254
καὶ ὠθισμῷ τοσούτῳ χρήσασθαι καὶ βίᾳ, ὥστε μικροῦ μὲν δεῆσαι ἀνα 2.171 τρέψαι, ὅμως ὑπὸ ῥύμης καταναγκάσαι ἐπὶ γόνυ τε κλιθῆναι θατέρου τῶν ποδῶν καὶ τὴν λαιὰν χεῖρα προσερείσαντα τῇ γῇ, ἀντέχειν πρὸς τοὺς ὠθισμούς. ἐκεῖνον δὲ, καίτοι πολλὰ μογήσαντα, μηδὲν πλέον δυνηθῆναι. σὲ δὲ τοῦ πτώματος ἐξαναστάντα, χρήσασθαι ῥοπάλῳ καὶ πολλάκις αὐτοῦ τῆς κεφαλῆς κατενεγκεῖν, μὴ ἀντισχόντα δὲ πρὸς τὰς πληγὰς εἰς τὴν γῆν καταῤῥυῆναι· σὲ δὲ αὖθις ξυρῷ τὴν κεφαλὴν τοῦ σώματος ἀποτεμεῖν. ἡ μὲν οὖν ὅρασις, ἔφη, τοιαύτη ἦν. ἐγὼ δ' ἐξετάζων ἐπ' ἐμαυτοῦ πρὸς ὅ,τι τὰ τοιαῦτα φέρει, πόλεμόν τινα ἐκεῖνον οἴομαι ἐνστήσεσθαι πρὸς σὲ καὶ κινδύνους μεγάλους καὶ πολλοὺς ἂν ἐπενεγκεῖν· τὴν δὲ νίκην μετὰ τοὺς κινδύνους σοὶ παρέξεσθαι τὸν θεόν. διὸ χρὴ μὴ ῥᾳθυμεῖν, ἀλλὰ φυλάττεσθαι τὸν ἄνδρα.» τοιαῦτα μὲν περὶ τοῦ ἀρχιερέως διεξῆλθεν ὁ βασιλεύς. οἱ παρόντες δὲ καὶ τοῦ περὶ τοῦ σύκου παραδείγματος ἀκούσαντες μᾶλλον ἐπεῤῥώσθησαν πρὸς ἃ ἐπεσημήναντο ἐκ τῶν λογίων καὶ τῆς τῶν ἐνδυμάτων ἀσυμμετρίας. ὥσπερ γάρ τισι χρησμοῖς τοῖς ἐκείνου προσεῖχον λόγοις, ἡνίκα περὶ τῶν μελλόντων διεξῄει τι, οὐ μόνον διὰ τὸ πολλὰ πολλάκις τῶν ἐσομένων ἀπταίστως προειπεῖν, ἀλλ' ὅτι καὶ τεράστιά τινα εἰργασμένος ἦν, ἃ θεῷ μόνῳ δυνατὰ καὶ τοῖς ἐκείνῳ διὰ τὴν κάθαρσιν καὶ πολιτείας ὕψος ᾠκειωμένοις. ἐν οἷς τι φέρεται καὶ τοιοῦτον, ὃ ῥᾳστώνης χάριν διηγήσομαι. τῶν παρὰ ∆ιδυμοτείχῳ πολιτευομένων τις οὐ τῶν ἀσήμων ὑπώπτευε παρά του τὸν γάμον διε 2.172 φθάρθαι καὶ οὐχ ἡμάρτανε τῶν λογισμῶν· διέφθαρτο γάρ. τὴν ὑποψίαν δὲ μὴ φέρων ὑπὸ ζηλοτυπίας στέγειν σιγῇ, πίστεις ᾔτει τὴν γυναῖκα, αἳ δυνήσονται πείθειν, ὡς μὴ εἴη ἅπερ ὑπενόει ἀληθῆ, ἢ τὰ δεινότατα ἠπείλει διαθήσειν, οὕτως ἐξυβρικυῖαν εἰς τοὺς γάμους. αἱ πίστεις δὲ ἦσαν, σίδηρον αὐτὴν ἐπὶ τὼ χεῖρε δέξασθαι ἐκφλογωθέντα. ἄλλως γὰρ πείθεσθαι μὴ δύνασθαι. ἡ γυνὴ δὲ τό,τε τὰ εἰργασμένα ἐξαγγέλλειν συνορῶσα ὡς δεινὸν, θάνατος γὰρ ἦν ἡ ζημία τῆς εἰς τὸν ἄνδρα ἀδικίας, τό,τε