ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ", ἴσμεν ὅτι οὗτος υἱὸς ἐξ ἐκείνου, καὶ ἐκεῖνος τούτου πατήρ. Καὶ οὐδὲν ἀπρεπές ἐστιν ἐν τῷ λόγῳ οὐδὲ ἀνάρμοστον θεῷ, τοιοῦτον υἱὸν μονογενῆ ὑφιστάντι. Καὶ οὐκ ἂν μεταπείσειέ τις ἡμᾶς ὅτι οὐχ υἱὸς ὁ τοιοῦτος τοῦ ἀγεννήτου θεοῦ ἐστι καὶ πατρός. Εἰ δέ τινων παρήκουσε Κέλσος, μὴ ὁμολογούντων τὸν υἱὸν τοῦ θεοῦ υἱὸν εἶναι τοῦ δημιουργήσαντος τόδε τὸ πᾶν, αὐτὸς ἂν εἰδείη καὶ οἱ συγκατατιθέμενοι τοιούτῳ λόγῳ. Οὐ στάσεως οὖν ἀρχηγέτης ὁ Ἰησοῦς ἀλλὰ πάσης εἰρήνης, ὁ εἰπὼν τοῖς μαθηταῖς· "Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν." Εἶτ' ἐπείπερ ἠπίστατο τοὺς τοῦ κόσμου καὶ οὐ θεοῦ ἀνθρώπους προσπολεμήσοντας ἡμῖν, προσέθηκεν ἐκείνοις τὸ "Οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην, κἀγὼ δίδωμι ὑμῖν εἰρήνην". Θαρροῦμεν δὲ δι' αὐτόν, κἂν θλιβώμεθα ἐν τῷ κόσμῳ, εἰπόντα· "Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον." Καὶ τοῦτόν φαμεν εἶναι υἱὸν θεοῦ· θεοῦ δέ, ὅν, εἰ δεῖ ταῖς λέξεσιν ἀκολουθῆσαι Κέλσου, σφόδρα σέβομεν, καὶ τὸν υἱὸν αὐτοῦ σφόδρα ηὐξημένον ὑπὸ τοῦ πατρὸς γινώσκομεν. Ἔστω δέ τινας ὡς ἐν πλήθει πιστευόντων καὶ δεχομένων διαφωνίαν διὰ τὴν προπέτειαν ὑποτίθεσθαι τὸν σωτῆρα εἶναι τὸν μέγιστον ἐπὶ πᾶσι θεόν, ἀλλ' οὔτι γε ἡμεῖς τοιοῦτον, οἱ πειθόμενοι αὐτῷ λέγοντι· "Ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστί"· διόπερ οὐχ ὃν νῦν πατέρα καλοῦμεν ὑποβάλοιμεν <ἄν>, ὡς Κέλσος ἡμᾶς συκοφαντῶν <φησι>, τῷ υἱῷ τοῦ θεοῦ. 8.15 Μετὰ ταῦτά φησιν ὁ Κέλσος· Ὅτι δὲ οὐκ ἀπὸ σκοποῦ ταῦτα δοξάζω, αὐταῖς ἐκείνων φωναῖς χρήσομαι. Ἐν γάρ που τῷ οὐρανίῳ διαλόγῳ τῇδέ που λέγουσι τοῖσδε τοῖς ῥήμασιν· "Εἰ ἰσχυρότερός ἐστι θεοῦ υἱός, καὶ κύριος αὐτοῦ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου-καὶ τίς ἄλλος κυριεύσει τοῦ κρατοῦντος θεοῦ; -πῶς πολλοὶ περὶ τὸ φρέαρ, καὶ οὐδεὶς εἰς τὸ φρέαρ; ∆ιὰ τί τοσαύτην ἀνύων ὁδὸν ἄτολμος εἶ; Λανθάνει σε· πάρεστι γάρ μοι θάρσος καὶ μάχαιρα." Οὕτως οὐ τοῦτ' ἔστιν αὐτοῖς τὸ προκείμενον, τὸν ὑπερου ράνιον θεόν, ἀλλ' ὃν ὑπέθεντο τούτου πατέρα, περὶ ὃν συνῆλθον, σέβειν, ἵν' ἐπὶ προσχήματι μεγάλου θεοῦ τοῦτον, ὃν προΐστανται, τὸν υἱὸν τοῦ ἀνθρώπου, ὃν ἀποφαίνουσιν ἰσχυρότερον καὶ κύριον "τοῦ κρατοῦντος θεοῦ", θρησκεύωσι μόνον. Ἔνθεν αὐτοῖς ἐκεῖνο τὸ παράγγελμα, τὸ μὴ "δου λεύειν" δύο "κυρίοις", ἵν' ἡ στάσις περὶ ἕνα τοῦτον φυλάσσηται. Καὶ ἐν τούτοις δὴ πάλιν, οὐκ οἶδ' ἀπὸ ποίας αἱρέσεως ἀσημοτάτης ταῦτα λαβών, πᾶσι Χριστιανοῖς ἀπ' αὐτῶν ἐγκαλεῖ· λέγω δ' ἀσημοτάτης, ὡς μηδ' ἡμῖν εἶναι, τοῖς πολλάκις ἐγγυμνασαμένοις πρὸς τοὺς ἀπὸ τῶν αἱρέσεων, φανερὰν τὴν γνώμην, ἀφ' ἧς ταῦτα ὁ Κέλσος εἴληφεν· εἴ γε εἴληφε καὶ μὴ ἀνέπλασεν ἢ ἀκολούθησιν προσέθηκε. Σαφῶς γὰρ ἡμεῖς, οἱ λέγοντες τοῦ πάντα κτίσαντος καὶ τὸν αἰσθητὸν κόσμον εἶναι, φαμὲν τὸν υἱὸν οὐκ ἰσχυρότερον τοῦ πατρὸς ἀλλ' ὑποδεέστερον. Καὶ τοῦτο λέγομεν αὐτῷ πειθόμενοι, εἰπόντι τό· "Ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστί." Καὶ οὐδεὶς ἡμῶν οὕτως ἐμβρόντητός ἐστιν, ὡς λέγειν· "Κύριός" ἐστι τοῦ θεοῦ "ὁ υἱὸς τοῦ ἀνθρώπου". Κρατεῖν δέ φαμεν τὸν σωτῆρα μάλιστα, ὅτε νοοῦμεν αὐτὸν θεὸν λόγον καὶ σοφίαν καὶ δικαιοσύνην καὶ ἀλήθειαν, πάντων μὲν τῶν ὑποτεταγμένων αὐτῷ, καθὸ ταῦτά ἐστιν, ἀλλ' οὐχὶ καὶ τοῦ κρατοῦντος αὐτὸν πατρὸς καὶ θεοῦ. Εἶτ' ἐπεὶ οὐκ ἀκόντων λόγος κρατεῖ, εἰσὶ δέ τινες ἔτι φαῦλοι οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ ἄγγελοι καὶ πάντες δαίμονες, τούτων φαμὲν αὐτὸν μὴ κρατεῖν μέν πω, ἐπεὶ μὴ ἑκόντες εἴκουσιν αὐτῷ· κατ' ἄλλο δὲ σημαινόμενον τοῦ κρατεῖν καὶ αὐτῶν κρατεῖ -ὡς τῶν ἀλόγων ζῴων φαμὲν τὸν ἄνθρωπον κρατεῖν, οὐχ ὑποτάξαντα αὐτῶν τὸ ἡγεμονικόν, ὡς τιθασσεύσας κρατεῖ τινων λεόντων καὶ κτηνῶν δεδαμασμένων-, πλὴν πάντα ποιεῖ, ἵνα καὶ τοὺς νυνὶ μὴ πειθομένους αὐτῷ πείσας κρατήσῃ καὶ αὐτῶν. Καθ' ἡμᾶς οὖν ψεῦδος τὸ ὑπὸ τοῦ Κέλσου λεγόμενον ὡς ὑφ' ἡμῶν ἀπαγγελλόμενον τό· "Τίς ἄλλος κυριεύσει τοῦ κρατοῦντος θεοῦ;" 8.16 Εἶτ' οἶμαι πάλιν φύρων τὰ πράγματα ἀπὸ ἄλλης αἱρέσεως