253
αὐλὸς λέγεται. Καῦροσ. ὁ κοῦφος ταῖς φρεσὶν, οἱονεὶ αυρος τὶς ων. καὶ πλεονασμῷ τοῦ κ, καῦρος. τὸν γὰρ κατὰ νοῦν ἐλαφρὸν καῦρον ἐπονομάζουσι. βέλτιον δὲ διὰ τοῦ γ γαῦρον λέγειν. ιν' ῃ ὁ σφοδρὸς καὶ ὑπερήφανος. παρὰ τὸ ἀπὸ γῆς αιρεσθαι. Καυστειρόσ. ἀπὸ τοῦ καίω, καύσω, κέκαυμαι, κέκαυσαι, καυστειρὸς, κατὰ τροπὴν δωρικὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον. Κατὰ καιρόν. κατὰ τὸν ευκαιρον καὶ προσήκοντα καιρὸν καὶ χρόνον. ουτως ὁ ̓Απόστολος· κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. kappa.1150 Κάμασος καὶ κάμασον. τὸ πικούτζουλον. Κάδησ. ἁγιασμὸς ἑρμηνεύεται. (Θηλυκόν.) Καθαίρεσισ. ἡ καταστροφή. Κάθοδοσ. ἀγωγὴ, περίοδος. Καθ' ὁμοίωσιν. τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν. Καθ' ωραν. κατὰ καιρόν. Καθοσίωσισ. δικαίωσις. Κακοῤῥαφία. ἡ κακοφροσύνη, κακοσυνθεσία. Κακοέπεια. ἡ βλασφημία. Κακανδρία. ἡ δειλία. Κακεντρέχεια. ἡ πονηρία. Καλάβροψ. ἡ ποιμενικὴ ῥάβδος. †Καλλιτόκεια.† Κάλυξ. ανθος ῥόδου μήπω ἀνοιγέν. Καλλιῤῥόη. πηγὴ καλῶς ῥέουσα. Καλοκᾀγαθία. ἡ ἀγαθότης. kappa.1151 Καλιά. ἡ νοσσιά. Καλύπτρα. κόσμος καὶ σκέπασμα τῆς κεφαλῆς. Καλλιέπεια. ἡ εὐφράδεια. Κακία. διώνυμός ἐστιν ἡ λέξις. ἡ οντως κακία, οιον μοιχεία, πορνεία, πλεονεξία. λιμὸς δὲ καὶ λοιμὸς, θάνατος καὶ νόσοι καὶ ταλλα οὐκ εστι κακία, διότι πολλάκις ἡμῖν ἀγαθῶν αιτια γίνονται. καὶ περὶ ταύτης φησὶν ὁ προφήτης· οὐκ εστι κακία ἐν πόλει, ην κύριος οὐκ ἐποίησεν. κακία καὶ ἡ παρεκτροπὴ τοῦ ἀγαθοῦ η κρίσις διεφθαρμένη τοῦ νοῦ. η τὸ δι' ἑαυτοῦ φευκτὸν ον καὶ βλάπτον. †Καβήνη. ἡ κρήνη Λυκίας.† †Κακιθή. κύριον.† †Καμμονίη. ἡ μονομερὴς νίκη.† Κακοεργέτισι. κακοεργοῖς. Καθ' ὑπόστασιν. τὸ ἐκ διαφόρων φύσεων ὑπεστὼς πρᾶγμα. Καμπύλαι. σκολιαί. kappa.1152 Κάμηλοσ. τὸ ἀχθοφόρον ζῶον. κάμηλος καὶ τὸ παχὺ σχοινίον, ἐν ῳ δεσμεύουσι τὰς ἀγκύρας οἱ ναῦται. ὡς τὸ ἐν εὐαγγελίοις· κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν. Κάμιλος δὲ ὁ στρατηγὸς, ι. Καρδοπόσ. ενθα τὰ αλευρα μαλάσσονται. Καρυκεία. ἡ ἡδύτης τῶν ζωμῶν. Καρχηδών. πόλις γειτονοῦσα ̓Ιταλοῖς καὶ Αφροις. Καρήνασ. κορυφὰς, κεφαλὰς, ἀκρωτήρια. Κάσση καὶ κασσωρίσ. ἡ πόρνη. Κασσία. φλοιός τις λεπτότατος καὶ εὐώδης, ξυλώδει κάρφει περιτεινομένη. Κάλχη. βοτάνη τις, δι' ης ἡ πορφύρα βάπτεται. Κατὰ πρόσκλησιν. κατὰ χάριν, κατὰ προσωποληψίαν. Κατὰ συναίρεσιν. κατὰ συνάφειαν. Καταιγίσ. ἐπιφορὰ ἀνέμου σφοδρά. λέγεται δὲ καὶ ἡ τῶν ὑδάτων ζάλη. Κατ' εἰκόνα. τὸ νοερὸν καὶ αὐτεξούσιον. kappa.1153 Κατηγορία. λόγος λέγων τὶ κατά τινος η ἀπό τινος. Κατὰ φύσιν. τὸ κοινῶς ὁρώμενον ἐν τῷ γένει συστατικὸν τῆς οὐσίας. Κατάφασισ. δόξα ηγουν κατηγορία περί τινος λεγομένη. οιον· ὁ ποταμὸς ἀνέρχεται. η ὁ αρχων εἰσέρχεται. η κατάφασίς ἐστι λόγος τινὸς ἀποφαντικὸς κατά τινος. οιον· Σωκράτης φιλόσοφός ἐστι. καὶ ἰδοὺ ἐπάνω Σωκράτους τὴν φιλοσοφίαν κατηγόρησεν. η κατάφασίς ἐστι λόγος ἀποφαντικός τινος κατά τινος. πᾶσα δὲ κατάφασις η ἀλήθειαν σημαίνει η ψεῦδος. οιον· Σωκράτης φιλόσοφός ἐστι. καὶ ἰδοὺ ἀλήθεια. εἰ δέ· Σωκράτης ἰδιώτης ἐστὶ, ψεῦδος. οὐδὲν δὲ ετερον ἐστὶν ἡ ἀπόφασις εἰ μὴ κατάφασις μετὰ τῆς οὐ ἀρνήσεως. οιον· Σωκράτης φιλόσοφός ἐστι. Σωκράτης φιλόσοφος οὐκ εστι. καὶ ἰδοὺ χωρὶς τοῦ οὐ καὶ αὐτὸ καὶ αὐτό ἐστιν. ἐξ ἀνάγκης ουν πᾶσα ἀπόφασις η ἀλήθειαν η ψεῦδος δηλοῖ. οιον· Σωκράτης φιλόσοφος οὐκ εστι· ψεῦδος. Σωκράτης ἰδιώτης οὐκ εστιν· ἀλήθεια. ἡνίκα δὲ ἡ οὐ αρνησις τῷ τρόπῳ συνάπτεται, κατάφασιν ποιεῖ. οιον· Σωκράτης καλῶς διδάσκει. ἰδοὺ κατάφασις αὐτότροπος. πάλιν· Σωκράτης οὐ καλῶς διδάσκει. καὶ ἰδοὺ τοῦτο οὐ συνῆψε τῷ τρόπῳ, καὶ ἐγένετο ἀπόφασις. ῥητέον ουν τὴν κατάφασιν λόγον ἀποφαντικὸν τινὸς κατά τινος· τὴν δὲ ἀπόφασιν ἐκ τοῦ ἐναντίου· ἀποφαντικὸς τινὸς ἀπό τινος. οιον· Σωκράτης οὐ καλῶς διδάσκει. διὰ τὸ εἰπεῖν οὐ, ἀπὸ Σωκράτους ἀπῇρεν. Κατηγορία. ἡ κατηγορία οὐ πάντως ἐπὶ κακῷ λέγεται, ἀλλὰ καὶ ἐπὶ ἀγαθῷ. κατηγορία ἐστὶ πᾶσα περὶ οἱουδήποτε πράγματος ὁριστικὴ εμkappa.1154 φασις. οιον· ὁ θεὸς ἀγαθὸς φύσει· ὁ διάβολος πανοῦργος· δολερὸν ἡ ἀλώπηξ· κλεπτικὸν ἡ