252
αὐτῷ· Ἰδού τις μοναχὸς ἦλθεν θέλων τὴν θυγατέρα μου· δῶ αὐτὴν αὐτῷ; Καὶ ἀποκριθεὶς ὁ δαίμων, εἶπεν· Ἐὰν ἀρνῆται τὸν Θεὸν αὐτοῦ, καὶ τὸ βάπτισμα, καὶ τὸ ἐπάγγελμα τοῦ μοναχοῦ. Καὶ ἐλθὼν ἱερεὺς, εἶπεν τῷ μοναχῷ· Ἄρνησαι τὸν Θεόν σου, καὶ τὸ βάπτισμα, καὶ τὸ ἐπάγγελμα τοῦ μοναχοῦ. Ὁ δὲ συνέθετο, καὶ εὐθέως εἶδε περιστερὰν ἐξελθοῦσαν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀναπτᾶσαν εἰς τὸν οὐρανόν. Καὶ πορευθεὶς ὁ ἱερεὺς πρὸς τὸν δαίμονα, εἶπεν· Ἰδοὺ συνέθετο τὰ τρία ταῦτα. Καὶ ἀποκριθεὶς ὁ διάβολος, εἶπεν αὐτῷ· Μὴ δῷς αὐτῷ τὴν θυγατέρα σου εἰς γυναῖκα. Ὁ γὰρ Θεὸς αὐτοῦ οὐκ ἀπέστη ἀπ' αὐτοῦ, ἀλλ' ἔτι βοηθεῖ αὐτῷ. Καὶ ἐλθὼν ὁ ἱερεὺς, εἶπε τῷ ἀδελφῷ· Οὐ δύναμαι δοῦναί σοι αὐτήν. Ἔτι γὰρ ὁ Θεὸς βοηθεῖ σοι, καὶ οὐκ ἀπέστη ἀπὸ σοῦ. Καλὸν φεύγειν τὰ σωματικά. Ὅταν γὰρ ᾖ ἄνθρωπος ἐγγὺς τοῦ σωματικοῦ πολέμου, ἔοικεν ἀνδρὶ στήκοντι ἐπάνω λάκκου βαθυτάτου, καὶ οἵᾳ δ' ἂν ὥρᾳ δόξῃ τῷ ἐχθρῷ αὐτοῦ, εὐκόλως αὐτὸν ῥίπτει κάτω. Ἐὰν δὲ σωματικῶς μακρήνῃ ᾖ, ἔοικεν ἀνδρὶ ἀπέχοντι τοῦ λάκκου, ἵνα ἐν ὅσῳ αὐτὸν ἕλκῃ ὁ ἐχθρὸς βαλεῖν κάτω, ὁ Θεὸς ἀποστέλλῃ αὐτῷ βοήθειαν. Μὴ εἴπῃς· Πῶς δύναμαι μὴ πορνεῦσαι; Ἐγώ σοι λέγω, φησὶ, Πῶς δύνασαι; Ἐπιθυμία με, φησὶ, καταφλέγει. Ἀλλ' ἔχεις γυναῖκα· ἔχεις μετὰ ἀσφαλείας ἡδονήν. Ἀλλ' οὐ δύναμαι κρατῆσαι. Ῥᾳθυμίας ταῦτά ἐστιν. Ὅταν γὰρ ἐνέγκω σοι ἄλλον οὐκ ἔχοντα γυναῖκα, σωφρονοῦντα δὲ, ποίαν ἔχεις ἀπολογίαν; ἐκεῖνος ἐν τῷ πελάγει οὐχ ὑπέμεινε ναυάγιον, καὶ σὺ ἐν λιμένι ἀπομένεις τὴν πτῶσιν; Ἔχεις γυναῖκα, καὶ πορνεύεις; μᾶλλον δὲ καὶ μοιχεύεις; Καὶ πῶς περιγένωμαι τοῦ ἕλκους, φησίν; Ἀπόλαυε τῆς γυναικός σου, καὶ ἀπολαύσω τῆς γυναικός μου. Πάνυ. Ἐννόησον τί λέγει ὁ μακάριος Παῦλος· ∆ιὰ δὲ τὰς 96.257 πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' οὐδὲ ὁ ἀνήρ. Ἐὰν οὖν καλέσῃ σε πόρνη, ἐννόησον τὸ ῥῆμα καθ' ἑαυτὸ, καὶ εἶπε, ὅτι Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Καὶ τὸ ῥῆμα γράψον εἰς τὸ πρόσωπόν σου, καὶ εἰπὲ τῇ πόρνῃ· Τί με