254
ἱπποκράτησέ τις, ἱππικόν τι ἐξετετύπωτο. ὁ δὲ πολίτην τινὰ ἐκ μάχης η ἑτέρου κινδύνου η ἐκ πολιορκίας σώσας μέγιστόν τε ειχε τὸν επαινον καὶ ἐλάμβανε στέφανον γινόμενον ἐκ δρυός, ος πολὺ πάντων καὶ τῶν ἀργυρῶν καὶ τῶν χρυσῶν ὡς ἐντιμότερος προτετίμητο. καὶ οὐ κατ' ανδρα μόνον ἀριστεύσαντα ταῦτα ἐδίδοτο, ἀλλὰ καὶ λόχοις καὶ στρατοπέδοις ολοις παρείχετο. καὶ τῶν λαφύρων πολλὰ μὲν τοῖς στρατευσαμένοις διανενέμητο· ηδη δέ τινες καὶ παντὶ 2.150 τῷ δήμῳ διέδοσαν καὶ ἐδαπάνων εἰς τὴν πανήγυριν καὶ ἐδημοσίευον, καὶ ει τι περιελέλειπτο, εἰς ναούς, εἰς στοὰς η καί τι ετερον δημόσιον εργον ἀνήλισκον. Ταῦθ' ὁ πομπεὺς ποιήσας εἰς τὸ αρμα ἀνέβαινε. τὸ δὲ δὴ αρμα ουτ' ἀγωνιστηρίῳ ουτε πολεμιστηρίῳ ην ἐμφερές, ἀλλ' ἐς πύργου περιφεροῦς τρόπον ἐξείργαστο. καὶ οὐ μόνος ην ἐν τῷ αρματι, ἀλλ' αν γε καὶ παῖδας η συγγενεῖς τινας ειχε, κἀκείνων τὰς μὲν κόρας καὶ τὰ αρρενα τὰ νεογνὰ ἐν αὐτῷ ἀνεβίβαζε, τοὺς δὲ ἁδροτέρους ἐπὶ τοὺς ιππους τούς τε ζυγίους καὶ τοὺς σειραφόρους ἀνετίθετο· εἰ δὲ πλείους ησαν, ἐπὶ κελήτων τῷ πομπεῖ παριππεύοντες συνεπόμπευον. τῶν δ' αλλων οὐδεὶς ὠχεῖτο, ἀλλ' ἐστεμμένοι δάφνῃ πάντες ἐβάδιζον. οἰκέτης μέντοι δημόσιος ἐπ' αὐτοῦ παρωχεῖτο τοῦ αρματος, τὸν στέφανον τῶν λίθων τῶν χρυσοδέτων ὑπερανέχων αὐτοῦ, καὶ ελεγε πρὸς αὐτόν "ὀπίσω βλέπε," τὸ κατόπιν δηλαδὴ καὶ τὰ ἐφεξῆς προσκόπει τοῦ βίου, μηδ' ὑπὸ τῶν παρόντων ἐπαρθῇς καὶ ὑπερφρονήσῃς. καὶ κώδων ἀπήρτητο καὶ μάστιξ τοῦ αρματος, ἐνδεικτικὰ τοῦ καὶ δυστυχῆσαι αὐτὸν δύνασθαι, ωστε καὶ αἰκισθῆναι η καὶ δικαιωθῆναι θανεῖν. τοὺς γὰρ ἐπί τινι ἀτοπήματι καταδικασθέντας θανεῖν νενόμιστο κωδωνοφορεῖν, ινα μηδεὶς βαδίζουσιν αὐτοῖς ἐγχριπτόμενος μιάσματος ἀναπίμπληται. ουτω δὲ σταλέντες εἰσῄεσαν εἰς τὴν πόλιν, εχοντες προπέμποντα σφῶν τὰ σκῦλά τε καὶ τὰ τρόπαια, καὶ ἐν εἰκόσι τά τε αἰχμάλωτα φρούρια ἠσκημένα, πόλεις τε καὶ ορη καὶ ποταμούς, λίμνας, θαλάσσας, τά τε σύμπαντα οσα ἑαλώκεσαν. καὶ εἰ μὲν μία ἡμέρα ην ἐξαρκοῦσα πρὸς τὴν τούτων πομπήν· εἰ δὲ μή, καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἐπέμπετο. προδιελθόντων δ' ἐκείνων ουτως ὁ πομπεὺς 2.151 εἰς τὴν ̔Ρωμαίαν κομισθεὶς ἀγοράν, καὶ τῶν αἰχμαλώτων τινὰς εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι καὶ θανατωθῆναι κελεύσας, ἀνήλαυνεν εἰς τὸ Καπιτώλιον, καί τινας ἐκεῖ τελετὰς πληρώσας, καὶ προσαγαγὼν ἀναθήματα, καὶ παρὰ ταῖς ἐκεῖ δειπνήσας στοαῖς, πρὸς ἑσπέραν οικαδε μετ' αὐλῶν καὶ συρίγγων ἀπήρχετο. τοιαῦτα μὲν ησαν πάλαι τὰ νικητήρια· αἱ δὲ στάσεις αι τε δυναστεῖαι πλεῖστα ἐνεωτέρισαν ἐπ' αὐτοῖς. Εἰ δὲ καί, ὡς ηδη ἱστόρηται, ὁ δῆμος ἐμίσει τὸν Κάμιλλον, ἀλλ' ὁ πρὸς Φαλίσκους πόλεμος ἠνάγκασε χιλίαρχον ψηφισθῆναι αὐτόν. καὶ αὐτοὺς μὲν ἐνίκησαν μαχεσάμενοι, πολιορκοῦντες δὲ πόλιν αὐτῶν ἐρυμνὴν Φαλερίους ὠνομασμένην οὐδὲν ηνυον. ουτω γὰρ τῆς πολιορκίας οἱ τῆς πόλεως κατεφρόνουν ὡς καὶ τοὺς παῖδας αὐτῶν παρὰ τὰ τείχη περιπατήσοντας μετὰ τοῦ διδασκάλου καὶ γυμνασομένους φοιτᾶν. καὶ καν ἀπέστησαν τῆς πολιορκίας, εἰ μή τι συμβέβηκεν. ουτος γὰρ ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς πολίταις η δι' ὀργήν τινα η κέρδους ἐλπίδι ἡμέρας ἑκάστης ἐξῆγε τοὺς παῖδας ἐπὶ τὸ τεῖχος, ἐγγὺς τὸ πρῶτον, καὶ εἰσῆγεν αυθις αὐτοὺς γυμνασαμένους εὐθύς· τέλος δ' εἰς τοὺς προφύλακας τῶν ̔Ρωμαίων ἐνέβαλεν απαντας καὶ αγειν ἐκέλευσε πρὸς τὸν Κάμιλλον, καὶ παραστὰς αὐτῷ πᾶσαν ειπε παραδιδόναι τὴν πόλιν διὰ τῶν παίδων. ἐκεῖνος δὲ δεινὸν τὸ εργον ἡγησάμενος, καὶ ἀρετῇ φήσας ἰδίᾳ τὸν μέγαν στρατηγόν, ἀλλ' οὐκ ἀλλοτρίᾳ κακίᾳ θαρροῦντα χρῆ2.152 ναι στρατεύειν, προσέταξε γυμνῶσαι μὲν τὸν διδάσκαλον καὶ δεσμῆσαι τὰς χεῖρας οπισθεν, τοῖς δὲ παισὶ ῥάβδους δοῦναι καὶ μάστιγας, ινα ταύταις τὸν προδότην τύπτοντες εἰς τὴν πόλιν ἐλαύνωσι. τῶν δὲ πολιτῶν αρτι γνόντων τὴν προδοσίαν δρόμος ην ἐπὶ τὰ τείχη καὶ θρῆνος ἀνδρῶν τε καὶ γυναικῶν. ουτω δὲ διακειμένων αὐτῶν προσῆγον οἱ παῖδες γυμνὸν τὸν διδάσκαλον. οπερ ἰδόντες οἱ Φαλίσκοι καὶ μαθόντες οπως ἐγένετο, φέροντες ἑαυτοὺς ἐθελονταὶ