1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

252

λαʹ, λβʹ. "Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀν θρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν." Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν. Ἐν πάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου συλλόγου, ἅπας ὁ λαὸς τὸν εὐεργέτην ὑμνεῖ, τῆς θείας φιλανθρωπίας τὰς θαυματουργίας διεξιών. λγʹ, λδʹ. "Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξ όδους ὑδάτων εἰς δίψαν. Γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ." Ὑμνοῦσι δὲ αὐτὸν οἱ τῆς σωτηρίας τετυχηκότες, τὴν ξένην ὁρῶντες μεταβολήν. Οἱ γὰρ πάλαι πολλοῖς ἀρδόμε νοι προφητικοῖς ποταμοῖς, καὶ καρπὸν ὥριμον προσ φέροντες τῷ Θεῷ, νῦν οὐδὲ νοτίδος μικρᾶς ἀπολαύου σιν, ἀλλ' ἔρημοι πάμπαν διὰ τὴν οἰκείαν πονηρίαν τῆς προτέρας ἀρδείας γεγένηνται. λεʹ. "Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων." Τὰ δὲ πάλαι ἔρημα ἔθνη, καὶ οὐδὲ βραχεῖαν ἐσχηκότα λιβάδα, τοῖς τῆς διδασκαλίας ὕδασι περικλύζεται, ὑπὲρ τὴν χρείαν τὰ λογικὰ δεχόμενα ῥεύματα. λʹ. "Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συν εστήσαντο πόλεις κατοικεσίας." Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς τροφῆς ἐν δεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ τὴν εὐσεβῆ συνεστήσατο πολιτείαν. λζʹ. "Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπε λῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος." Καὶ ταῦτα ἅπαντα τροπικῶς εἴρηκεν ὁ προφήτης. Καὶ ὁ Κύριος παραβολαῖς τοιαύταις ἐχρήσατο· καὶ ποτὲ μὲν τοὺς ἀποστόλους ἐκάλεσε θεριστὰς, ποτὲ 80.1748 δὲ αὐτὸν σπορέα καὶ γεωργὸν, καὶ γῆν καλὴν τοὺς εὐπειθῶς δεχομένους τοῦ λόγου τὰ σπέρματα. Καὶ ὁ Ἀπόστολος δέ φησιν· "Ἐγὼ ἐφύτευσα, Ἀπολλὼςἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε." Καὶ πάλιν· "Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε." Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύγματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παραδεί σους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν· καὶ ἅπαντες δὲ οἱ μετ' ἐκείνους τὴν διδασκαλίαν πεπιστευμένοι, ταυτὸ τοῦτο δρῶντες διατελοῦσιν. ληʹ. "Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν." Ὁ γὰρ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει, κατὰ τὸν θεῖον Ἀπόστολον. Κτήνη δὲ καλεῖ τοὺς ὑπ' αὐτῶν νεμομένους, οὓς αὐτὸς ηὔξη σεν τῆς θαυματουργίας χορηγήσας τὴν δύναμιν. Καὶ μάρτυς ὁ μακάριος Λουκᾶς ἐν ταῖς Πράξεσι λέγων· "Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους καθ' ἡμέραν τῇ Ἐκκλησίᾳ." Καὶ αὐτὸς δὲ ὁ Κύ ριος πρόβατα καλεῖ τοὺς πιστεύοντας· "Τὰ πρό βατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς." Ἐνταῦθα πάλιν τὰ Ἰουδαίοις συμβησόμενα προθεσπίζει κακά. λθʹ. "Καὶ ὠλιγώθησαν, καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης." Τοῦτο μὲν οὖν φη σιν· Οἱ πάλαι τὴν ἔρημον οἰκοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐλογίας καὶ εὐθηνίας πεπιστευκότες ἀπήλαυσαν. Οἱ δὲ πάλαι τῆς τῶν προφητικῶν πο ταμῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερη θέντες διὰ τὴν πονηρίαν τῆς γνώμης, καὶ ἔρημοι παντελῶς μεμενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμφοραῖς, καὶ εἰς ἅπασαν τὴν οἰκουμέ νην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι. μʹ. "Ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐ τῶν." Μαρτυρεῖ δὲ τῇ προῤῥήσει τὰ πρά γματα. Καὶ γὰρ οἱ δοκοῦντες αὐτῶν ἄρχοντες καὶ διδάσκαλοι, οὐδενὸς ἄξιοι καθεστήκασι λόγου· ἀλλ' οἱ πάλαι περιφανεῖς καὶ περίβλεπτοι, ἄσημοι παν τελῶς εἰσι, καὶ ὑπ' αὐτῶν ἐκείνων καταφρονούμε νοι. "Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ." Ὁ δὲ Σύμμαχος οὕτω· Καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας. Ὁ Θεὸς οὐκ ἐπάγει πλάνην, ἀλλ' ἀπαγορεύει τὴν πλάνην· τοὺς δὲ μὴ πειθομέ νους ἀκυβερνήτους ἐᾷ· οἱ δὲ ἀνερμάτιστοι περιφε ρόμενοι τῇδε κἀκεῖσε περιπλανῶνται. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι· τὴν θείαν γὰρ καταλιπόντες ὁδὸν, τοῖς οἰκείοις ἕπονται λογισμοῖς.