254
ἀπήλαυσεν· ἐπειδὴ εἶπεν· "Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς," ἀποκρίνεται λέγων ὁ ∆εσπότης, Ὑψωθήσομαι. Εἶτα δείκνυσι καὶ τὸν τρόπον. "∆ιαμεριῶ Σίκιμα." Πόλις δὲ αὕτη κατ' ἐξαίρετον τῷ Ἰωσὴφ δεδομένη. Ἀλλὰ καὶ τὴν κοιλάδα τὴν ἔρημον γενομένην, καὶ ποιμένων δεξαμέ νην σκηνὰς, ἄνωθεν οἰκητόρων πληρώσω, καὶ διανε μηθῆναι τοῖς ἐπανελθοῦσι παρασκευάσω. θʹ. "Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασ σῆς, καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου." Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν. Γαλαὰδ γὰρ, ὄνομα τόπου, Μανασσῆς δὲ προσηγορία φυλῆς. Ἀλλὰ καὶ τῷ Ἐφραῒμ τὴν προτέραν ἀποδώσω δύναμιν· τὸν μέν τοι Ἰούδαν πασῶν τῶν φυλῶν 80.1753 βασιλεύειν παρασκευάσω, Μετὰ γὰρ τὴν ἐπάν οδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί. Ὁ δὲ Ζο ροβάβελ, καὶ τούτων κἀκείνων ἡγεῖτο. Κυρίως δὲ καὶ ἀληθῶς ὁ ∆εσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, ἁπάσης βασιλεύει τῆς κτίσεως. ιʹ. "Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλό φυλοι ὑπετάγησαν." Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρ έξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν. Ἀκριβέστερον δὲ ταῦτα ἐν τῷ νʹ καὶ θʹ ψαλμῷ ἡρμηνεύ σαμεν. ιαʹ, ιβʹ. "Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ, ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς;" Ἡδονῆς ἐμπλησθεὶς ὁ προφήτης τῇ τῶν ἀγαθῶν προῤῥήσει, ἱμείρεται ἰδεῖν καὶ τὴν καταλυθεῖσαν πόλιν οἰκοδομηθεῖσαν, καὶ τοὺς Ἰδουμαίους τοῖς Ἰουδαίοις δουλεύοντας. Ταῦτα δὲ, φησὶν, οὐδεὶς ἕτερος παρασχεῖν ἱκανὸς, ἢ σὺ μόνος, ὁ νῦν ἡμᾶς ἀπωσάμενος, καὶ δουλεύειν κελεύσας. "Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνά μεσιν ἡμῶν." Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ μὴ προελθὼν, Θεὲ, ἐν τοῖς στρατεύμασιν ἡμῶν. Οὐ γὰρ ἡττήθημεν πώποτε, σοῦ στρατηγοῦντος, καὶ τῆς φάλαγγος ἡγουμένου. "γʹ. "∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου." Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον. Οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν. Πᾶσα γὰρ ἡ παρ' ἀνθρώ πων συμμαχία, σοῦ μὴ συνεργοῦντος, ματαία καὶ ἄχρηστος. ιδʹ. "Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν." ∆ιά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν· διὰ ταύτης γὰρ μόνης περιγενέσθαι τῶν δυσμενῶν δυνησόμεθα.
ΕΡΜΗΝ. ΤΟΥ ΡΗʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος· ψαλμὸς τῷ ∆αβίδ." Τὸ σωτή ριον πάθος, καὶ τὴν Ἰουδαίων
μανίαν, καὶ τὴν Ἰούδα προδοσίαν, οὗτος ὁ ψαλμὸς προθεσπίζει. Ποδηγεῖ δὲ ἡμᾶς ἐπὶ τήνδε τὴν διάνοιαν καὶ ὁ μέγας Πέτρος δημηγορῶν, καὶ τῆς τοῦ Ἰούδα προδοσίας κατηγο ρῶν, καὶ τῆς προφητείας τὴν ἀπόδειξιν ἐντεῦθεν ποιούμενος. Μηδεὶς δὲ, ἀκούων τοῦ Κυρίου νομοθε τοῦντος εὐλογεῖν τοὺς διώκοντας, ἐναντίαν ἡγείσθω τοῦ νομοθέτου τὴν προφητείαν. Οὐδὲ γὰρ ἐνταῦθα ἐπαρώμενος ὁ προφητικὸς διέξεισι λόγος, ἀλλὰ τὰς ἐσομένας, καὶ Ἰουδαίοις, καὶ τῷ Ἰούδᾳ, τιμωρίας προλέγων. Ἐσχημάτισται δὲ ὡς εὐκτικὸν τὸ προαγορευτικὸν τοῦτο, ὡς ἐπὶ τὸ πολὺ σύνηθες πανταχοῦ τῇ θείᾳ Γραφῇ. 80.1756 βʹ. "Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη." Ἀνθρωπίνως ὁ ∆εσπότης ταῦτα λέγει Χριστός. Ὡς ἄνθρωπος γὰρ εὔχεται, τῆς ἀνθρωπίνης φύσεως τὰ μέτρα πληρῶν· ὡς δὲ Θεὸς, τῶν εὐχομένων γνησίως προσδέχεται τὰς εὐχάς. Ὕμνον δὲ τὸ πάθος καλεῖ. Καὶ γὰρ ἐν τοῖς θείοις Εὐαγγε λίοις δόξαν αὐτὸ προσαγορεύει. "Ἐλήλυθε γὰρ, φησὶν, ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου." Στόμα δὲ ἁμαρτωλοῦ, καὶ στόμα δολίου, τὸν Ἰούδαν ὠνόμασεν· οὗτος γὰρ κρύβδην ἐποιήσατο πρὸς Ἰουδαίους τὰς τῆς προδοσίας συνθήκας. γʹ. "Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με." Ἀπὸ τοῦ Ἰούδα μετήνεγκε τὸν λόγον ἐπὶ ὅλον τὸ τῶν Ἰουδαίων συνέδριον. Οὗτοι γὰρ τῷ φθόνῳ δουλεύοντες τὸν ἄδικον