252
πνευματικῶς ὡς ἀδελφήν· ἐπείχθητι, κυρία, ἐπείχθητι θεραπεῦσαί σου τὸν νυμφίον. ἡ νυμφευθεῖσα, πάσης σχέσεως ἑαυτὴν ἀποδιίστασο, ὅλην τὴν καρδίαν καὶ ὅλην τὴν ψυχὴν καὶ ὅλην τὴν διάνοιαν ἐρωτικῶς πρὸς τὸν ἑαυτῆς νυμφίον ἔχουσα. εἰ τοῦτο ἐπὶ τοῦ φθαρτοῦ καὶ ῥέοντος οὕτως ἔχει, πόσῳ οὖν μᾶλλον ἐπὶ τοῦ ἀφθάρτου καὶ ἀθανάτου; οὕτως ὀφείλομεν (κοινὸς ὁ λόγος) καὶ ἡμεῖς διακεῖσθαι πρὸς τὸν Κύριον καὶ δεσπότην καὶ μὴ λαμβάνειν κόρον τοῦ πόθου αὐτοῦ, καὶ ἐν τούτῳ ἐξίστασθαι πάσης ἡδονῆς καὶ σχέσεως φθοροποιοῦ, ὅτι καὶ αὐτὸς ἐρωτικῶς πρὸς ἡμᾶς ἔχεται καὶ οἱονεὶ ἐξίσταται τῇ ὑπεραπείρῳ ἀγαπήσει· μὴ γὰρ οὐ διὰ σὲ θεὸς ὢν δούλου μορφὴν ἀνέλαβεν, ἣν νῦν ἀτιμάζουσιν οἱ εἰκονομάχοι; μὴ οὐκ ἐπτώχευσεν πλούσιος ὤν; μὴ οὐχ ὑπέμεινεν τὰ θλιβερὰ ἅπαντα, ὕβριτας, ἐμπτύσματα, ῥαπίσματα, μάστιγας, σταυρὸν καὶ θάνατον; οὕτως ὀφείλει ἑκάστη ψυχὴ διατίθεσθαι, ὡς ὑπὲρ αὐτῆς μόνης, κἂν ὑπὲρ πάσης, τὰ παθήματα, καὶ στέργειν καὶ ἀγαπᾶν καὶ ἐφίεσθαι ἐξ ἴσου ἀντιπεπονθέναι· κἂν τυχὸν οὐ παραχωρῆται ὑποῖσαι ταῦτα, καὶ ἡ πρόθεσις ἀποδέδεκται εἰς ἔργον, οὕτω τοῦ ἀγαθοῦ θεοῦ φιλοτιμουμένου. Ταῦτα οὐχ ὡς οὐκ ἐχούσης σου ἔναυλα, ἀλλ' ὡς συμψυχῶν σοι ἐν Κυρίῳ. 414 {1Θεοφίλῳ τῆς Ἐφέσου}1 ∆ανείσας τὸ γράμμα ἀπεκαραδόκουν λήψεσθαι τὸ χρέος τῆς ἀγάπης, ἀλλ' ἐπεὶ οὐκ εἴληφα, φιλῶ καὶ αὖθις δανεῖσαι· ἡδὺ γάρ μοι τὸ δάνειον λίαν, ἤγουν τῇ σῇ ἱερᾷ κορυφῇ διαλέγεσθαι διὰ Χριστὸν πασχούσῃ, μᾶλλον δὲ ὁμολογητικῶς στεφανουμένῃ τε καὶ καλλωπιζομένῃ. οὐ γάρ, οἷς ὀφθαλμοῖς βλέπει κόσμος, τούτοις ἀθρεῖ καὶ νοῦς ὁρῶν θεὸν καὶ θεῖα, ὅτι ὁ μὲν τὰ φθειρόμενα καὶ ἀπολλύμενα οἴεται τῶν ἀγαθῶν μοῖραν τυγχάνειν, κακῶς εἰδὼς καὶ πεπλανημένως, ὁ δὲ ἐκεῖνο καὶ μόνον κρίνων μακάριον, ὃ οὐκ ἐνταῦθα τὴν εὐπάθειαν ὁρίζοι, ἀλλ' εἰς τὸν μέλλοντα αἰῶνα ἐναποθησαυριζόμενον εἰς χαρὰν ἀπεράντου θυμηδίας. Οὕτω τὰ κατὰ τὴν ἁγιωσύνην σου ἐγὼ ὁ τάλας ὁρῶν χαίρω καὶ συγχαίρω