252
μέντοι μὴ ἀπογραψαμένων τὰς οὐσίας ἐν ταῖς ἀπογραφαῖς καὶ ἑαυτοὺς τὰς μὲν οὐσίας οἱ τιμηταί, αὐτοὺς δ' ἐκείνους οἱ υπατοι ἐπίπρασκον. χρόνῳ μὲν ουν τινι ταῦθ' ουτως ἐπράχθη, υστερον δὲ τὸν απαξ τῇ βουλῇ καταλεχθέντα διὰ βίου βουλεύειν εδοξε, μηδ' ἀπαλείφεσθαι, εἰ μή τις ἀδικήσας καὶ κριθεὶς ἠτίμωτο η κακῶς ζῶν ἠλέγχθη· τοὺς γὰρ τοιούτους ἀπήλειφον καὶ ἀντ' αὐτῶν ἑτέρους ἐνέγραφον. Τῶν δὲ προσκαίρως ἀρχόντων πρεσβεῖα μὲν ἐδίδοτο τοῖς δικτάτωρσι, δευτερεῖα δέ γε τοῖς τιμηταῖς, ἡ δὲ τρίτη τάξις τοῖς ἱππάρχοις νενέμητο· καὶ ουτω 2.145 ταῦτα ἐτέτακτο, καν ἐν ταῖς ἀρχαῖς ησαν καν ἀπηλλάγησαν. εἰ γάρ τις ἐκ μείζονος ἀρχῆς εἰς ὑποδεεστέραν κατέστη, τὸ τῆς προτέρας ἀξίωμα ειχεν ἀκέραιον. εις δέ τις, ον πρίγκιπα μὲν τῆς γερουσίας ὠνόμαζον, λέγοιτο δ' αν καθ' Ελληνας πρόκριτος, συμπάντων προεῖχε τὸν χρόνον ον προεκρίνετο, οὐ γὰρ διὰ βίου τις εἰς τοῦτο προεχειρίζετο, καὶ προέφερε τῶν αλλων τῷ ἀξιώματι, οὐ μὴν καὶ δυνάμει ἐχρῆτό τινι. Χρόνον μὲν ουν τινα εἰρήνην πρὸς ἀλλήλους καὶ πρὸς τοὺς περιοίκους ηγαγον· ειτα λιμοῦ ἐπικρατήσαντος, ωστε τινὰς καὶ εἰς τὸν ποταμὸν ἑαυτοὺς ἐμβαλεῖν μὴ φέροντας τὸν λιμόν, ἐστασίασαν. οἱ μὲν γὰρ τοὺς εὐπόρους ὡς περὶ τὸν σῖτον κακουργοῦντας ἐν αἰτίᾳ πεποίηντο, οἱ δὲ τοὺς πένητας ὡς τὴν γῆν μὴ βουλομένους ἐργάζεσθαι. ἰδὼν δὲ τοῦτο Σπούριος Μάλιος, ἀνὴρ ἱππεὺς πλούσιος, τυραννίδι ἐπικεχείρηκε, καὶ σῖτον ἐκ τῆς περιχώρου πριάμενος πολλοῖς μὲν ἐπευωνίζων, πολλοῖς δὲ καὶ προῖκα ἐδίδου, κἀκ τούτου συχνοὺς προσοικειωσάμενος, οπλα τε ἐπορίσατο καὶ φρουρούς· καὶ ἐκράτησεν αν τῆς πόλεως, εἰ μὴ Μινούκιος Αὐγουρῖνος, ἀνὴρ εὐπατρίδης, ἐπὶ τῇ σιτοδοσίᾳ τεταγμένος καὶ αἰτιώμενος ἐπὶ τῇ σιτοδείᾳ, εἰσήγγειλε τῇ βουλῇ τὸ πραττόμενον. ἡ δὲ γερουσία μαθοῦσα τὸ μήνυμα δικτάτωρα παραυτίκα ἐν τῷ συνεδρίῳ ἀνεῖπε τὸν Κυΐντιον τὸν Λούκιον τὸν Κικινάτον, καὶ ταῦτα παρήλικα οντα· ὀγδοηκοντούτης γὰρ ην. κἀκεῖ τὴν ἡμέραν πᾶσαν ἀνάλωσαν