ὑπὲρ ὁμολογίας Χριστοῦ μάστιγας. καὶ εὖγε, εὖγε, ἀνδρειοτάτη ἐν γυναιξίν, ὅτι τῆς ἥττης περιφανεστέραν τὴν ἀναπάλαισιν ἀπειργάσω, εὐφράνασα θεόν τε καὶ ἀγγέλους καὶ τῶν ἀνθρώπων τοὺς εὐσεβεστάτους. καὶ σὺ ὄντως ἀληθῶς εὐγενής, τῶν ἀφ' ἡλίου ἀνατολῶν ὁρμωμένη· σὺ φιλόθεος καὶ φιλάρετος, σὺ παθοκτόνος καὶ ἐχθρόκοσμος. ὡς αἰνετόν σου τὸ ὄνομα καὶ διαλαλητή σου ἡ μαρτυρία. τί ταῦτα; ἔλαβες τὴν εὐαγγελικὴν μάχαιραν ὡς στρατιῶτις Χριστοῦ, διέκοψας ἐν ἐκστάσει τὰς σχέσεις τοῦ σώματος, ἀπετμήθης κεφαλῆς ὑποκυπτούσης, θυγατρὸς μονοκλαδούσης, "4ἔρρωσθε"5 φράσασα πόλει βασιλευούσῃ, γένει περιβλέπτῳ, φίλοις ὑπερέχουσιν, οἰκίᾳ ὑπερλάμπρῳ, ἀξίᾳ ὑπερφυεστάτῃ, τῶν κατὰ χθόνα οἰκετῶν πλήθει, ὑπάρξει παντοδαπῇ, τοῖς ἄλλοις, οἷς οὐκ εὐμαρῶς μοι λέγειν, καὶ ἀραμένη τὸν σταυροφόρον βίον ἀπεωρίσθης που μακράν, ὡς μεμάθηκα, ἐν νήσῳ. εὐλογημένη σὺ καὶ εὐλογημένος ὁ καρπὸς τῆς μαρτυρίας σου. καὶ πόθεν σοι τοῦτο ὅλον τὸ ἀγαθόν, τὸ μέγα κλέος, ἡ μεγίστη εὐφημία ἀλλ' ἢ ἐκ τῶν προϋπηργμένων σοι κατορθωμάτων, ἐκ τῆς πολλῆς σου ἐντεύξεως καὶ προσευχῆς, ἐκ τῆς ὑπερβαλλούσης σου φιλευποιίας καὶ φιλομονάχου καρδίας; οὐκ ὤλλυντο οἱ καρποί, κἂν ἐπὶ μικρὸν διεσείσθησαν, οὐ κατέαξέν σου τὸν ἀρετῆς πύργον ὁ ἀντικείμενος ὄφις, εἰ καὶ δέδακεν· ἀποκέκρουσται φθόνος τῶν ἐπιτωθασάντων, πέπτωκεν ὀνειδιζόντων ὕθλος. νενίκηκε Χριστὸς ἐν σοὶ καὶ διὰ σοῦ, ὦ καλλίγυναι, ὦ φιλομάρτυς καί, τὸ τρίτον, ὦ μῆτερ ἐμή· καλῶ γὰρ τοῦτο ἐν πνεύματι ὡς σύναθλον καὶ τῶν ἀπὸ σαρκὸς γνωριζομένων σπλάγχνων ἐγγύτερον· οὕτω γὰρ οἶδεν τὸ πνεῦμα συνάπτειν τοὺς ἀπ' αὐτοῦ κυοφορουμένους. Οἶδά σου τοὺς πόνους, οἶδα τὰς ἰνοκοπίας τῆς ψυχῆς, πάντα, ὅσα ῥαγεῖσα κόσμου ὑποίσω. ἀλλὰ θάρσει· πολύς σου ὁ μισθὸς ἐν οὐρανοῖς· νύμφη Χριστοῦ χρηματίζεις, κἂν ἀπὸ ἀνδρός, συμπολῖτις τῶν δικαίων καὶ ἁγίων, εἴπερ ἐμμενοῦμεν ταῖς θείαις ὁμολογίαις ἕως τέλους. νῦν δὲ παραινῶ καὶ λιπαρῶ ὑπομονητικῶς σε ἐνεγκεῖν τὴν ἐξορίαν καὶ ἐρημίαν πάντων, ἀναθεωροῦσαν τὰ οὐράνια, εἰδυῖαν τὸ ἐπὶ γῆς παίγνιον καὶ ὠκύμορον. μετὰ σοῦ ὁ φύλαξ σου τῆς ζωῆς ἄγγελος, Χριστὸς αὐτός, ὁ εἰπών· ἐγὼ καὶ ὁ πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. ἓν δὲ ὑπομνήσκω· σεαυτὴν περιποιοῦ, δίαιταν παρακλητικωτέραν ἀσπαζομένη· οὐ γὰρ καιρὸς ἐγκρατείας ἄρτι τοσοῦτον, ὅσον τὸ πρότερον. καὶ τέλος προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὡς ἂν τοῖς λόγοις τὸν βίον συναρμόσοιμι. 413 {1Εὐφημίᾳ ἐγκλειστῇ}1 Εἰ καὶ ἐλλείπομεν συχνότερον τῇ τιμιότητί σου ἐπιστέλλειν, ἀλλ' οὖν τοῦ μεμνῆσθαι αὐτῆς ἐν Κυρίῳ οὐκ ἐπιλελήσμεθα διὰ τὸ κοινωνικὸν τῆς προθέσεως καὶ τὸ ἐπιδοτικὸν τῆς προαιρέσεως, ὃ ἱκανῶς ἔχει. ὡς μανθάνω, ἀπὸ πρώτης ἡλικίας ᾑρετίσω τὸν σταυροφόρον βίον καὶ ἔτι τὴν φρουρητικὴν διαβίωσιν. καὶ ἡλίκον σου τὸ ἐγκώμιον, νύμφη Χριστοῦ. ἀλλ' ὑπομνήσκω περιέπων σε