καλεῖς; οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός μου. Οὐ τολμῶ τὸ ἀλλότριον προδοῦναι. Τὴν προῖκα αὐτῆς οὐ τολμᾷς μειῶσαι, οὐδὲ τὰ πράγματα αὐτῆς τολμᾷς δαπανῆσαι, καὶ τὸ σῶμα αὐτῆς τολμᾷς μολῦναι; Εἰπὲ ὅτι οὐκ ἐγγίζεις αὐτοῦ. Τοῦτο γὰρ οὐκ ἔστιν ἐμὸν, ἀλλὰ ἀλλότριόν ἐστιν. Μὴ γὰρ τῆς πόρνης ἐστὶ τὸ σῶμα; Ἐγὼ σῶμα πόρνης οὐ δέχομαι. Τοῦτο τῆς γυναικός μού ἐστιν· φοβήθητι τὸν Χριστὸν, καὶ εἰπὲ, ὅτι τὸ σῶμα τοῦτο Χριστοῦ μέλος ἐστὶν, καὶ τὸ σῶμα ἡμῶν μέλη Χριστοῦ ἐστιν. Ἀκουέτωσαν καὶ ἐννοείτωσαν ποῦ αὐτὸ ἀνήγαγεν ὁ Χριστὸς, καὶ λεγέτωσαν, ὅτι Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει. Ἐννόησον Παύλου φιλοσοφίαν· τί λέγει; Ἐπειδὴ πολλοὶ οὐκ ἐγκρατεύονται, ἔχουσι δὲ σεμνὰς καὶ σώφρονας γυναῖκας, καὶ παρὰ τὸ δοκοῦν ἐκείνοις, αὗται ἐγκρατεύονται· γίνεται δὲ ἡ τούτων φιλοσοφία ἐκείνοις μοιχείας ἀφορμὴ, διὰ τοῦτο λέγει· Ἕκαστος ἀπολαυέτω τῆς ἰδίας γυναικός. Καὶ οὐκ αἰσχύνεται, ἀλλ' εἰσέρχεται, καὶ καθέζεται εἰς τὴν εὐνὴν νύκτα καὶ ἡμέραν, καὶ κατέχων τὸν ἄνδρα, καὶ τὴν γυναῖκα οὕτως συνάπτει, καὶ κράζει, καὶ βοᾷ· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Ἐγκρατεύῃ, καὶ οὐ θέλεις καθευδῆσαι μετὰ τοῦ ἀνδρός σου; ἐκεῖνος δὲ οὐκ ἀπολαύων σου ἀπέρχεται, λοιπὸν ἁμαρτάνει, καὶ ἡ ἁμαρτία ἐκείνου τῇ σῇ ἐγκρατείᾳ λογίζεται. Τί βέλτιον; μετὰ σοῦ αὐτὸν καθευδῆσαι, ἢ μετὰ πόρνης; Ἡ ἀπόλαυσίς σου οὐ κεκώλυται, ἡ δὲ ἐκείνης κεκώλυται· μετὰ σοῦ ἐὰν καθεύδῃ, οὐκ ἔστιν ἔγκλημα· μετ' ἐκείνης δὲ ἐὰν καθευδήσῃ, ἀπώλεσάς σου τὰ μέλη. Καθέζεται τοίνυν, ὡς εἶπον, εἰς τὴν εὐνὴν τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, καὶ κράζει· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν. Ὁρᾷς, ὅτι διὰ τοῦτο ἔλαβες γυναῖκα, καὶ σὺ ἔλαβες ἄνδρα, ἵνα συμφωνῆτε, καὶ θέλεις ἐγκρατεύεσθαι; πεῖσον καὶ τὸν ἄνδρα, ἵνα δύο ὦσι στέφανοι, σωφροσύνης καὶ ὁμονοίας, καὶ μὴ σωφροσύνης καὶ πολέμου. Κἂν γὰρ σὺ ἐγκρατεύῃ, ἐκεῖνος δὲ ὑπὸ ἐπιθυμίας φλέγεται. Λέγει δὲ ὁ Παῦλος, Μὴ πορνεύσῃς,