254
γαλῆ. Καταφθορά. ἡ παντελὴς ἀπώλεια. διαφθορὰ δὲ, οταν αλλη οὐσία δι' ἑτέρας ἀφανίζηται, ωσπερ τὸ σῶμα ὑπὸ σκωλήκων. Κατάγνωσισ. ἡ κατὰ γνῶσιν λαβὴ τοῦ ταύτην διαμαρτόντος. Κάχρυσ. τὰς ἀληλεσμένας κριθάς. Καιρία. ἡ ἀπειλοῦσα θάνατον πληγή. Καινοτομία. τὸ κατὰ πάντα τρόπον παρηλλαγμένον τῆς κοινῆς φύσεως, καὶ ἐν μηδενὶ τῇ τῶν ἀνθρώπων συνηθείᾳ ἐξομοιούμενον. τοῦτον δὲ τὸν ορον ἀναγκαῖον ἐπίστασθαι διὰ τοὺς κακῶς νοοῦντας τὴν καινοτομίαν ἐν Χριστῷ. εἰ γὰρ ἐκαινοτόμησε τὴν φύσιν ἀσπόρως γεννηθεὶς, ἀλλ' ομως μετὰ τὸν τόκον τὴν αυξησιν τῆς ἡλικίας, καὶ τὰ πολλὰ τὰ ἐν τῷ σώματι, καὶ τὰς εἰσκρίσεις καὶ τὰς ἐκκρίσεις, καὶ περιτομὴν καὶ μετάστασιν, καὶ τὸ ειδος καὶ τὰ μέλη, καὶ τὰς ἐκφύσεις τῶν τριχῶν καὶ ὀδόντων καὶ ὀνύχων, καὶ ψελλισμάτων καὶ νηπίων περιπάτου, πάντα ταῦτα οὐ κατὰ καινοτομίαν εσχεν, ἀλλὰ καθ' ὁμοιότητα ἡμῶν χωρὶς ἁμαρτίας, ὡς Παῦλος βοᾷ ὁ Χριστοκήρυξ ̓Απόστολος. Κάπη. ἡ φάτνη. παρὰ τὸ κάπτειν, τὸ ἐσθίειν, γέγονε κάπτη καὶ κάπη. η παρὰ τὸ κάπος, κάπη. κάπος δέ ἐστι τὸ πνεῦμα. ἡ ὑπὸ τῶν ἀσθμάτων τῶν ιππων καταπνεομένη. η παρὰ τὸ ἐσκάφθαι καὶ κοιλάνθαι. Καβησόσ. πόλις Θρᾴκης. ἀπὸ Καβησοῦ τινός. Κακκάβη. σκεῦος πρὸς εψησιν ἐπιτήδειον. παρὰ τὸ κάπτω, τὸ κοιλαίνω. ἀφ' ου ῥηματικὸν kappa.1155 ονομα κάβη, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν τοῦ κ, κάκκαβος. ἀναλογώτερον δὲ θέλουσι λέγειν ἡ κάκκαβος, θηλυκόν· τὸ γὰρ ἀρσενικὸν παντελῶς ἀδόκιμον. ουτως Ωρος ὁ Μιλήσιος. Κακόχαρτοσ. ἡ ἐπὶ κακῷ χαίρουσα. η ἐφ' ῃ οἱ κακοὶ χαίρουσιν. ̔Ησίοδος· μὴ δέ σ' ερις κακόχαρτος ἀπ' εργου θυμὸν ἐρύκοι. Καλάβροπα. τὴν ποιμενικὴν ῥάβδον. παρὰ τὸ ῥέπειν τὸ κάλον εἰς εν μέρος, ἐν ῳ ἐστι τὸ παχύ. καὶ ἡ καλουμένη κορδύλη. Καλιά. ἡ φωλεὰ, η ἡ ἐκ κάλων, ο ἐστι ξύλων, κατασκευαζομένη οἰκία, μήπω εὑρεθέντων λίθων εἰς ἐργασίαν. καταχρηστικῶς δὲ ἡ ἐπὶ τῶν λίθων τῶν οἰκιῶν. ̔Ησίοδος· μηδ' ἀναβάλλεσθαι εἰς αυριον εστ' εννηφι. οὐ γὰρ ἐτωσιεργὸς ἀνὴρ πίμπλησι