15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
113 Περὶ τῶν ἀλληνάλλως ἐγκειμένων προθέσεων τῇ ἁγίᾳ τριάδι
Πολλοῖς τῶν πρὸ ἡμῶν φιλοσόφων ἐζήτηται, ὅ τι ποτὲ αἱ προθέσεις καθαροῖς ὀνόμασιν ἢ ἀντωνυμικοῖς προσκείμεναι δύνανται, καὶ πῶς νῦν μὲν διῃρημένως καὶ ἀποκεκληρωμένως ταῖς θείαις τῆς τριαδικῆς ἑνότητος ὑποστάσεσι παρὰ τῶν θεοκηρύκων πατέρων ἐτάχθησαν, νῦν δὲ συγκεχυμένως καὶ ἀδιαρθρώτως, καὶ πῶς ἡ τῶν Ἑλλήνων φιλοσοφία ταύταις ἐχρήσατο καὶ εἰ ὡμογνωμονήκασι περὶ τὴν χρῆσιν σύμπαντες. Ἐρῶ οὖν ὅπως οἱ περὶ Πλάτωνα καὶ Ἀριστοτέλην περὶ τούτων ζητή σαντες ἀπεφήναντο, ἔπειθ' ὅπως ἡ καθ' ἡμᾶς θεολογία περὶ τούτων διήρθρωσεν. αὐτίκα Πλάτων ὁ θεῖος ἀνὴρ ἓξ τὰ τῶν ὄντων ἀποφηνάμενος αἴτια, τὸ ποιητικόν, τὸ παραδειγματικόν, τὸ ὀργανικόν, τὸ ὑλικὸν καὶ τὸ εἰδικὸν καὶ τὸ τελικόν, τῷ μὲν ποιητικῷ προστίθησι τὸ ἐξ οὗ, τῷ δὲ παραδειγματικῷ τὸ καθ' ὅ, τῷ δὲ ὀργανικῷ τὸ δι' οὗ, τῷ δὲ ὑλικῷ τὸ ἐν ᾧ, τῷ δὲ εἰδικῷ τὸ ὑφ' οὗ, τῷ δὲ τελικῷ τὸ εἰς ὅ. παραδείγματι δέ τινι τῶν αἰσθητῶν τὰ τοιαῦτα διαφωτίσαιμεν· ὑποκείσθω γάρ τις ἀνὴρ ἀγαλ ματοποιὸς πρὸς Σωκράτην ἢ Πλάτωνα διαχαλκεύων ἀνδρείκελον σιδήρῳ τινί, ᾧ δὴ τὸν χαλκὸν ἀποξέων τε καὶ μεταμορφῶν τῷ Σωκράτει τυχὸν ἢ τῷ Πλάτωνι ἀφωμοίου τὸ ἴνδαλμα. ἐνταῦθα γὰρ τὰ ἓξ αἴτια συνδεδρα μήκασι· ποιητικὸν μὲν γὰρ αὐτὸς ὁ ἀγαλματοποιός, παραδειγματικὸν δὲ ὁ Σωκράτης, ὀργανικὸν δὲ ὁ μεταμορφῶν τὸν χαλκὸν σίδηρος, ὑλικὸν δὲ αὐτὸς ὁ χαλκός, εἰδικὸν δὲ τὸ εἶδος αὐτὸ τοῦ ἀγάλματος, καὶ τελικὸν ἡ πρὸς τὸ ἀρχέτυπον ἀναφορά. διό φαμεν ἐκ τοῦ τέκτονος κατεσκευάσθαι τὸ ἄγαλμα κατὰ τὸ παράδειγμα διὰ τοῦ σιδήρου ὡς ὀργάνου ὑπὸ τῆς ἀνδρεικέλου μορφῆς ἐν τῷ χαλκῷ, ἵνα πρὸς τὸ πρωτότυπον ἀφομοιωθῇ. Ὁρᾷς ὅπως ἅπαντά σοι συντέθεικα κατὰ τὴν Πλατωνικὴν περὶ τούτων ὑφήγησιν; ἀλλ' ὁ μὲν Πλάτων οὕτως· ὁ δὲ Ἀριστοτέλης ἐλαττώσας τὰ αἴτια εἰς τὸν τέταρτον ἀριθμόν, μικροῦ δεῖν καὶ ταῖς τῶν προθέσεων προσθήκαις ἐναντίως ἤπερ ὁ Πλάτων ἐχρήσατο. τὸ γὰρ παραδειγματικὸν καὶ τὸ ὀργανικὸν ἀθετήσας τέσσαρα παραδέχεται· ἀλλὰ τῷ μὲν ποιητικῷ τὸ ὑφ' οὗ προστίθησι, τῷ δ' εἰδικῷ τὸ ἐν ᾧ, τῷ δ' ὑλικῷ τὸ ἐξ οὗ, τῷ δὲ τελικῷ τὸ εἰς ὅ, τοῦτο μόνον κατὰ τὸν Πλάτωνα θέμενος· βούλεται γὰρ ὑπὸ τοῦ ζωγράφου τὴν εἰκόνα διαμεμορφῶσθαι ἐκ τῶν χρωμάτων τὸ εἶναι ἔχουσαν ἐν τῷ εἴδει, οὐ μάτην, ἀλλ' ἕνεκά του, ὃ δὴ τελικὸν τίθεται καὶ εἰς ὅ. οὕτως μὲν οὖν οἱ τῶν Ἑλλήνων ἐξοχώτατοι καὶ φιλοσοφώτατοι περὶ τούτων διαταξάμενοι φαίνονται, παρ' οἷς ἄλλο μὲν «τὸ ἀφθεγκτότατον ἕν», ἄλλος δὲ ὁ «πατρικὸς βυθὸς» καὶ ἄλλος ὁ δημιουργός, παράδειγμά τε νοητὸν ἀφανῶς ἑστηκὸς οὐδαμοῦ. Οἱ δὲ καθ' ἡμᾶς θεολόγοι, αὐτόπται τῶν τοιούτων μυστηρίων γεγονό τες καὶ κήρυκες, τὸν αὐτὸν παράγουσι καὶ ποιητικὸν αἴτιον καὶ δημιουργι κὸν καὶ τελικόν, ποτὲ μὲν τῇ ὕλῃ προσχρώμενον εἰς τὴν τῶν ὄντων ἀπο γέννησιν, ποτὲ δὲ ἐξ οὐκ ὄντων τὰ ὄντα παράγοντα. ἐν μὲν γὰρ τῇ πρώτῃ κοσμογενείᾳ τὴν ὕλην μετὰ τῶν εἰδῶν ἀδιαστάτως παρήγαγε, μετὰ δὲ τὴν τῶν ὄντων ἀποτελεύτησιν ἐκ ταύτης τἆλλα ποιῶν φαίνεται. οὕτω τοιγαροῦν ἐξ ἀνθρώπου ἄνθρωπος ἀποτίκτεται καὶ ἐξ ἡμιόνου ἡμίονος, τά τε φυτὰ ἀπὸ γῆς πρόεισι, καὶ ὄμβροι μὲν ἐκ νεφῶν, νέφη δὲ ἐξ ἀτμῶν, ἀτμοὶ δὲ ἐκ πυρώσεως ἡλιακῆς, ἡ δὲ ἐκ παρατρίψεως ἀκτίνων, καὶ αὕτη ἐξ ἡλιακοῦ φωτός, τὸ δὲ ἐκ τοῦ μηδενός· ἀναλύων γὰρ τὰ γινόμενα καὶ ἐφ' ἕτερον ἐξ ἄλλου ἀναποδίζων, εἰς αὐτὸ