252
ἐξεφόρουν ἀφειδῶς, πρὸς οὐδὲν χρήσιμον τῷ κοινῷ, ἀλλὰ σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις χαριζόμενοι οἱ τὸν πόλεμον ἀνῃρημένοι καὶ τὰ πράγματα ἐπιτετραμμένοι διοικεῖν. μετὰ δὲ τοῦτο καὶ τοὺς φίλους καὶ συνήθεις διερευνώμενοι τοὺς μεγάλου δομεστίκου, πολύ τι πλῆθος εὕρισκον χρημάτων, τὰ μὲν αὐτῶν τῶν ἐχόντων προδιδόντων ἐλπίδι τοῦ καὶ αὐτούς τι τῶν χρημάτων παρακερδαίνειν, ἅτε πρὸς οὐδὲν εἰδότας παρεχόμενα ὅσα ἦσαν τὴν ἀρχήν· τὰ δ' αἰκίαις καὶ στρεβλώσεσι καὶ παντοίοις βασανιστηρίων εἴδεσι καταναγκαζομένων φανεροῦν. πολλοὶ δὲ καὶ μηδὲν τῶν ἐκείνου ἔχοντες, τὰ ἀνήκεστα ὑπέμενον ἐκ τῆς πρὸς ἐκεῖνον μόνον συνηθείας ὑποπτευόμενοι. ἐν Βυζαντίῳ μὲν οὖν τοιαῦτα ἐτελεῖτο καὶ κακῶν ἰλιὰς περιειστήκει τοὺς μεγάλου δομεστίκου φίλους. κζʹ. Ἐν ∆ιδυμοτείχῳ δὲ ἐπεὶ τὰ βασιλικὰ ἐνδύματα παρεσκευασμένα ἦν, ἥ τε προθεσμία τῆς τοῦ νέου βασιλέως ἥκει ἀναῤῥήσεως, πάντες μὲν παρῆσαν ἐκείνου τῇ οἰκίᾳ, ὅσοι 2.166 διέτριβον ἐν ∆ιδυμοτείχῳ τότε, οὐ τῶν εὖ γεγονότων μόνον καὶ καθ' αἷμα προσηκόντων βασιλεῖ, ἀλλὰ καὶ τῶν ἄλλων συγκλητικῶν καὶ τῆς στρατιᾶς. ὁ νέος δὲ βασιλεὺς πρότερον ἐσθῆτα βασιλικὴν ἐνδὺς, ἔπειτα ὑπ' ὄψεσι ταῖς ἁπάντων ταῖς ἐρυθραῖς κρηπῖσι τοὺς πόδας κατεκόσμει, τὸν ἕτερον μὲν ὑπὸ τῶν ἄγχιστα καθ' αἷμα προσηκόντων ὑποδυόμενος, τὸν δὲ λοιπὸν ὑπὸ τῶν τὰ πρῶτα φερομένων ἐπ' εὐγενείᾳ καὶ λαμπρότητι μισθοφόρων Λατίνων. τὸν δὲ βασιλικὸν πῖλον πρὸ τῆς ἀχράντου καὶ θεομήτορος τῆς εἰκόνος κείμενον ἐπ' ἐδάφους, αὐτοχειρίᾳ λαβὼν αὐτὸς ἐπέθηκε τῇ κεφαλῇ. αὐτίκα δὲ οἱ τὰ τοιαῦτα ᾄδειν εἰθισμένοι τῆς τῶν βασιλέων ἦρχον εὐφημίας. καὶ πρῶτα μὲν ἡ βασιλὶς Ἄννα εὐφημεῖτο καὶ μετ' ἐκείνην ὁ υἱὸς Ἰωάννης ὁ βασιλεὺς, τρίτος δὲ ὁ Καντακουζηνὸς Ἰωάννης ὁ βασιλεὺς ἅμα Εἰρήνῃ τῇ βασιλίδι. τὸν αὐτὸν δὲ τρόπον καὶ πρὸς τὰς ἱεροτελεστίας τὴν τῶν βασιλέων μνήμην ἐποιοῦντο, ὁμοίως καὶ πατριάρχου Ἰωάννου. μετὰ δὲ τὴν εὐφημίαν ἔφιππος γενόμενος ὁ βασιλεὺς, καὶ τῶν ἄλλων πάντων ἑπομένων ἐφ' ἵπποις ὅσοι ἦσαν, πρὸς τὸν ναόν τε τοῦ μεγαλομάρτυρος ἐγένετο Γεωργίου τοῦ Παλαιοκαστρίτου προσαγορευομένου, καὶ τὴν προσκύνησιν ἀπεδίδου καί τισι τοῖς ἐκ τῆς Λατινικῆς στρατιᾶς τὴν καβαλαρίων παρεῖχε τιμὴν, πάντα ἐπ' αὐτοῖς τὰ εἰθισμένα πράττων. ἐκεῖθεν δὲ εἰς τὰ βασίλεια ἐπανελθὼν, ἅμα βασιλίδι τῇ γαμετῇ λαμπρῶς εἱστιᾶτο, πάντων παρισταμένων κατὰ τὰ νενομισμένα βασιλεῦσιν. ὑπηρετοῦντο 2.167 δὲ αὐτοῖς πρὸς τὴν ἑστίασιν οἵ τε τῆς βασιλίδος ἀδελφοὶ Ἰωάννης καὶ Μανουὴλ καὶ ὁ τοῦ βασιλέως ἀνεψιὸς ὁ Ἄγγελος Ἰωάννης. τὴν μὲν οὖν ἡμέραν ἐκείνην οἵ τε νέοι βασιλεῖς λαμπρῶς ἐπανηγύριζον χρυσοφοροῦντες, καὶ οἱ συνόντες αὐτοῖς καὶ τῆς συγκλήτου καὶ τῆς στρατιᾶς οὐδὲν ἐνέλιπον, ἐξ ὧν ἐνῆν φαιδρύνειν τὴν ἡμέραν τῆς ἑορτῆς. εἰς τὴν ὑστεραίαν δὲ τὰ χρυσόπαστα ἀποδυσάμενοι, λευκὰς περιεβάλλοντο ἐσθῆτας, ὅπερ ἐστὶ τεκμήριον πενθούντων βασιλέων. ἐδήλου δὲ καὶ τὴν αἰτίαν τῆς μεταβολῆς ὁ βασιλεὺς πρὸς τοὺς παρόντας, ὡς τῇ μὲν προτεραίᾳ τῆς ἑορτῆς ἕνεκα τὰ λαμπρὰ ἐκεῖνα περιβάλλοιτο, νυνὶ δὲ ἐκείνης παρελθούσης, ἀναγκαῖον πάλιν τὴν ἀδελφοῦ καὶ βασιλέως τελευτὴν πενθεῖν. ἄξιον δὲ καί τινων ἐπιμνησθῆναι, ὧν πρὸς τὰς τῶν βασιλέων ἀναῤῥήσεις εἰώθασιν οἱ πολλοὶ ἐπισημαίνεσθαι, ἀψευδῆ τινα οἰόμενοι τεκμήρια τῆς εἰσέπειτα τῶν ἀναγορευομένων βασιλέων ἢ εὐτυχίας ἢ κακοπραγίας, εἴγε χρὴ τοιαῦτα ἐκ τῆς ἄνωθεν προνοίας οἴεσθαι οἰκονομεῖσθαι, ἀλλὰ μὴ αὐτόματα συμβαίνειν ὡς ἂν τύχῃ, τῆς περὶ τὰ ἀνθρώπινα πράγματα τοῦ θεοῦ προνοίας ἐν ἀποῤῥήτῳ κειμένης καὶ μόνοις οὔσης φανερᾶς τοῖς τὴν διάνοιαν κεκαθαρμένοις καὶ τῶν τοιούτων δωρεῶν ἀξίοις κεκριμένοις παρὰ τοῦ θεοῦ. ἐν γὰρ τῇ τῆς ἀναῤῥήσεως ἡμέρᾳ, ἡνίκα ἔδει βασιλέα τὸν νέον τὴν βασιλικὴν ἐσθῆτα μεταμπισχέσθαι, συνέβαινε τὴν μὲν ἐνδοτέραν μᾶλλον εἶναι τοῦ δέοντος στενὴν, ὡς μηδὲ τὸ σῶμα, καίτοι πολλὰ 2.168 κατατεινομένην, δύνασθαι περικαλύπτειν, τὴν ἐξωτέραν δὲ τοὐναντίον ἅπαν, πολλῷ τοῦ δέοντος εὐρυτέραν, καίτοι γε ἀμφοτέρας τοῦ πολλὰς