252
Καυλῷ. τῷ ακρῳ τοῦ δόρατος. Καχρυδίασ. ὁ ἐκ κριθῆς αρτος, ον παξαμᾶν λέγομεν. Καχύποπτοι. κακὰ ὑποπτεύοντες. Καιρόσ. χρόνος ἐπιτήδειος εἰς ἐργασίαν. Καινόσ. ὁ νέος. οιμαι, οτι κραινός τις ων. κατ' ελλειψιν τοῦ ρ. οἱονεὶ ὁ ηδη ἐπιτελεσθείς. Κακόσ. ὁ δειλός. παρὰ τὸ χάζω, χακὸς καὶ κακὸς, ὁ ὑποχωρῶν καὶ φεύγων. Κάβειροι. δαίμονες η ὀνόματα θεῶν. ̓Αξιόκερσα ἡ Περσεφόνη· ̓Αξίερος ἡ ∆ημήτηρ· ̓Αξιοκέρσης δὲ ὁ Αιδης. προσηγορεύθησαν δὲ ἀπὸ Καβείρων, ὀρέων Φρυγίας, ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. †Κάϊκοσ. ονομα ποταμοῦ.† Κάδοσ. παρὰ τὸ χαδῶ, τὸ χωρῶ, περισπωμένως. ὁ μέλλων χαδήσω. ἀφ' ου τὸ κεχάδηκα κατὰ ἀναδιπλασιασμὸν, ῥῆμα ονομα χάδος, καὶ κάδος, τὸ χωρητικὸν ἀγγεῖον. Κάκιθοσ. ὁ κακιζόμενος. παρὰ τὸ κακίζω κάκιστος καὶ κάκιθος. kappa.1146 Κακόσχολοσ. ὁ χρόνον διατιθέμενος ἐπὶ τὸ χεῖρον. Κάλαθοσ. εἰς ον τὰ κάλλη ἀποτίθενται. κυρίως δὲ κάλλη τὰ βεβαμμένα ερια. καταχρηστικῶς δὲ καὶ ὁ ἐπιδεκτικὸς τῶν πυρῶν καὶ σταφυλῶν. η γάλαθος, εἰς ον τὸ γάλα ἀπετίθεσαν τυρεύοντες. Κάλλιμοσ. ἡ διὰ τοῦ ι παραγωγὴ ἐκ τριῶν γίνεται. οιον· σπόρος, σπόριμος· ἀγωγὴ, ἀγώγιμος· κῦδος, κύδιμος. ουτως κάλλος, κάλλιμος. γίνεται καὶ ἀπὸ ῥήματος· προσδοκῶ, προσδόκιμος. Καλόπουσ. κυρίως ὁ ξύλινος ποῦς. κᾶλον γὰρ τὸ ξύλον. Καλόσ. εστι ῥῆμα κάζω, τὸ κοσμῶ. ὁ μέλλων κάσω. ῥῆμα ονομα καλός. η παρὰ τὸ καλῶ ῥῆμα γίνεται καλός· διὰ τὸ καλεῖν πρὸς ἑαυτὸν εκαστον, ὡς ἀγαθὸν, ἐφ' ῳ αγαν θέομεν. Κάμαξ. ἀρσενικῶς μὲν σημαίνει τὸ ορυγμα, η τοὺς πασσάλους τοὺς ἐν τῷ τάφρῳ πεπηγμένους πρὸς τὴν τῶν πολεμίων ἐρωήν. θηλυκῶς δὲ τὰς ῥάβδους, η δόνακας πεπηγμένους ταῖς ἀμπέλοις. ̔Ησίοδος· kappa.1147 σειόμενος σταφυλῇσι καὶ ἀργυρέῃσι κάμαξι. παρὰ τὸ κάμνειν ἐν τῷ βαστάζειν τὴν αμπελον. οἱονεὶ κάμναξ τὶς ουσα, κατὰ ἀποβολὴν τοῦ ν κάμαξ. Καμπανοί. οτι Καμπτὸν εκτισαν πρὸς τὴν Κύμην τόπον ουτω λεγόμενον. οθεν καὶ Καμπανοὶ ἐκλήθησαν. ουτως Ωρος ὁ Μιλήσιος. Κανθόσ. ὁ ἐπὶ τοῦ ὀφθαλμοῦ. οἱονεὶ κνηθός τις ων, ἀπὸ τοῦ κνήθεσθαι, συνεχῶς δακνομένους. Κάπηλοσ. ὁ μεταβολεὺς καὶ οἰνοπώλης. παρὰ τὸ χέειν τὸν πηλὸν, ηγουν τὸν οινον. η παρὰ τὸ κακύνειν τὸν πηλόν. Κάπετοσ. ἡ τάφρος. παρὰ τὸ σκάπτω, σκάπετος, καὶ κάπετος. παρὰ τὸ ἐσκάφθαι. Κάραβοσ. παρὰ τὸ τὴν κάραν βαίνειν, τῆς κεφαλῆς προεχούσης. η καὶ τὴν ναῦν ὡσαύτως, κάρα γὰρ ἡ τρόπις. Καρκῖνοσ. ὁ πάγουρος, καρακῖνος τὶς ων, ὁ κινῶν ἐπὶ συχνῷ τὴν κάραν. Κάροσ. ἡ σκότωσις. ἡ μέθη. παρὰ τὸ τὴν κάραν βλάπτειν. Καρπόσ. ὁ πρὸς αμητον ἡτοιμασμένος στάχυς. παρὰ τὸ κάρφος, ο σημαίνει τὸ ξηρὸν, γίνεται καρφὸς καὶ καρπός. ενθεν καὶ ὁ τῆς χειρὸς ξηkappa.1148 ρὸς τόπος καρπὸς λέγεται παρὰ τὸ κάρφος. ουτως Ωρος ὁ Μιλήσιος. Καρχαρόδουσ. τὰ ζῶα τὰ κεχαραγμένους εχοντα τοὺς ὀδόντας, τουτέστι στρογγύλους καὶ ὀξεῖς, ἐναλλάσσοντας ἑαυτῶν. ὡς λύκος, λέων, πάρδαλις. ειρηται δὲ παρὰ τὸ χαράσσω ῥῆμα. οπερ ἐν συνθέσει μετὰ τοῦ ὀδοὺς γίνεται χαρόδους, καὶ κατὰ ἀναδιπλασιασμὸν χαρχαρόδους καὶ καρχαρόδους. ἀμφόδοντα δὲ λέγει ζῶα, οσα οὐκ ἐνηλλαγμένους εχει τοὺς ὀδόντας στρογγύλους καὶ ὀξεῖς, ἀλλὰ παχεῖς καὶ πλατεῖς. ὡς ανθρωπος, ιππος καὶ τὰ ομοια. χαυριόδοντα δὲ, οσα εχει τοὺς ὀδόντας ὑπερφερεῖς. ὡς ἐλέφας, σῦς, ἀσπάλαξ. Κασίγνητοσ. ὁ γνήσιος ἀδελφός. παρὰ τὸ κάσις, ὁ ἀδελφὸς, καὶ τὸ γνὴς γνητὸς, ο σημαίνει τὸν ιδιον ἀδελφόν. ̔Ησίοδος· μὴ δὲ κασιγνήτῳ ισον ποιεῖσθαι ἑταῖρον. Κατηφήσ. ὁ ὑπὸ αἰσχύνης κάτω νεύων τοὺς ὀφθαλμοὺς, ηγουν ὁ αἰσχυνόμενος. παρὰ τὸ φῶ, τὸ φαίνω, γέγονε παράγωγον φαίω, φάος, καὶ ἐν συνθέσει μετὰ τῆς κατὰ προθέσεως γέγονε καταφαὴς, καὶ ἐν συγκοπῇ κατηφὴς, ὁ εχων κάτω τὰ φάη, ηγουν τοὺς ὀφθαλμούς. Καύηξ. ὁ λάρος. διὰ τὸ ἀδδηφάγον. καύη γὰρ ἡ τροφή. Εὐφορίων· kappa.1149 τῆς οὐδ' αιθυιαι οὐδὲ κρυεροὶ καύηκες. η ἀπὸ τοῦ καῦ καῦ λέγειν. καύηξ ἐρινοῦ προσκαθήμενος κλάδου. Καυλόσ. τὸ ακρον τοῦ δόρατος, εἰς ο τὸ ξύλον ἐντίθεται. γέγονε κατὰ πλεονασμὸν τοῦ κ. αὐλῷ γὰρ εοικε. πᾶν γὰρ ἐπίμηκες