253
ουσα λίμνη, ὑπὸ τῶν πέριξ αὐτῆς περικλειομένη λόφων καὶ μὴ εχουσα ἐκροήν, κατὰ τὸν τῆς πολιορκίας τῶν Οὐιεντῶν καιρὸν ἐς τοσοῦτον ἐπλήμμυρεν ὡς ὑπερεκχεῖσθαι καὶ τῶν ὀρῶν καὶ κατιέναι πρὸς θάλασσαν. κρίναντες δ' οἱ ̔Ρωμαῖοι πάντως τι διὰ τούτου θεῖον σημαίνεσθαι, επεμψαν εἰς ∆ελφοὺς περὶ τούτου χρησόμενοι. ην δέ τις καὶ παρὰ τοῖς Οὐιένταις Τυρσηνὸς ἀνὴρ μαντικός. ἐς ταὐτὸν ουν η τε Πυθία καὶ ἡ ἐκείνου μαντεία συνέδραμον· καὶ αμφω γὰρ ἁλώσεσθαι τὴν πόλιν ειπον οταν τὸ υδωρ τὸ πλημμυρῆσαν μὴ ἐς θάλασσαν ἐκπέσῃ, ἀλλ' ἀναλωθείη ἑτέρωθι, καί τινας ἱερουργίας διὰ τοῦτο γενέσθαι ἐκέλευσαν. ἀλλ' ὁ μὲν Πύθιος ουτε τίσι θεῶν ουθ' οπως αὐτὰς ποιήσουσι διεσάφησεν, ὁ δὲ Τυρσηνὸς ἐῴκει μὲν εἰδέναι, οὐδὲν δὲ ἐδήλου. οἱ γοῦν περὶ τὸ τεῖχος, οθεν ἐκεῖνος ὡμίλει, τεταγμένοι ̔Ρωμαῖοι, φιλίαν πρὸς ἐκεῖνον ὑποκριθέντες, τά τε αλλα θαρρεῖν αὐτῷ ἐνεδίδουν καὶ ἀδεῶς ἐπέτρεπον ἐκφοιτᾶν· καὶ ουτω συλλαβόντες αὐτὸν πάντα τὰ καθήκοντα ἠνάγκασαν ἐξειπεῖν. καὶ κατὰ τὴν ὑποθήκην ἐκείνου τάς τε θυσίας ἐποίησαν καὶ τὸν λόφον διέτρησαν καὶ τὸ πλεονάζον υδωρ εἰς τὸ πεδίον κρυπτῇ διώρυχι μετωχέτευσαν, ωσθ' απαν ἐν αὐτῷ ἀναλίσκεσθαι καὶ μή τι καταρρέειν εἰς θάλασσαν. Αρτι μὲν ουν τοῦτο ἐγένετο καὶ δικτάτωρ ᾑρέθη 2.148 Μάρκιος Φούριος Κάμιλλος. ος προσβαλὼν τῇ πόλει ἐπεὶ οὐδὲν ηνυεν, ὑπόγειον ὠρύξατο δίοδον πόρρωθεν ἀρξάμενος ἐς τὴν ἀκρόπολιν φέρουσαν. παρεσκευασμένου δὲ ηδη τοῦ ὑπονόμου, ἐπεὶ πολλοὶ καὶ ἀπὸ τῆς ̔Ρώμης αὐτῷ προσεχώρησαν ἐθελονταί, παραλαβὼν κἀκείνους προσέβαλε τῇ πόλει καὶ πανταχόθεν τὸ τεῖχος ἐκύκλωσε· τῶν δ' ἐντὸς περὶ πάντα τὸν περίβολον σκεδασθέντων, ελαθον ετεροι διὰ τῶν ὑπονόμων γεγονότες ἐντός. ἁλούσης δὲ τῆς πόλεως καὶ τῶν ̔Ρωμαίων διαρπαζόντων τὰ ἐν αὐτῇ, ὁρῶν ἀπὸ τῆς ακρας ὁ Κάμιλλος τὰ πραττόμενα ἐστέναξε καὶ ἐδάκρυσε καί "ω θεοί," εφη, "ει τις ̔Ρωμαίοις ὀφείλεται νέμεσις τῆσδε τῆς εὐπραγίας ἀντίστροφος, ευχομαι ταύτην εἰς ἐμαυτὸν