253
80.1749 μαʹ. "Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας." Τὰ γὰρ πάλαι πτωχεύσαντα ἔθνη τῆς θείας ἐπικου ρίας ἀπήλαυσαν, καὶ τὸν πνευματικὸν ἐκτήσαντο πλοῦτον. "Καὶ ἔθετο, ὡς πρόβατα, πατριάς." Ὁ δὲ Ἀκύλας οὕτως· Καὶ ὑπερεπαρεῖ πτωχὸν ἐκ πε νίας, καὶ θήσει ὡς ποίμνιον συγγενείας. Ὡς προβάτων γὰρ τῶν ἰδίων ἐπιμελεῖται, καὶ ὡς συγ γενῶν κατὰ σάρκα προμηθεῖται καὶ κήδεται. μβʹ. "Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὑτῶν." Ταῦτα γὰρ ὁρῶντες οἱ μὲν εὐθύτητι λογισμῶν κεχρημένοι, θυμηδίας ἐμπίμπλανται· οἱ δὲ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῇν προαιρούμενοι, κύπτειν εἰς γῆν, καὶ σιγᾷν ἀναγκάζονται, τῇ δικαίᾳ χαλινούμενοι ψήφῳ. μγʹ. "Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συν ήσει τὰ ἐλέη τοῦ Κυρίου;" Οὔτε γὰρ τὸ συνιέ ναι καὶ διαγνῶναι τὰς φιλανθρώπους τοῦ Σωτῆρος οἰκονομίας, οὔτε φυλάξαι τὰς θείας νομοθεσίας παντός· ἀλλὰ τοῦ σοφίᾳ καὶ συνέσει χρωμένου, καὶ βοῶντος πρὸς τὸν ∆εσπότην· "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου."
ΕΡΜΗΝ. ΤΟΥ ΡΖʹ ΨΑΛΜΟΥ. αʹ. "Ὠδὴ ψαλμοῦ τῷ ∆αβίδ." Καὶ οὗτος ὡσαύτως ὁ ψαλμὸς καὶ τὴν Ἰουδαίων
ἐπάνοδον προθεσπίζει, καὶ τῶν ἐθνῶν προαγορεύει τὴν σωτηρίαν· πολλὴν δ' ἔχει τὴν συγγένειαν πρός τε τὸν νʹ καὶ πρὸς τὸν νθʹ ψαλμόν. βʹ. "Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου." Καὶ ἤδη προειρήκαμεν, ὡς δόξαν οἰκείαν ὁ προ φήτης τὴν προφητικὴν χάριν καλεῖ. Τῇ τῆς προ φητείας, φησὶ, χρώμενος μελῳδίᾳ, λέγω σοι τῷ ∆εσπότῃ, ὡς εὐρεῖαν ἔχω τὴν καρδίαν μου, καὶ ἑτοίμην εἰς ὑποδοχὴν τῆς θείας σου χάριτος. γʹ, δʹ. "Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν." Ψαλτήριον καὶ κιθάραν ἑαυτὸν ὁ προ φήτης καλεῖ. Ὡς ἐν ὀργάνῳ γὰρ μουσικῷ, τοῦ Πνεύματος ἡ χάρις ἐν αὐτῷ τὴν προφητικὴν ἀν εκρούετο μελῳδίαν. ∆ιεγείρας τοίνυν ἑαυτὸν εἰς ὑμνῳδίαν τοῦ ∆εσπότου, ἀποκρίνεται πάλιν, καὶ ὑπισχνεῖται ὄρθρου τοῦτο ποιήσειν. Ἅτε δὴ τηνι καῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν ὕμνον, ἀλλὰ μετὰ μυρίων ἐθνῶν καὶ λαῶν τὴν θείαν ᾠδὴν ποιη 80.1752 σάμενος· ὄρθρον δὲ καλεῖ, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν. Ἐξ ἐκείνου γὰρ ἀνέτειλε τῆς ἀληθείας τὸ φῶς· ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν τοῖς ἁπάντων ἀνθρώπων στόμασιν ὁ μακάριος ᾄδει ∆αβὶδ, καὶ τὰς θείας εὐεργεσίας ὑμνεῖ. εʹ. "Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου." Νικᾷ τῶν οὐρανῶν τὰ κύτη τοῦ σοῦ ἐλέους τὸ μέγεθος· παν ταχόσε τῆς σῆς ἀληθείας αἱ ἀκτῖνες διέδραμον. Καὶ ἤδη δὲ εἰρήκαμεν, ὡς νεφέλας τοὺς προφήτας, καὶ τοὺς ἀποστόλους, καὶ τοὺς διδασκαλικῆς χάρι τος τετυχηκότας καλεῖ. ∆ιὰ τούτων γὰρ, ὥσπερ διά τινων νεφελῶν, τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρει· δι' αὐτῶν τὰ ἀληθῆ με μαθήκαμεν δόγματα. ʹ. "Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου." Τοῦτο καὶ ὁ μα κάριος ἔφησεν Ἀββακούμ· "Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ." Τοῦτο καὶ ὁ μακάριος ∆αβὶδ ἐν τῷ ὀγδόῳ ἔφη ψαλμῷ· "Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγα λοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν." Τὸ οὖν, ὑψώθητι, ἀντὶ τοῦ, δείχθητι ὑψηλὸς, καὶ πάντων ὑπέρτερος, καὶ πᾶσα ἡ γῆ μαθέτω τὴν σὴν δόξαν. ζʹ. "Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου." ∆είξει δέ σου πᾶσιν ἀνθρώποις τὴν δύναμιν τῶν τῆς σῆς οἰκειώ σεως ἀξιωθέντων ἡ σωτηρία· δέξαι μου τοίνυν τὴν ἱκετείαν, καὶ τὴν σὴν ὄρεξον δεξιάν. ∆εξιὰν δὲ κα λεῖ τὴν ἀγαθὴν ἐνέργειαν. ηʹ. "Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ." Ἀντὶ τοῦ, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος. "Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω." Οὗπερ ᾔτησεν ὁ προφήτης