συγκαθήμενοι, ως τι δὴ βουλευόμενοι, ινα μὴ τὸ γεγονὸς ἐκφοιτήσῃ. νυκτὸς δ' ὁ δικτάτωρ τὸ 2.146 Καπιτώλιον καὶ τὰ λοιπὰ τὰ ἐπικαιρότατα διὰ τῶν ἱππέων προκαταλαβών, εωθεν ἐπὶ τὸν Μάλιον επεμψε Γάιον Σερουίλιον τὸν ιππαρχον, ὡς δι' αλλο τι ἐκεῖνον μετακαλούμενος. ὁ δέ, ὑποτοπήσαντός τι τοῦ Μαλίου καὶ διαμέλλοντος, δείσας μὴ ὑπὸ τοῦ πλήθους ἐξαρπασθῇ, ηδη γὰρ συνέτρεχον, εκτεινε τὸν ανδρα, η αὐτογνωμονήσας η τοῦτο κεκελευσμένος πρὸς τοῦ δικτάτωρος. θορυβηθέντος δ' ἐπὶ τούτῳ τοῦ πλήθους ὁ Κυΐντιος δημηγορήσας καὶ σῖτον σφίσι παρασχὼν καὶ μή τινα ετερον η κολάσας η ἐπαιτιασάμενος τὸν θόρυβον επαυσε. Πολέμων δὲ τοῖς ̔Ρωμαίοις ἐκ διαφόρων ἐθνῶν ἐπενηνεγμένων, τοὺς μὲν ἐν ὀλίγαις ἡμέραις ἐνίκησαν, τοῖς δὲ Τυρσηνοῖς ἐπὶ μακρὸν ἐπολέμησαν. Ποστουμίου δὲ νενικηκότος τοὺς Αἰκουοὺς καὶ μεγάλην πόλιν ἑλόντος αὐτῶν, οτι μήτ' ἐκείνην οἱ στρατιῶται εἰς προνομὴν ἐξεχωρήθησαν μήτε τι τῆς λείας αἰτήσαντες ελαβον, τόν τε ταμίαν τὸν διατιθέμενον αὐτὴν περιστάντες ἐφόνευσαν καὶ τὸν Ποστούμιον ἐπιτιμῶντα αὐτοῖς ἐπὶ τούτῳ καὶ ζητοῦντα τοὺς αὐτόχειρας προσαπέκτειναν, καὶ τὴν χώραν οὐ τὴν αἰχμάλωτον μόνον, ἀλλὰ καὶ πᾶσαν προσένειμαν ἑαυτοῖς τὴν ἐν τῷ δημοσίῳ τότε τυγχάνουσαν. καν ἐπὶ πλεῖστον ἡ στάσις διήρκεσεν, εἰ μὴ πόλεμος αυθις ̔Ρωμαίοις παρὰ τῶν Αἰκουῶν ἐπενήνεκτο. φοβηθέντες γὰρ διὰ τοῦτο ἡσύχασαν, καὶ τὴν τιμωρίαν τῶν φόνων εἰς ὀλίγους ἐλθοῦσαν ὑπέμειναν, καὶ ἐπὶ τοὺς ἐναντίους στρατεύσαντες μάχῃ αὐτοὺς νενικήκασι. διὸ τήν τε λείαν αὐτοῖς οἱ δυνατοὶ διέδοσαν καὶ μισθὸν τοῖς πεζοῖς, ειτα καὶ τοῖς ἱππεῦσιν ἐψηφίσαντο· ἀμισθὶ γὰρ μέχρι τότε καὶ οἰκόσιτοι ἐστρατεύοντο· τότε δὲ πρῶτον μισθοφορεῖν ηρξαντο. 2.147 Πολέμου δὲ αὐτοῖς πρὸς Οὐιέντας συστάντος, εως μὲν κατὰ σφᾶς ἐπολέμουν ἐκεῖνοι, πολλάκις αὐτοὺς οἱ ̔Ρωμαῖοι ἐνίκησαν, καὶ ἐς πολιορκίαν κατέστησαν· προσγενομένων δὲ αὐτοῖς συμμάχων ἐπεξῆλθον τοῖς ̔Ρωμαίοις καὶ ἐπεκράτησαν. ἐν τούτοις δὲ ἡ πρὸς τῷ ορει τῷ ̓Αλβανῷ