τοῦ σιδήρου ἅπτεσθαι ἔλεγχον τῆς ἀτοπίας οἰομένη φανερὸν καὶ ἀμφοτέρωθεν εἰς ἀπορίαν ἐσχάτην συνελαυνομένη, ἐπὶ τὸν μέγαν ἐκεῖνον ἀρχιερέα καταφεύγειν ἔγνωκε δεῖν. προσελθοῦσα δὲ καὶ πάντα ἀπαγγείλασα, ἐδεῖτο προστῆναί οἱ καὶ μὴ περιιδεῖν, ὑπὸ κακοβουλίας ἐσχάτοις κακοῖς περιπεσοῦσαν, ἀλλὰ τὸν ἄνδρα πείθειν τῆς πείρας ἀποσχέσθαι, διδάσκοντα ὑπὲρ αὐτῆς, ὡς οὐδὲν εἴη τῶν ὑποπτευομένων εἰργασμένη. τοῦ δὲ, εἰ μετάνοιά τις αὐτὴν εἰσίοι πρὸς τὴν ἀκολασίαν καὶ εἰ σωφρονεῖν τὸν ἐπίλοιπον βίον ἐπαγγέλλοιτο, πυνθανομένου, ὡς εἶδε πολλὰς δακρύων καταχέουσαν πηγὰς καὶ μηδέποτε τοιαῦτα τολμήσειν αὖθις ἰσχυριζομένην, ἀλλὰ καὶ τῶν ἡμαρτημένων διδόναι δίκας ἀξιοῦσαν, πολλὰ περὶ σωφροσύνης πρότερον διαλεχθεὶς καὶ τοῦ μὴ δεῖν εἰς τὸν ἄνδρα παρανομεῖν, ἔπειτα ἐκέλευεν ἅπτεσθαι τοῦ σιδήρου, ὥσπερ ὁ ἀνὴρ ἠξίου καὶ τοῦ πυρὸς κατατολμᾷν. ἡ δὲ ἐπανελθοῦσα πρὸς τὸν ἄνδρα, 2.173 ἐδεῖτο τὴν βάσανον προσάγειν. ἐκεῖνος δὲ, καὶ γὰρ οὐκ ἠνείχετο μὴ ἔκ τινος ἀναμφιβόλου τὴν περὶ τὴν γυναῖκα ὑποψίαν ἀποτρίβεσθαι, μόνην ἔνδον ἱεροῦ τινος παραλαβὼν καὶ σίδηρον, ὡς μάλιστα ἐνῆν, ἀπηνθρακῶσθαι πυρὶ παρασκευάσας, ἔπειτα λαβόμενος διὰ πυράγρας, ἐπέθηκε ταῖς χερσὶ τῆς γυναικός. καὶ τὸν ἱερὸν ἐκέλευε σκίμποδα περιιέναι τρίς. ἐπεὶ δὲ περιῆλθεν ἀπαθῶς κατέχουσα, ὡς μηδὲ τὴν ἀρχὴν προσομιλήσαντα πυρὶ, τὴν δύναμιν τῆς ἀληθείας θαυμάσας ὁ ἀνὴρ καὶ τὴν περὶ τὴν γυναῖκα ὑποψίαν ἀποσκευασάμενος, ἐκέλευε τὸν σίδηρον ἐπὶ τοῦ σκίμποδος τιθέναι. ἐπεὶ δὲ ἔκειτο, ὑπὸ τῆς ἄγαν πυρακτώσεως τὸν σκίμποδα διατρήσας, κατέπεσεν ἐπὶ τὴν γῆν. τοιαύτης ἦν χάριτος ἠξιωμένος ὁ ἀνὴρ καὶ πολλὰ θαυμασιώτερα κατεπράξατο, ὡς ὕστερον ἐπιμνησόμεθα κατὰ καιρόν. κηʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς εἰς τὴν ὑστεραίαν μετὰ τὴν ἀνάῤῥησιν ἐκκλησίαν συναθροίσας ἔκ τε τῆς στρατιᾶς καὶ τῶν συγκλητικῶν ὅσοι παρῆσαν, «ἄνδρες» εἶπε «Ῥωμαῖοι, καίτοι καὶ πρότερον πολλάκις τὴν περὶ βασιλίδα καὶ βασιλέα τὸν υἱὸν ἐμὴν εὔνοιαν