253
καὶ πρότερον πολλάκις συμμέτρους ἐῤῥαφότος δεδημιουργηκότος. ἐξ ὧν τῶν βασιλεῖ συνηθεστάτων τις παρὼν, τὰ μὲν πρῶτα βασιλέως ἀπεφθέγξατο ἔσεσθαι κομιδῇ στενὰ καὶ πολλὴν ἀπορίαν βασιλεῖ παρέχοντα, ὥσπερ ἡ ἐσθὴς τὸ σῶμα πιέζειν νῦν· τὰ δ' ὕστερον ἐκ διαμέτρου εὐρύτερα τοῦ δέοντος καὶ πολλὴν παρεχόμενα τὴν ἄνεσιν. τῆς αὐτῆς δὲ ἡμέρας καὶ τῆς θείας τελουμένης ἱεροτελεστίας, οὕτω συμβὰν, ἡ τοῦ εὐαγγελίου περικοπὴ ἐκείνη ἀνεγινώσκετο, ἐν οἷς ὁ ἡμέτερος σωτὴρ καὶ τῶν αἰώνων βασιλεὺς ὁ Χριστὸς Ἰησοῦς τοῖς ἰδίοις μαθηταῖς περὶ τῶν εἰς αὐτοὺς συμβησομένων διαλεγόμενος, «εἰ ἐμὲ» ἔλεγεν «ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.» ἃ οἱ παρόντες ἐπισημαινόμενοι, τοὺς μὲν φαύλους ἔφησαν ἀνθρώπους καὶ διεφθορότας καὶ συκοφάντας καὶ οἷς οὐδὲν τῶν σωτηρίων μέλει τοῦ Χριστοῦ ἐντολῶν, τὸν βασιλέα διώξειν καὶ πολλὴν ἐνδείξεσθαι τὴν μανίαν κατ' αὐτοῦ, οἷα δὴ καὶ Ἰουδαῖοι Χριστὸν τὸν εὐεργέτην πάσῃ διώξαντες σπουδῇ, καὶ ἰσχύσειν κατ' αὐτοῦ ἐπὶ καιρὸν, ὥσπερ δὴ κἀκεῖνοι ἔδοξαν, ἀπεκτονότες τὸν λυτρωτήν. ὕστερον δὲ οἱ καλοὶ καὶ ἀγαθοὶ καὶ ἄξιοι τῶν ἐντολῶν τοῦ Χριστοῦ καὶ τοὺς λόγους αὐτοῦ τηροῦντες, καὶ τὸν βασιλέως λόγον τηρήσουσι καὶ πάντα ποιήσουσι τὰ προσταττόμενα ὑπ' αὐτοῦ. 2.169 τοιαῦτα μὲν ἐπεθείασαν ἐν τοῖς λογίοις οἱ πολλοὶ, ἃ καὶ εἰς ὕστερον ἐξέβη κατὰ τὴν ἐξήγησιν αὐτῶν σχεδόν. αὐτὸς δὲ ὁ βασιλεὺς περὶ τὸν ∆ιδυμοτείχου ἀρχιερέα πολλὴν τὴν πίστιν ἔχων καὶ τῶν κρειττόνων ὥς τινι προσέχων, οἷα δὴ ἐν πολλοῖς ἀποδεδειγμένῳ πρότερον θείας χάριτος οὐκ ἀμοιρεῖν, τῆς αὐτῆς ἡμέρας μετὰ τὴν ἀνάῤῥησιν πέμψας πρὸς ἐκεῖνον, τὰ γεγενημένα τε ἐδήλου, ὡς κοινῇ γνώμῃ λυσιτελεῖν ἐψηφισμένα τελεσθείη, καὶ προσάγειν εὐχὰς θεῷ ὑπὲρ αὐτοῦ ἐδεῖτο, ὥστε γενέσθαι ἐπ' αὐτῷ τὸ τοῦ θεοῦ θέλημα τὸ ἀγαθὸν καὶ εὐάρεστον. τοῦτον γὰρ εἰώθει τὸν τρόπον τῶν τὰ τοιαῦτα δεῖσθαι ἠξιωμένων, εὐχὰς ὑπὲρ αὐτοῦ προσάγειν θεῷ. ὁ δ' ἔφασκεν, ὡς οὐ καλὸν μετὰ τὴν