τελευτῆσαι." τὴν δὲ τῆς λείας δεκάτην ἐξελὼν ἀκόντων τῶν στρατιωτῶν ἀνέθετο τῷ ̓Απόλλωνι, εὐχὴν τοῦτο πρὶν ποιησάμενος. ἀνέθετο δὲ καὶ κρατῆρα χρυσοῦν ἐκ τοῦ τῶν γυναικῶν κόσμου πεποιημένον· ἀνθ' ου τιμὴ αὐταῖς παραχρῆμα ἐψήφιστο· ἡ δὲ ην τὸ ἐπ' ὀχημάτων αὐτὰς ἐς τὰς πανηγύρεις φοιτᾶν, αὐτοποδίᾳ βαδιζούσαις πρότερον ἐς αὐτάς. τῷ δὲ Καμίλλῳ προσώχθισεν ὁ δῆμος καὶ ἐνεμέσησε, τὸ μὲν οτι τὴν δεκάτην τῶν λαφύρων οὐκ ἐν τῷ διαρπάζεσθαι ταῦτα, ἀλλὰ καιροῦ παρελθόντος ἐξείλετο τῷ θεῷ, τὸ δ' οτι τά τε αλλα σοβαρῶς ἐθριάμβευσε καὶ πρῶτος ̔Ρωμαίων λευκῷ τεθρίππῳ τὰ ἐπινίκια επεμψεν. ̔Η δὲ τῶν ἐπινικίων πομπή, ην καὶ θρίαμβον ἐκάλουν, τοιάδε τις ἐγίνετο. οτε τι κατωρθώθη μέγα καὶ ἐπινικίων ἐπάξιον, αὐτοκράτωρ αὐτίκα ὁ στρα2.149 τηγὸς ὑπὸ τῶν στρατιωτῶν ὠνομάζετο, καὶ κλῶνας δάφνης περιέδει ταῖς ῥάβδοις καὶ τοῖς δρομοκήρυξι τοῖς τὴν νίκην καταγγέλλουσι τῇ πόλει κομίζειν ἐδίδου. ἐλθὼν δὲ οικαδε τὴν γερουσίαν συνήθροιζε καὶ ῃτει ψηφίσασθαί οἱ τὰ ἐπινίκια. καὶ εἰ ετυχε ψήφου παρά τε τῆς βουλῆς καὶ τοῦ δήμου, ἐβεβαιοῦτο αὐτῷ καὶ ἡ ἐπωνυμία τοῦ αὐτοκράτορος. καὶ εἰ μὲν ἐν τῇ ἀρχῇ ην ετι, ἐν ῃ τυγχάνων ἐνίκησε, ταύτῃ καὶ πανηγυρίζων ἐκέχρητο, εἰ δ' ὁ χρόνος παρελήλυθε τῆς ἀρχῆς, αλλο τι πρόσφορον αὐτῇ ἐλάμβανεν ονομα· ἰδιώτῃ γὰρ νικητήρια πέμψαι ἀπείρητο. ἐνσκευασάμενος δὲ τῇ ἐπινικίῳ σκευῇ, καὶ περιβραχιόνια λαβὼν στέφανόν τε δάφνης ἀναδησάμενος καὶ κλάδον κρατῶν ἐν τῇ δεξιᾷ, τὸν δῆμον συνεκάλει· καὶ ἐπαινέσας τοὺς συστρατευσαμένους αὐτῷ καὶ κοινῇ καὶ ἰδίᾳ τινάς, ἐδωρεῖτο μὲν σφίσι χρήματα, ἐτίμα δὲ καὶ κόσμῳ, περιβραχιόνιά τέ τισι καὶ δόρατα ἀσίδηρα παρεῖχε, καὶ στεφάνους τοῖς μὲν χρυσοῦς, τοῖς δὲ ἀργυροῦς ἐδίδου, τουνομά τε ἑκάστου καὶ τῆς ἀριστείας φέροντας τὸ ἐκτύπωμα. εἰ γὰρ τείχους τις πρῶτος ἐπέβη, καὶ τείχους ὁ στέφανος ειδος εφερεν· η καὶ ἐξεπολιόρκησέ τι, καὶ τοῦτο κἀκεῖνο εἰκόνιστο. ἐναυκράτησέ τις, ναυσὶν ὁ στέφανος ἐκεκόσμητο·