1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

254

ὀλίγα οἶδεν.» «Ἄνθρωπος πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου.» «Ἀνὴρ ξενιτεύσας ἔγνω πολλά· ὁ πεπλανημένος πληθύνει πανουργίαν. Πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείονα τῶν λόγων μου, σύνεσίς μου.» «Ὁ τέχνην ἐκδιδαχθεὶς, καὶ παγίαν αὐτὴν διὰ τῆς χρονίας πείρας καὶ μελέτης ἔχων, καὶ τὴν ἕξιν ἐνιδρυμένην, δύναται λοιπὸν κατὰ τοὺς ἐναποκειμένους αὐτῷ τῆς ἐπιστήμης λόγους καθ' ἑαυτὸν ἐνεργεῖν.» «Αἴσθησις παντὸς λόγου ἐνεργεστέρα πρὸς πεῖραν.» «Ὃ μή τις πέπονθεν, οὐδ' ἂν ἑτέρῳ πιστεύσειε. Ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότερος.» «Πεῖρα μήτηρ συνέσεως.» «Ἑκάστῳ ἡ πεῖρα διδάσκαλος ἀσφαλείας γίνεται.» «Καθάπερ τοῖς ἀπείροις τοῦ λυρίζειν λύρας οὐχ ἁπτέον, οὐδὲ μὴν τοῖς τοῦ αὐλεῖν αὐλῶν, οὕτως οὐδὲ πραγμάτων ἁπτέον τοῖς μὴ τὴν γνῶσιν εἰληφόσιν, 96.264 καὶ εἰδόσιν ὅπως αὐτοῖς παρ' ὅλον τὸν βίον χρηστέον.» «Πᾶσα ἡ τοῦ ἐπιστήμονος καὶ ἐμπείρου πρᾶξις, εὐπραγία, ἡ δὲ τοῦ ἀνεπιστήμονος, κακοπραγία.» «Ἡ καθ' ἡμέραν τριβὴ κατὰ μικρὸν ἔθρεψεν ἐμπειρίαν.

ΤΙΤΛ. ΙΓʹ. -Περὶ πραότητος καὶ εὐσεβείας.

«Ὁδηγήσει πραεῖς ἐν κρίσει· διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.» «Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.» «Ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.» «Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.» «Ἀναλαμβάνων πραεῖς ὁ Κύριος.» «Ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.» «Πραΰθυμος ἀνὴρ, καρδίας ἰατρός.» «Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως, ἣ ὃς διαιρεῖ τὰ σκῦλα μετὰ ὕβρεως.» «Μακάριος ἀνὴρ, ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν. Ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.» «Τέκνον, ἐν πραότητι τὰ ἔργα σου διεξάγαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.» «Τέκνον, ἐν πραότητι δόξασον τῆς ψυχήν σου.» «Ῥίζας ἐθνῶν καθεῖλεν ὁ Κύριος, καὶ ἐφύτευσε πραεῖς ἀντ' αὐτῶν.» «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» «Μηδείς σου περιφρονείτω· ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν πρὸς πᾶν ἔργον ἀγαθὸν, ἑτοίμους εἶναι μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐπιδεικνυμένους πραότητα πρὸς πάντας ἀνθρώπους.» Χρῄζω πραότητος, ἐν ᾧ καταλύεται ὁ ἄρχων τοῦ αἰῶνος τούτου διάβολος. Νέος πραῢς πολλὰ ὑποφέρει. Πολιὰ γερόντων πραότης· ζωὴ δὲ, γνῶσις αὐτῶν ἀληθής. Οὐδεμία τῶν ἀρετῶν, οὕτως πέφυκε τίκτειν σοφίαν, ὡς πραότης.

ΤΙΤΛ. Ι∆ʹ. -Περὶ πταιόντων καὶ βλασφημούντων ἐξ ἀγνοίας εἰς τὸν Θεόν.

«Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ· τὸν Θεὸν δὲ αἰτιᾶται ἡ καρδία αὐτοῦ.» Τί πάντα τὸν δύστηνον αἰτιώμεθα, Ἐχθρὸν διδόντες τῷ βιοῦν ἐξουσίαν; Μέμφου σεαυτὸν, ἢ τὸ πᾶν, ἢ τὸ πλέον· Τὸ πῦρ παρ' ἡμῶν, ἡ δὲ φλὸξ τοῦ Πνεύματος. 96.265 Ὅλως, οἱ χρὴ μετὰ ἀκριβείας τοῖς γινομένοις προσέχειν, οὐδεὶς ἀπατᾷ ἡμᾶς. Ὁ διάβολος μὲν ὠθεῖ, ἀλλὰ πολλὰ μὲν καὶ αὐτὸς ἐργάζεται κακὰ, πολλὰ δὲ καὶ ἡμεῖς ἑαυτοῖς διὰ τῆς ῥᾳθυμίας.

ΤΙΤΛ. ΙΕʹ. -Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ ὀργίλου, καὶ θυμώδους, καὶ

ὀξυχόλου. «Ἄφρονα ἀναιρεῖ ὀργή.» «Θυμῷ κατέστρεψαν ἀδυνάτους οἱ ἁμαρτωλοί.»

«Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή.» «Ἀσεβὴς οὐκ ᾐσχύνθη πρόσωπον ἐντίμου, οὐδὲ οἶδεν τιμὴν θέσθαι τούτοις.» «Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν.» «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.» «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» «Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους. Ἀνὴρ θυμώδης παρασκευάζει μάχας.» «Ὀξύθυμος πράσσει μετ' ἀβουλίας.» «Βαρὺ λίθος, καὶ δυσβάστακτον ἄμμος· ὀργὴ δὲ ἄφρονος