καλιήν. Καλλιπάρηον. παρὰ τὸ κάλλος καὶ τὸ παρειά. καλλιπάρηον κατὰ τροπὴν βοιωτικὴν τῆς ˉεˉι διφθόγγου εἰς ˉη. τὸ δὲ παρειὰ διὰ τῆς ˉεˉι διφθόγγου. τὰ γὰρ διὰ τοῦ ˉεˉιˉα τρισύλλαβα διὰ τῆς ˉεˉι διφθόγγου γράφονται, οντα ὀξύτονα, οιον· φορβειὰ, παρειὰ, πλὴν τοῦ καλιά. πρόσκειται τρισύλλαβα διὰ τὸ ἱμονιά. kappa.1156 Κάλπη. ἡ ὑδρία. Κάλπις δὲ ποταμὸς Βιθυνίας, ι. Καλύβη. οἱονεὶ καλύφη τις ουσα. παρὰ τὸ καλύπτω, κατὰ τροπὴν τοῦ π εἰς φ. Κάμηλοσ. ἀπὸ τοῦ κάμπτειν τοὺς μηροὺς ἐν τῷ καθέζεσθαι, κάμηρός τις ουσα καὶ κάμηλος. Κάμινοσ. παρὰ τὸ ὑπομένειν καιομένην. Κάμπη. οτι τὰ μὲν τελευταῖα μέσον ἀποτείνει, τὰ δὲ πρὸς τῷ τραχήλῳ κάμπτει, καὶ ειθ' ουτως ἐπισύρει τὰ οπισθεν, κάμπτουσα ἑαυτήν. Καναχή. κτύπος. καὶ καναχίζειν. ἀπὸ τοῦ κενὸν ἀχεῖν. Κάππαρισ. οτι ἡ καλὴ καὶ πολλὴ ἐν κάμποις φύεται, οὐχ ουτως ἐν κρημνοῖς. ειη αν ουν κάμπαρις καὶ μεταβολῇ τοῦ μ εἰς π κάππαρις. ουτως Ωρος ὁ Μιλήσιος. Καπύη. πόλις ̓Ιταλίας, ην ̔Ρῶμος καὶ ̔Ρωμύ λος υἱοὶ Αἰνείου εκτισαν· ὡς φησὶ Κεφάλων ὁ Γεργήθιος. ουτως Ωρος ὁ Μιλήσιος. Κάρα. ἡ κεφαλή. ἀπὸ τοῦ κέρας, κέρα καὶ κάρα. ἀπὸ τοῦ τετριχῶσθαι κάρα ειρηται. κέρας γὰρ ἡ θρίξ. Καρίσ. παρὰ τὸ σκαίρω σκαρίς. η παρὰ τὸ κάρα καρίς. καὶ γὰρ ολη ἡ καρὶς σχεδὸν κεφαλή ἐστι. Καρόσ. σημαίνει τὴν θανατηφόρον μοῖραν. ἀπὸ τοῦ κὴρ κηρός· συστολῇ τοῦ ˉη καρός. διὰ τοῦ kappa.1157 κῆρ τὸ ˉη εἰς ˉα ἐτράπη καὶ οὐκ εἰς ˉε, ωσπερ φρὴν, φρενὸς, οτι οὐκ εστι τὸ καρὸς κατὰ ἀνάλογον κλίσιν, ἀλλὰ συστολῇ ποιητικῇ. καὶ τούτου χάριν οὐκ ἐφύλαξε τὴν ἀκολουθίαν τοῦ φρὴν, φρενός. Καστανία.* πόλις Μαγνησίας. Κασσαβάσ. ἡ πόρνη. παρὰ τὸ καλεῖν καὶ σοβεῖν. Κατ' ἐνῶπα. κατὰ πρόσοψιν. ἐνωπὴ γὰρ ἡ πρόσοψις. ον ουν τρόπον τὴν ἰωκὴν ἰῶκα ειπε μεταπλάσας, ουτως καὶ τὴν ἐνωπὴν ἐνῶπα. Κατηλυσίη. ἡ κάθοδος, καὶ ἡ ἐπέλευσις. οιον· - κατηλυσίῃ ζεφύροιο. ἐλευσίη τὶς ουσα καὶ ἠλυσία, καὶ μετὰ τῆς κατὰ προθέσεως κατηλυσία. Κατουλάσ. ἡ σκοτεινὴ νύξ. διὰ τὸ ὀλοὴν αὐτὴν ειναι. οιον· νὺξ ἐφόβει,