253
εὐθέως θορυβεῖ καὶ κυματοῦται. Μὴ οὖν ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Καὶ γὰρ ὅπου εἰρήνη, ἐκεῖ καὶ πάντα τὰ ἀγαθά· ὅπου εἰρήνη, καὶ σωφροσύνη λάμπει. Ὅπου ὁμόνοια, ἐγκράτεια στεφανοῦται. Ὅπου δὲ πόλεμος, καὶ σωφροσύνη ἀποτέμνεται. Παῦλος ὁ νυμφαγωγὸς τῆς οἰκουμένης οὐκ αἰσχύνεται λέγων· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Καὶ γὰρ ὁ ∆εσπότης αὐτοῦ εἰς γάμον παρεγένετο, τῇ ἑαυτοῦ παρουσίᾳ τὸν γάμον τιμῶν, καὶ δῶρα προσήνεγκεν· τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. ∆ράμε ὅσον δύνῃ· ὅταν ἀτονήσῃς, λάβε φάρμακον τὴν συνουσίαν, ἵνα μὴ πειράσῃ ὑμᾶς ὁ Σατανᾶς. Ἕκαστος οὖν ἐχέτω τὴν ἰδίαν γυναῖκα. Τρία γάρ ἐστι ταῦτα, 96.260 παρθενία, γάμος, πορνεία. Παρθενία ἄνω, γάμος μέσος, πορνεία κάτω· παρθενία στέφανον ἔχει, γάμος ἔπαινον σύμμετρον, πορνεία κόλασιν καὶ τιμωρίαν. Βλέπε οὖν εἰ ἐγκρατεύῃ, εἰ δύνασαι τοῦ σώματος τὴν ἀσθένειαν ἐνέγκαι· μὴ θέλε ὑπὲρ τὸ μέτρον ἀναβῆναι, ἵνα μὴ παρὰ τὸ μέτρον καταβῇς. Ὥσπερ οὖν ὁ μέλλων κολυμβᾷν, τοσοῦτον εἰσέρχεται, ὅσον δύναται ἐξελθεῖν, καὶ ὅταν εἰσέρχεται, ἐννοεῖ τὸ πόσον δύναται ἐξελθεῖν· οὕτω καὶ σὺ τοσοῦτον σωφρόνησον, ὅτι δύνασαι ὑπομεῖναι, ἵνα μὴ παρὰ τὸ μέτρον σπουδάζων, ἐκπέσῃς ὅλως. Παγὶς μεγίστη, κάλλος γυναικός· μᾶλλον δὲ οὐχὶ κάλλος, ἀλλ' ἡ ἀκόλαστος ὄψις. Μὴ γὰρ δὴ πράγματα διαβάλλομεν μόνον, ἀλλ' ἡμᾶς καὶ τὴν ἡμετέραν ῥᾳθυμίαν. Μηδὲ λέγωμεν, Μὴ ἔστωσαν γυναῖκες, ἀλλὰ λέγωμεν, Μὴ ἔστωσαν μοιχοί. Οὐδὲν δυσωδέστερον ἐμπαθοῦς ψυχῆς. Κυνὶ ἔοικεν ἡ ἡδονὴ, ἄνθρωπε. Ἐὰν διώξῃς, φεύγει· ἐὰν θρέψῃς, παραμένει. Φεῦγε τὴν τέρψιν διὰ τὴν θλῖψιν, μὴ τοῖς σοῖς μέλεσι κατὰ σοῦ ὡς βέλεσι χρήσηται ὁ διάβολος. Μητρόπολις τῶν κακῶν ἡ ἡδονή. Πορνείας ἤδη πολλάκις τρεῖς τὰς ἀνωτάτω διαφορὰς παρεστήσαμεν κατὰ τὸν Ἀπόστολον, φιληδονίαν, φιλαργυρίαν, εἰδωλολατρίαν. Ὁ αὐτὸς διάβολος καὶ ἄγριον ἔρωτα ὑποβάλλει. Ὁ αὐτὸς καὶ μετὰ τὸ ποιῆσαι τὴν μοιχείαν, ἔσθ' ὅτε μίσος ἀφόρητον ἐμποιεῖ, οὐ πρὸς μετάνοιαν ἀγαθὴν, ἀλλὰ πρὸς μιαιφονίαν χειραγωγῶν. Ὅθεν τινὲς μετὰ τὸ μοιχεῦσαι, ξίφει ἐχειρώσαντο πολλάκις τὴν μοιχευθεῖσαν. Οὐ πάντες οἱ δαίμονες τὰ αὐτὰ ἐπιτηδεύματα, ἢ τὰς τοιαύτας πονηρὰς λειτουργίας ἐπιτάσσονται παρὰ τοῦ διαβόλου. Ἄλλος γὰρ ἄλλην βδελυρὰν καὶ θεοστυγῆ διακονίαν πεπίστευται. Καὶ οὗτοι μὲν βλασφημίας λογισμοὺς ταῖς τῶν ἀνθρώπων καρδίαις ἐγγλύφουσιν· ἐκεῖνοι δὲ αἰσχρὰς ἐπιθυμίας ὑποτίθενται τῇ ψυχῇ· καὶ ἄλλοι μὲν εἰς κενοδοξίαν, καὶ φθόνον, καὶ θυμὸν, καὶ τὰ ἑξῆς διεγείρειν εἰώθασιν· ἄλλοι δὲ τοῖς αἱρετικοῖς τὰς ὕλας τῶν νοημάτων χορηγοῦσιν· ἄλλοι δὲ περὶ γαστρομανίαν, καὶ μέθην, καὶ πορνείαν σχολάζουσι. Καὶ ἕτεροι δαίμονες διὰ τῶν ἐνυπνίων ἐξαπατῶσι καὶ χλευάζουσιν· ἕτεροι δὲ τὰς ἡδονὰς τῶν ἀνθρώπων ἐμβάλλουσι τοῖς σώμασι, καὶ 96.261 πάντα τὰ μέλη τῇ ἀθεσμίᾳ καχλάζειν καὶ κυματοῦσθαι ποιοῦσιν, καὶ ὀμίχλης, καὶ ζόφου πληροῦσι τὰς αἰσθήσεις. Καὶ οὗτοι μὲν τοῖς ἐπαοιδοῖς καὶ φαρμακοῖς, καὶ τοῖς ἐπικαλοῦσι συμπράττουσι καὶ συνεπισχύουσιν· ἐκεῖνοι δὲ τοῖς μάντεσι μᾶλλον συνήδονται, καὶ συντρέχουσι, καὶ διατρίβουσι. Ἁπλῶς εἰπεῖν, ἕκαστον τάγμα δαιμόνων ἰδίαν τινὰ κεκλήρωται διακονίαν καὶ πραγματείαν ψυχοβλαβῆ. Χορηγία πονηρὰ τοῖς πάθεσι γίνεται, ἡ τῶν θηλειῶν ἰδία καὶ συχνὴ συντυχία. Εὐκόλως τῇ πορνείᾳ ὑποβρύχιος γίνεται, ὁ μὴ περιφεύγων τὰ εὔοπλα πρόσωπα, ἀλλ' ἡδέως καθορῶν αὐτά. ΤΙΤΛ. ΙΒʹ. -Περὶ πείρας καὶ ἀπειρίας. «Ἐνέδυσε Σαοὺλ τὸν ∆αβὶδ μανδύαν, καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ ἔζωσε ∆αβὶδ τὴν ῥομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ, καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δὶς, ὅτι ἄπειρος ἦν. Καὶ εἶπε ∆αβὶδ πρὸς Σαούλ· Οὐ μὴ δυνήσωμαι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι.» «Ἐν πολλῷ χρόνῳ σοφία· ἐν δὲ μακρῷ βίῳ ἐπιστήμη.» «Οὐχ οἱ πολλοὶ χρόνοι εἰσὶ σοφοὶ, οὐδὲ οἱ γέροντες ἴσασι κρίσιν.» «Εἰ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν.» «Στέφανος γερόντων πολυπειρία.» «Ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.» Ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν· ὃς δὲ οὐκ ἐπειράσθη,