σοι, τριπόθητε. περιεφρόνησας δόξης ἐπιγείου, εἵλου σὺν Χριστῷ τὰ ταπεινὰ καὶ ἐξουθενημένα, μᾶλλον δὲ θλῖψιν καὶ στε νοχωρίαν, πληγὰς καὶ ἐξορίας. ὡς μακάριά σου τὰ πρακτέα, ὡς αἰνετά σου τὰ παθήματα, ἀνατολῇ καὶ δύσει διαβοούμενα, ἐν οὐρανοῖς ἀπογραφόμενα, ἀγγέλους εὐφραίνοντα, ὁμολογητὰς καὶ μάρτυρας ἡδύνοντα, δαίμονας καὶ τοὺς τούτοις ὁμόφρονάς τε καὶ ὁμοτρόπους εἰκονομάχους στίζοντα. εἰκότως οὖν σοι συναγάλλομαι, πατροπάτορ· ἀλλ' αἰτῶ δέεσθαί σε καὶ περὶ ἐμοῦ τοῦ κατὰ πάντα οἰκτροῦ, ὡς ἂν μὴ ἀποπεσεῖν με τῆς κατ' ἴχνος ὑμῶν παραστάσεως. 415 {1Ναυκρατίῳ τέκνῳ}1 Ὠψίσθημεν ἐπιστεῖλαί σοι, τέκνον ἠγαπημένον, ἀλλ' ὅτι καὶ ἐνταῦθα διωγμὸς ζέων, πληγαί, δεσμά, φυλακαί, οὕτω τοῦ κατέχοντος ἡμᾶς πνέοντος θυμοῦ καὶ ἀπειλῆς καὶ τοὺς ὧδε κἀκεῖσε εὑρισκομένους εὐσεβεῖς συλλαμβάνοντός τε καὶ κολάζοντος· ὅς γε καὶ ἀπαίρων ἐν ἄστει (αὐτόθι γὰρ νῦν διατρίβει) οὐκ ὤκνησεν εἰπεῖν ὅτιπερ "4ἐξαιτήσομαι τὸν βασιλέα βασιλικὸν συνεπᾶραι εἰς τὸ πάντως ἀποκεφαλίσαι ἢ καὶ γλωσσοκοπῆσαι"5. οὐκ οἶδα μέν, εἰ ὁ λόγος εἰς πέρας ἔλθοι· ἐφ' ᾧ ἡμεῖς μὲν τὰ συντακτήρια ἤδη ἐποιησάμεθα καὶ ἄλλως στοχαζόμενοι ἔκ τε τῆς κακοηθείας τοῦ ἀνδρὸς καὶ τῆς συνδρομῆς τῶν ἐν τοῖς αὐτόθι ἐπισκόπων· ἐπείπερ, ὥς φασιν, πάρεισιν, ὅτι τοιοῦτόν τι ἀποτελεσθείη. ὁ δὲ ὑπηρέτης ἔμφοβος καὶ ἔντρομος γενόμενος (ἐπείπερ ἦν καὶ προαπειλούμενος σφόδρα πρὸς αὐτοῦ τοῦ ἀσεβάρχου, εἰ εὑρεθείη κἄν τι μικρὸν ὑπαίτιος, μηκέτι ζῆν) ἔδεισε παντάπασιν ἐπιδοῦναι ἡμῖν χάρτην καὶ μέλαν. ἐντεῦθεν ἡ βραδυτής. ἔπειτα προσεγένετο εἰς ἐμπόδιον καὶ ἀκοὴ τοιαύτη, ὅτι τοι αὐτὸς ἐπήρθης τῆς φυλακῆς, ἀλλ' ὅτι καὶ δι' ἀνοσιουργίαν τινὰ ὁ Σάρδης, ποῖος οὐχ ὡρισμένως, ἐκαρατομήθη. ἐξ ἀμφοτέρων οὖν ἡ ὑποκράτησις. ὅμως ὅτι ἠξιώθημεν οἱ ταπεινοὶ καὶ αὖθις ῥῆξαι φωνὴν εἰς τὰ ὦτά σου, γνωρίζοντές σοι ὅτι ἐρρώμεθα σώματι, εἴη δὲ εἰπεῖν καὶ πνεύματι, εὐχαῖς ὑμῶν ἁγίαις σὺν τοῦ μακαρίου μου πατρός. Πρὸς ἃ δὲ αὐτὸς