πρᾶξιν ἀπαγγέλλειν. πρότερον γὰρ ἐχρῆν, ἡνίκα καὶ αὐτῷ τι τῶν δεόντων, θεοῦ διδόντος, παραινεῖν ἐξῆν· νυνὶ δὲ οὐδὲν ἢ τοῦ θεοῦ δεῖσθαι λοιπὸν ὑπὲρ τῶν κοινῇ λυσιτελούντων καὶ αὐτοῦ. τὸ βασιλεύειν δὲ Ῥωμαίων, καὶ αὐτὸν μὲν εἰδέναι, ὡς ἐπιψηφισθείη παρὰ θεῷ. πλὴν ἐξοιδήσουσι τὰ χείλη μήπω πεπανθὲν τὸ σῦκον καταφαγόντος· αἰνιττόμενος ἐκ τοῦ παραδείγματος, ὡς πολλοῖς πρότερον περιπεσεῖται κινδύνοις καὶ πειρασμοῖς. θέλων δ' ὥσπερ καὶ τοὺς κινδύνους ὅθεν κἀκ τίνος ἔσονται δηλοῦν, ὁράσεώς τινος ἀνεμίμνησκεν αὐτὸν, ἧς, ἔτι περιόντος Ἀνδρονίκου τοῦ βασιλέως, ἠξίωτο περὶ τῶν ἐσομένων. ἔφασκε δὲ βασιλεὺς ὁ νέος οὑτοσὶ, ὡς, ἔτι περιόν 2.170 τος βασιλέως, αὐτοῦ δ' ἔτι τὴν ἰδιώτου στέργοντος τύχην, ὁμιλίαν τινὰ τοῦ ἀρχιερέως τούτου ποιουμένου πρὸς αὐτὸν, τὸν Ἀπόκαυκον φάναι, οὕτω τῆς ἀξίας χωρὶς προσαγορεύσαντα, μὴ πάνυ ποιεῖσθαι περὶ πλείστου, ἀλλὰ φυλάττεσθαι τὸν ἄνδρα, ὡς μεγάλης ἐπηρείας αἴτιον ἐσόμενον. τοῦ δ' ἐν εὐτραπελίας εἴδει, καὶ ποίαν λίθῳ ἐπήρειαν προξενήσειεν ἂν ὠὸν, εἰπόντος, ὡς μέγα, φάναι τὸν ἀρχιερέα, τὴν ὑπερηφανίαν εἶναι κακὸν, μάλιστα τῶν τε τελείων τὴν ἀρετὴν καὶ τῶν εἰς τὸ ἀκρότατον τῆς κοσμικῆς ἐληλακότων εὐημερίας ἐφαπτομένην. τοῦ δὲ, μὴ εἰς τοιαῦτα προάγεσθαι ἐξ ὑπερηφανίας, εἰρηκότος, ἀλλ' ἐκ τοῦ μάλιστα συνειδέναι ἑαυτῷ μὲν δύναμιν πολλὴν, ἐκείνῳ δὲ ἀδυναμίαν· πλὴν εἰ μὴ καὶ λύκον θρασύτητος αἰτιῷτό τις προβάτου ἰσχυρότερον νομίζεσθαι ἀξιοῦντα καὶ τὸν λέοντα ἐλάφου τὴν ῥώμην πλεῖστον οἰόμενον διαφέρειν. ἔτι δ' ἀξιοῦντος, τὴν ὅρασιν δήλην αὐτῷ ποιεῖν, ὡς δὴ πειθομένου οἷς εἰρήκει, ἐπειδὴ τὰ μὲν φυσικὰ ἀμετάβλητα δεδημιούργηται παρὰ θεοῦ, τὰ ἀνθρώπινα δὲ πράγματα ἄλλο τε ἄλλως φέρεται καὶ πολλὴν ὑπομένει τὴν μεταβολὴν, καὶ πολλὰ δεηθέντος ὥστε πεῖσαι διηγήσασθαι τὰ ὁραθέντα· «εὐχόμενός ποτε» εἶπε «καὶ ἐμαυτῷ μόνῳ καὶ θεῷ προσαδολεσχῶν, ἐδόκουν σε ὁρᾷν ἑστῶτα πρὸ ἐμοῦ. αἴφνης δὲ Ἀπόκαυκον οὕτω ῥαγδαίως ἐπελθεῖν